§1919. Ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρὸς τί.
19. 栄養の中の薬物作用は最善であり、栄養の中の薬物作用は最悪である。 最悪と最善は何に対してであるか。
§2020. Ἕλκος, ἐσχάρη, αἷμα, πῦον, ἰχὼρ, λέπρη, πίτυρον, ἀχὼρ, λειχὴν, ἀλφὸς, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελέει, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελέει.
20. 潰瘍、かさぶた、血液、膿、血清、癩、フケ、湿疹、乾癬、白斑、そばかすは、ある時は害を与え、ある時は益を与え、ある時は害も益も与えない。
§2121. Τροφὴ οὐ τροφὴ, ἢν μὴ δύνηται·
21. 栄養を与えることができなければ、栄養は栄養ではない。
μὴ τροφὴ τροφὴ, ἢν οἷόν τε ᾖ τρέφεσθαι·
栄養を与えることができるならば、栄養でないものが栄養である。
οὔνομα τροφὴ, ἔργον δὲ οὐχί·
名前は栄養であっても、実体はそうではない。
ἔργον τροφὴ, οὔνομα δὲ οὐχί.
実体は栄養であっても、名前はそうではない。
§2222. Ἐς τρίχας τροφὴ καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην ἐπιφανείην ἔνδοθεν ἀφικνέεται·
22. 栄養は内から髪へ、爪へ、そして最も外側の表面へと達する。
ἔξωθεν τροφὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνέεται.
外からは、栄養が最も外側の表面から最も内側の部分へと達する。
§2323. Ξύῤῥοια μία, ξύμπνοια μία, ξυμπαθέα πάντα·
23. 一つの流れ、一つの息、すべては共感している。
κατὰ μὲν οὐλομελίην πάντα, κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.
全体(の身体)においてもすべて、また部分においても各部分にある諸部分がその働きに対して(共感している)。
§2424. Ἀρχὴ μεγάλη εἰς ἔσχατον μέρος ἀφικνέεται·
24. 偉大な始まりは最も外側の部分へと達し、最も外側の部分から偉大な始まりへと達する。
ἐξ ἐσχάτου μέρεος ἐς ἀρχὴν μεγάλην ἀφικνέεται μία φύσις εἶναι καὶ μὴ εἶναι.
一つの自然であること、そしてそうではないことへと。
§2525. Νούσων διαφοραὶ ἐν τροφῇ, ἐν πνεύματι, ἐν θερμασίῃ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν χυμοῖσιν, ἐν σαρκὶ, ἐν πιμελῇ, ἐν φλεβὶ, ἐν ἀρτηρίῃ, ἐν νεύρῳ, μυὶ, ὑμένι, ὀστέῳ, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, στόματι, γλώσσῃ, στομάχῳ, κοιλίῃ, ἐντέροισι, φρεσὶ, περιτοναίῳ, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστεϊ, μήτρῃ, δέρματι·
25. 病気の違いは、栄養、息(プネウマ)、熱、血液、粘液、胆汁、液(体液)、肉、脂肪、静脈、動脈、腱、筋肉、膜、骨、脳、脊髄、口、舌、食道、胃、腸、横隔膜、腹膜、肝臓、脾臓、腎臓、膀胱、子宮、皮膚において生じる。
ταῦτα πάντα καὶ καθ’ ἓν καὶ κατὰ μέρος·
これらすべては個々においても、また部分ごとにおいても(生じる)。
μέγεθος αὐτῶν μέγα καὶ οὐ μέγα.
それらの大きさは、大きくもあり、大きくもなくもある。
§2626. Τεκμήρια, γαργαλισμὸς, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρὼς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμὸς, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμὸς, ἐπιληψίη, αἷμα ὁλοσχερὲς, ὕπνος, καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾷ·
26. 兆候は、むず痒さ、痛み、裂傷、精神、汗、尿の沈殿、沈静、身震い、凝視、幻覚、黄疸、しゃっくり、てんかん、純粋な血液、睡眠、およびこれらと自然に従う他のものから、そして害や益へと向かう他の同様のすべてのものから(得られる)。
πόνοι ὅλου καὶ μέρεος·
全体および部分の苦痛。
μεγέθους σημήϊα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ ἧσσον.
大きさの兆候は、一方はより多くへと、他方はより少なくへと向かい、双方からより多くへと、また双方からより少なくへと向かう。
§2727. Γλυκὺ οὐ γλυκὺ, γλυκὺ ἐς δύναμιν οἷον ὕδωρ, γλυκὺ ἐς γεῦσιν οἷον μέλι·
27. 甘くて甘くない。 水のように力において甘いもの、蜜のように味において甘いもの。
σημήϊα ἑκατέρων, ἕλκεα, ὀφθαλμοὶ καὶ γεύσιες, καὶ ἐν τούτοισι τὸ μᾶλλον καὶ τὸ ἧσσον·
その双方の兆候は、潰瘍、目、および味覚であり、これらの中にも「より多く」と「より少なく」がある。
γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι μίξεσι, γλυκὺ μᾶλλον καὶ ἧσσον.
視覚において、また色彩やその他の混合において甘いものがあり、より甘いものもあれば、甘さが劣るものもある。
§2828. Ἀραιότης σώματος ἐς διαπνοὴν, οἷσι πλέον ἀφαιρέεται ὑγιεινόν·
28. 皮膚呼吸のための身体の粗さ(多孔性)は、それによって多くのものが取り除かれる人々にとって健康的である。
πυκνότης σώματος ἐς διαπνοὴν, οἷσιν ἔλασσον ἀφαιρέεται νοσερόν·
皮膚呼吸のための身体の密さは、それによって取り除かれるものがより少ない人々にとって病因となる。
οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ εὐανάσφαλτοι, οἱ διαπνεόμενοι κακῶς πρὶν ἢ νοσέειν ἰσχυρότεροι, νοσήσαντες δὲ δυσανάσφαλτοι·
皮膚呼吸が良好に行われる者は、より虚弱であるがより健康的であり、回復しやすい。 皮膚呼吸が不十分な者は、病気になる前はより頑健であるが、いったん病気になると回復しにくい。
ταῦτα δὲ καὶ ὅλῳ καὶ μέρει.
これらは全体においても部分においても同様である。
§2929. Πλεύμων ἐναντίην σώματι τροφὴν ἕλκει, τὰ δ’ ἄλλα πάντα τὴν αὐτήν.
29. 肺は身体とは反対の栄養を引き込み、他のすべての部位は同じものを引き込む。
§3030. Ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πλεύμων, καὶ ἡ ἄλλη διαπνοή·
30. 息(プネウマ)の栄養の始まりは、鼻、口、気管、肺、およびその他の皮膚呼吸である。
ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς, στόμα, στόμαχος, κοιλίη·
湿った栄養と乾いた栄養の始まりは、口、食道、胃である。
ἡ δὲ ἀρχαιοτέρη τροφὴ, διὰ τοῦ ἐπιγαστρίου, ᾗ ὀμφαλός.
しかし、より古い(初源的な)栄養は、臍のある下腹部を通じて行われる。
§3131. Ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη·
31. 静脈の根は肝臓であり、動脈の根は心臓である。
ἐκ τουτέων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ.
これらから血液と息がすべての場所へと散らばり、熱がこれらを通って巡る。
§3232. Δύναμις μίη καὶ οὐ μίη, ᾗ πάντα ταῦτα καὶ τὰ ἑτεροῖα διοικέεται, ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν ὅλου καὶ μέρεος.
32. 一つの力であり、また一つではない。 これによってこれらすべてとそれ以外の異なるものが管理される。 一つは全体と部分の生命のためであり、他方は全体と部分の感覚のためである。
§3333. Γάλα τροφὴ, οἷσι γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι δὲ οὐχὶ, ἄλλοισι δὲ οἶνος τροφὴ, καὶ ἄλλοισιν οὐχὶ, καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαὶ, καὶ κατὰ χώρην καὶ ἐθισμόν.
33. 乳は、自然に従って乳が栄養となる人々にとっては栄養であるが、他の人々にとってはそうではない。 また他の人々にとっては酒が栄養であるが、他の人々にとってはそうではない。 肉や他の多くの形態の栄養も、地域や習慣に従って同様である。