§1919. Ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρὸς τί.
19. 营养中的药剂作用是最好的,营养中的药剂作用也是最坏的。 最坏与最好是针对什么而言。
§2020. Ἕλκος, ἐσχάρη, αἷμα, πῦον, ἰχὼρ, λέπρη, πίτυρον, ἀχὼρ, λειχὴν, ἀλφὸς, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελέει, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελέει.
20. 溃疡、焦痂、血液、脓、血清、癣、皮屑、湿疹、苔癣、白斑、雀斑,有时有害,有时有益,有时既无害也无益。
§2121. Τροφὴ οὐ τροφὴ, ἢν μὴ δύνηται·
21. 若不能提供营养,营养便非营养;若能提供营养,非营养亦是营养。
μὴ τροφὴ τροφὴ, ἢν οἷόν τε ᾖ τρέφεσθαι· οὔνομα τροφὴ, ἔργον δὲ οὐχί· ἔργον τροφὴ, οὔνομα δὲ οὐχί.
名义上的营养而非实际上的营养;实际上的营养而非名义上的营养。
§2222. Ἐς τρίχας τροφὴ καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην ἐπιφανείην ἔνδοθεν ἀφικνέεται· ἔξωθεν τροφὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνέεται.
22. 营养从内部到达毛发、指甲以及最外层的表面;营养从外部由最外层的表面到达最内部。
§2323. Ξύῤῥοια μία, ξύμπνοια μία, ξυμπαθέα πάντα· κατὰ μὲν οὐλομελίην πάντα, κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.
23. 一股汇流,同呼吸,万物共感;在整体身体上是如此,在局部上,各部分的组成部分针对其功能也是如此。
§2424. Ἀρχὴ μεγάλη εἰς ἔσχατον μέρος ἀφικνέεται· ἐξ ἐσχάτου μέρεος ἐς ἀρχὴν μεγάλην ἀφικνέεται μία φύσις εἶναι καὶ μὴ εἶναι.
24. 伟大的起点到达最外层的部分;从最外层的部分到达伟大的起点:既是一个自然,又不是一个自然。
§2525. Νούσων διαφοραὶ ἐν τροφῇ, ἐν πνεύματι, ἐν θερμασίῃ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν χυμοῖσιν, ἐν σαρκὶ, ἐν πιμελῇ, ἐν φλεβὶ, ἐν ἀρτηρίῃ, ἐν νεύρῳ, μυὶ, ὑμένι, ὀστέῳ, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, στόματι, γλώσσῃ, στομάχῳ, κοιλίῃ, ἐντέροισι, φρεσὶ, περιτοναίῳ, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστεϊ, μήτρῃ, δέρματι·
25. 疾病的差异存在于:营养、气(普内乌玛)、热、血液、粘液、胆汁、体液、肌肉、脂肪、静脉、动脉、腱、肌、膜、骨骼、脑、脊髓、口、舌、食道、胃、肠、膈、腹膜、肝、脾、肾、膀胱、子宫、皮肤之中。
ταῦτα πάντα καὶ καθ’ ἓν καὶ κατὰ μέρος· μέγεθος αὐτῶν μέγα καὶ οὐ μέγα.
所有这些既可以单独发生,也可以局部发生;其程度既大,又不大。
§2626. Τεκμήρια, γαργαλισμὸς, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρὼς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμὸς, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμὸς, ἐπιληψίη, αἷμα ὁλοσχερὲς, ὕπνος, καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾷ· πόνοι ὅλου καὶ μέρεος· μεγέθους σημήϊα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ ἧσσον.
26. 征兆有:发痒、疼痛、破裂、神志、出汗、尿沉渣、安静、辗转反侧、凝视、幻觉、黄疸、呃逆、癫痫、纯血、睡眠,以及源于这些和源于其他顺应自然之事,以及其他所有类似的引向损害或益处的事物;整体和局部的痛苦;程度的迹象:一方面趋于较多,另一方面趋于较少,且从两者趋于较多,又从两者趋于较少。
§2727. Γλυκὺ οὐ γλυκὺ, γλυκὺ ἐς δύναμιν οἷον ὕδωρ, γλυκὺ ἐς γεῦσιν οἷον μέλι·
27. 甜又非甜;在力量上甜,如水;在味觉上甜,如蜜。
σημήϊα ἑκατέρων, ἕλκεα, ὀφθαλμοὶ καὶ γεύσιες, καὶ ἐν τούτοισι τὸ μᾶλλον καὶ τὸ ἧσσον· γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι μίξεσι, γλυκὺ μᾶλλον καὶ ἧσσον.
两者的迹象在于:溃疡、眼睛和味觉,且在这些之中也有较多与较少;在视觉上呈甜,存在于颜色及其他混合物中,有多甜和少甜之分。
§2828. Ἀραιότης σώματος ἐς διαπνοὴν, οἷσι πλέον ἀφαιρέεται ὑγιεινόν· πυκνότης σώματος ἐς διαπνοὴν, οἷσιν ἔλασσον ἀφαιρέεται νοσερόν·
28. 身体在皮肤呼吸上的疏松(多孔性),对那些由此排出较多物质的人是有健康的;身体在皮肤呼吸上的致密,对那些由此排出较少物质的人是致病的。
οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ εὐανάσφαλτοι, οἱ διαπνεόμενοι κακῶς πρὶν ἢ νοσέειν ἰσχυρότεροι, νοσήσαντες δὲ δυσανάσφαλτοι· ταῦτα δὲ καὶ ὅλῳ καὶ μέρει.
皮肤呼吸良好的人较虚弱、较健康且易于康复;皮肤呼吸不良的人在生病前较强壮,但生病后则难以康复;这在整体和局部上皆是如此。
§2929. Πλεύμων ἐναντίην σώματι τροφὴν ἕλκει, τὰ δ’ ἄλλα πάντα τὴν αὐτήν.
29. 肺吸入与身体相反的营养,而其他所有部分吸入相同的营养。
§3030. Ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πλεύμων, καὶ ἡ ἄλλη διαπνοή· ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς, στόμα, στόμαχος, κοιλίη· ἡ δὲ ἀρχαιοτέρη τροφὴ, διὰ τοῦ ἐπιγαστρίου, ᾗ ὀμφαλός.
30. 气之营养的起点:鼻、口、气管、肺及其他皮肤呼吸;湿与干之营养的起点:口、食道、胃;而更古老的营养则是通过腹部,即脐带所在之处。
§3131. Ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ.
31. 静脉之根为肝,动脉之根为心;血液与气从这些地方向各处流散,热量亦通过这些地方传导。
§3232. Δύναμις μίη καὶ οὐ μίη, ᾗ πάντα ταῦτα καὶ τὰ ἑτεροῖα διοικέεται, ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν ὅλου καὶ μέρεος.
32. 力量是一,又非一,借此一切这些以及相异的事物得以管理:其一为了整体与局部的生命,另一为了整体与局部的感觉。
§3333. Γάλα τροφὴ, οἷσι γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι δὲ οὐχὶ, ἄλλοισι δὲ οἶνος τροφὴ, καὶ ἄλλοισιν οὐχὶ, καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαὶ, καὶ κατὰ χώρην καὶ ἐθισμόν.
33. 乳汁是营养,对于那些顺应自然以乳汁为营养的人而言,但对于其他人则非;对于另一些人而言酒是营养,对于其他人则非;肉类及许多其他形式的营养也是如此,因地域和习惯而异。