§77. Ἢν δὲ τὸ ἔμβρυον ἔνδον μένῃ τετελευτηκὸς καὶ μὴ δύνηται μήτε αὐτόματον μήτε διὰ φαρμάκων ἐκπεσεῖν κατὰ φύσιν, χρίσας τὴν χεῖρα κηρωτῇ, ἥτις ὀλισθητικὴ μάλιστα, ἔπειτα ἐνείρας ἐς τὴν μήτρην, διελεῖν τοὺς ὤμους ἀπὸ τοῦ τραχήλου ἐπερείσαντα τῷ μεγάλῳ δακτύλῳ·
7. もし胎児が死んで胎内に留まり、自然にも薬によっても自然に脱落することができないならば、手をきわめて滑りのよい蝋膏で塗り、それから子宮の中に挿入し、親指を押し当てて両肩を首から切り離すべきである。
ἔχειν δὲ χρὴ πρὸς τὰ τοιαῦτα καὶ ὄνυχα ἐπὶ τῷ δακτύλῳ τῷ μεγάλῳ·
このような作業のためには、親指に爪を残しておく必要がある。
καὶ διελόντα ἐξενεγκεῖν τὰς χεῖρας, ἔπειτα πάλιν ἐσείραντα τὴν κοιλίην ἀνασχίσαι, καὶ ἀνασχίσαντα ἡσυχῇ ἐξελεῖν τὰ ἐντοσθίδια, ἔπειτα ἐξελόντα συντρῖψαι τὰ πλευρία, ὅκως ξυμπεσὸν τὸ σωμάτιον εὐσταλέστερον γένηται καὶ ῥᾷον ἐξίῃ, μὴ ὀγκῶδες ἐόν.
そして、切り離したら両腕を取り出し、それから再び手を挿入して腹部を切り裂き、切り裂いたら静かに内臓を取り出し、そののち取り出したら肋骨を砕くべきである。 それは、小さな身体が折りたたまれてよりコンパクトになり、肥大していないために、より容易に外に出るようにするためである。
§88. Τὸ δὲ χόριον ἢν μὴ ῥηϊδίως ἐκπίπτῃ, μάλιστα μὲν ἐᾷν πρὸς τὸ ἔμβρυον προσκέμασθαι, καὶ τὴν λεχὼ προσκαθῆσθαι ὥσπερ ἐπὶ λασάνου·
8. もし胎盤が容易に脱落しないならば、最もよいのはそれを胎児に付着させたままぶら下げておき、産婦を便器のようなものの上に座らせておくことである。
ἔστω δὲ κατεσκευασμένον ὑψηλόν τι, ἵνα τὸ ἔμβρυον ἐκκρεμάμενον συνεπισπᾶται τῷ βάρει ἔξω·
その座るものは高めに作られているべきであり、それによってぶら下がった胎児がその重みで一緒に外へと引っ張るようにする。
ἡσυχῇ δὲ τοῦτο ποιέειν, μὴ πρὸς βίην, ὅκως μὴ ἀποσπασθέν τι παρὰ φύσιν φλεγμονὴν ἐμποιήσῃ·
これは静かに、力任せではなく行うべきである。 不自然に引きちぎられた部分が炎症を引き起こさないようにするためである。
ὑποκεῖσθαι οὖν δεῖ τῷ ἐμβρύῳ εἴρια ὡς ὀγκωδέστατα νεόξαντα, ἵνα κατὰ μικρὸν ἐνδιδοίη ἀσκία δύο ἐζευγμένα ὕδατος μεστά· ἐπάνω δὲ τῶν ἀσκίων εἴρια· ἐπάνω δὲ τούτων τὸ ἔμβρυον·
したがって、胎児の下には、最もふんわりとほぐした梳きたての羊毛を敷いておくべきである。 それは、水嚢が少しずつ沈み込むようにするためである。 水で満たされ結び合わされた二つの皮袋、そして皮袋の上には羊毛、さらにその上には胎児を置く。
ἔπειτα τρυπῆσαι ἑκάτερον τῶν ἀσκίων ῥαφίῳ, ὅκως ῥυῇ κατὰ σμικρὸν τὸ ὕδωρ·
そののち、それぞれの皮袋を針で突き刺し、水が少しずつ流れ出るようにする。
ἐκρέοντος δὲ τοῦ ὕδατος ἐνδιδόασιν οἱ ἀσκοί· ἐνδιδόντων δὲ ἐπισπᾶται τὸ ἔμβρυον τὸν ὀμφαλὸν, ὁ δὲ ὀμφαλὸς ἐφέλκει τὸ χόριον.
水が流れ出るにつれて皮袋はしぼんでいき、しぼむにつれて胎児は臍帯を引っ張り、臍帯は胎盤を牽引する。
Ἢν δὲ μὴ δύνηται καθῆσθαι ἐπὶ τοῦ λασάνου, ἐπ’ ἀνακλίτου δίφρου τετρυπημένου καθήσθω.
もし便器の上に座ることができないならば、穴のあいた背もたれ付きの椅子に座らせるがよい。
Ἢν δὲ ἀσθενέῃ τὸ σύνολον καθῆσθαι, τὴν κλίνην ὡς ὀρθοτάτην ἀπὸ τῶν πρὸς τῆς κεφαλῆς μερῶν ἀείραντας, ἵνα κάτω ῥέπῃ ὡς μάλιστα καὶ ξυνεπισπᾶται τὸ κάτω βάρος, ὑπὸ τὰς μασχάλας δῆσαι τὴν λεχὼ ἔξωθεν τῶν ἱματίων πρὸς τῇ κλίνῃ ἢ κηρίῃ ἢ ἱμάντι πλατεῖ καὶ μαλθακῷ, ὅκως μὴ ὀρθῆς ἐούσης τῆς κλίνης κάτω τὸ σῶμα φέρηται.
もし全体として座る体力が衰えているならば、ベッドの頭側を最も高く持ち上げて、下方にできるだけ傾斜し、下方の重みが一緒に引っ張るようにし、産婦の衣の上から両脇の下を、ベッドに帯か、あるいは平らで柔らかい革紐で縛りつけるべきである。 ベッドが傾いていることで身体が下へと滑り落ちてしまわないようにするためである。
Τὸν αὐτὸν δὲ τρόπον κἢν ἀποῤῥαγῇ ὁ ὀμφαλὸς, κἢν ἀποτάμῃ τις πρὸ τοῦ καιροῦ, βάρεα ξύμμετρα ἐκκρεμανῦντα, τὴν ἐξαγωγὴν τοῦ χορίου ποιέεσθαι·
同じ方法で、もし臍帯が千切れてしまった場合や、誰かが時期尚早に切断してしまった場合にも、適度な重りを吊り下げることによって、胎盤の排出を行うべきである。
βελτίστη γὰρ αὕτη ἡ θεραπείη τῶν τοιῶνδε γίνεται καὶ ἥκιστα βλάπτει.
この治療法がこのような事例において最善であり、最も害が少ないからである。
§99. Ἢν δέ τινι ἐναποθάνῃ τὸ παιδίον ἐν τῇ μήτρῃ καὶ μὴ ἐξέλθῃ, ὑγρῆς ἐούσης τῆς μήτρης καὶ μὴ ἐχούσης ἔτι τὸ ὑποκείμενον, ἀλλὰ ξηρανθῇ ἡ μήτρη, πρῶτον μὲν οἰδίσκεται αὐτό· ἔπειτα τήκεται καὶ σήπεται τὰς σάρκας, καὶ ῥέει θύρῃφι·
9. もし女性において胎児が子宮内で死に、排出されず、子宮が湿っているが、もはや受け入れるべき基質を欠いて乾燥してしまうならば、まず胎児そのものが腫れ、それから融けてその肉が腐敗し、外へと流れ出る。
ὕστατα δὲ τὰ ὀστέα χωρέει·
そして最後に骨が排出される。
καὶ ῥόος ἐνίοτε λαμβάνει, ἢν μὴ πρότερον ἀποθάνῃ.
そして時に激しい分泌物の流出が彼女を襲う。 もし彼女がそれより前に死んでしまわなければ。
§1010. Ὁκόταν τὸ παιδίον ἐντεθνήκῃ, καὶ τοῖς ἄλλοισι τεκμαίρεσθαι σημηΐοις, καὶ κελεύειν τοτὲ μὲν ἐπὶ δεξιὰ κεῖσθαι, τοτὲ δὲ ἐπ’ ἀριστερὰ μεταβάλλειν·
10. 胎児が死んでいるときは、他の兆候によっても判断すべきであるが、時には右側を下にして横たわるよう、時には左側へと体位を変えるよう命じるべきである。
μεταπίπτει γὰρ ἐν τῇ μήτρῃ τὸ παιδίον ὁποτέρωθι ἂν καὶ ἡ γυνὴ, ὥσπερ λίθος ἢ ἄλλο τι, ἢν τεθνήκῃ, καὶ τὸ ἦτρον ψυχρὸν ἔχει·
なぜなら、もし死んでいるならば、胎児は女性が傾くどちらの側にも、石か何かのようにはっきりと子宮内で転がり落ちるからであり、また下腹部が冷たくなっているからである。
ἢν δὲ ζώῃ, τό τε ἦτρον θερμὸν ἔχει, καὶ ἡ μὲν γαστὴρ ὅλη μεταπίπτει τεταμένη μετὰ τοῦ ἄλλου σώματος, ἐν αὐτέῃ δὲ οὐδὲν μεταπίπτει χωρὶς τοῦ ἄλλου σώματος.
しかし、もし生きているならば、下腹部は温かく、腹部全体は他の身体とともに緊張を保って移動するが、腹部の中では、身体の他の部分から離れて転がり落ちるものは何もない。
§1111. ᾟ τινι ἂν ὠδινούσῃ πρὸ τοῦ παιδίου ῥοὸς πολλὸς αἱματώδης γένηται ἀνώδυνος, κίνδυνος τὸ παιδίον τεθνηκὸς ἀπολυθῆναι, ἢ οὐ βιώσιμον γενέσθαι.
11. 陣痛のある女性において、胎児の前に、無痛の多量の血性分泌物が生じるならば、胎児が死んで産まれるか、あるいは生存不能となる危険がある。
§1212. Κυουσέων τῶν γυναικῶν ὁ στόμαχος τῶν πλείστων ἐγγὺς τυγχάνει ἐὼν πρὸ τοῦ τόκου.
12. 妊娠している女性たちの多くにおいて、子宮口は出産の直前、近くに位置する状態になる。
§1313. Κυέουσα ἡ γυνὴ, ἢν μὴ λαγνεύηται, ῥηΐτερον ἀπολυθήσεται τοῦ τόκου.
13. 妊娠している女性は、性交を行わなければ、より容易に出産を終えることができる。
§1414. Ἡ τὰ δίδυμα κυέουσα τίκτει τῇ αὐτῇ ὡς καὶ συνέλαβεν·
14. 双子を妊娠している女性は、懐妊したときと同じように出産する。
ἔχει δὲ ἑνὶ χορίῳ τὰ παιδία ἀμφότερα.
そして、両方の胎児を一つの卵膜に包み込んでいる。