Humanitext Reader

ヒポクラテス · 重複妊娠について §1-6

重複妊娠の機序と難産時の処置法

1 / 7 箇所 · ギリシア語

要旨

重複妊娠における胚の位置ごとの胎児の発育と脱落のメカニズム、および難産や胎児死亡時における手技的対処と子宮燻蒸法などの処置について述べる。

§1## ΠΕΡΙ ΕΠΙΚΥΗΣΙΟΣ. 1. Ὁκόταν ἐπικυΐσκηται γυνὴ, ἢν μὲν ἐν τῷ μέσῳ τῆς μήτρης τὸ πρῶτον ἔχῃ παιδίον, τὸ ἐπικύημα προσπίπτει ὑπὸ τοῦ ἀρχαίου ἐξωθεύμενον·
## 重複妊娠について 1. 女が重複妊娠するとき、もし最初の胎児が子宮の中央に位置しているならば、重複妊娠された胚は、古い方の胎児に押し出されて脱落する。
ἢν δὲ ἐν τῷ κέρατι τῷ ἑτέρῳ τὸ κύημα ἔχῃ, ἐπιτίκτει ὕστερον οὐ γόνιμον, ἐπὴν χαλάσῃ ἡ μήτρη καὶ ὑγρανθῇ, τοῦ γονίμου ἀπολυθεῖσα.
しかし、もし胎児が子宮の一方の角にあるならば、女は後から育たない重複胚を産むことになる。 それは、育つ方の胎児から解放された後に、子宮が緩んで湿る時のことである。
Ἢν δὲ μὴ αὐτίκα ἀποχωρέῃ τὸ ἐπικύημα, ὀδύνας τε παρέχει καὶ ῥεῦμα δυσῶδες καὶ πυρετὸν, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ τὰς κνήμας καὶ τοὺς πόδας καὶ τὴν νηδὺν, καὶ ἀσιτέει ἕως ἂν ἐκπέσῃ.
もし重複胚がすぐに排出されないならば、苦痛と悪臭を放つ分泌物と発熱を引き起こし、顔や脛、足、そして腹部が腫れ、それが脱落するまで食事を受け付けなくなる。
Ἐπικυΐσκονται δὲ τῶν γυναικῶν ὧν ἂν ὁ στόμαχος μετὰ τὸ πρῶτον κύημα ξυμμεμύκῃ οὐ κάρτα ἢ μὴ ἐπιφαινομένων τῶν σημηΐων ξυμμεμύκῃ.
また、最初の懐妊の後に子宮口がそれほど緊密に閉じていないか、あるいは妊娠の兆候が現れずに閉じた女性たちが、重複妊娠を起こす。
Τὰ δὲ ἐπικυήματα τὰ ἐπιτικτόμενα ὕστερον, ἢν μήπω διάκρισιν ἔχῃ, ἀλλὰ σὰρξ ᾖ, οἰδέει μὲν οὒ, ἀλλὰ κατασήπεται μέχρι ἂν ἐξέλθῃ τῆς μήτρης.
後から産まれる重複胚は、もし未だ肉体の分化を遂げておらず、ただの肉塊であるならば、腫れることはないが、子宮から出るまで腐敗する。
§22. ᾟ τινι ἂν ἐκδύῃ τὸ παιδίον τοῦ χορίου ἐν τῇσι μήτρῃσι, πρὶν ἔξω ἄρχεσθαι χωρέειν τὸ παιδίον, δυστοκέει μᾶλλον καὶ ἐπικινδύνως, ἢν μὴ ἡ κεφαλὴ ἡγέηται.
2. 胎児が子宮内で、外に出始める前に卵膜から抜け出てしまう女性においては、頭が先頭になっていない限り、難産になりやすく危険を伴う。
ᾟ τινι δὲ ἂν χωρέῃ ἔξω σὺν τῷ χορίῳ τὸ παιδίον καὶ προχωρῆσαν ἐς τὸν στόμαχον ἐκδύῃ τοῦ χορίου ῥαγέντος, εὐτοκέει μᾶλλον·
しかし、胎児が卵膜とともに外に進み、子宮口に達したところで破れた卵膜から抜け出る女性においては、より安産となる。
καὶ τὸ μὲν παιδίον θύρῃφι χωρέει· τὸ δὲ χόριον ἴσχεται καὶ ἀνασπᾷ ἑωυτὸ καὶ μένει αὐτοῦ.
そして、胎児は外へ出ていくが、卵膜は留まり、それ自体を引き上げてその場所に残る。
§33. Ὁκόταν [οὐ] γόνιμον γένηται τὸ παιδίον, τουτέου ἡ σὰρξ ὑπερέχει τῶν ὀνύχων, οἱ δὲ ὄνυχες ἐλλείπουσι τῶν χειρῶν καὶ τῶν ποδῶν.
3. 胎児が育たない状態であるとき、その肉は爪よりも突き出ており、手足の爪は十分に発達していない。
§44. Ὁκόταν γονίμου γενομένου τοῦ παιδίου χεὶρ ὑπερέχῃ, πρῶτον ἀνωθέειν ὀπίσω μέχρις ἂν ἀπώσῃς·
4. 生育可能な胎児において、手(腕)が突き出ているときは、まずそれを押し戻すまで後ろに押し上げるべきである。
καὶ ἢν ἀμφότεραι, ἀμφοτέρας ἀνῶσαι·
両手であれば、両方を押し上げるべきである。
καὶ ἢν τὸ σκέλος ὑπερέχῃ, ἀνωθεῖν καὶ τοῦτο·
脚が突き出ているなら、これも押し上げるべきである。
ὁκόταν δὲ ἀμφότερα τὰ σκέλεα προφανέντα μείνῃ καὶ μηδετέρωσε προχωρέῃ, πυριήματι δέον χρῆσθαι, ἀπὸ τεῦ ὑγροτάτη ἔσται ἡ ὑστέρη·
両脚が現れたまま留まり、どちらにも進まないときは、燻蒸を用いるべきであり、それによって子宮はきわめて潤うことになる。
ὀδμὴν δὲ ἐχέτω τὸ πυρίημα.
燻蒸は匂いを伴うべきである。
Καὶ ὁκόταν ἡ μὲν κεφαλὴ προφανῇ, τὸ δ’ ἄλλο σῶμα ἐνῇ, καὶ ὧδε πυριῇν·
また、頭が現れているが他の身体が内にあるときも、このように燻蒸を施すべきである。
καὶ ὁκόταν τὸ μὲν ἐν τῇσι μήτρῃσι τοῦ σώματος ᾖ, τὸ δὲ ἐν τοῖσιν αἰδοίοισι, τὸ δὲ ἔξω τῶν αἰδοίων οἰδέῃ καὶ μείνῃ, καὶ οὕτως πυριῇν·
また、身体の一部が子宮内にあり、一部が外陰部にあり、外陰部の外の部分が腫れて留まっているときも、このように燻蒸を施すべきである。
καὶ ἢν μὲν ἀπὸ τῆς πυριήσιος ἀποχωρήσῃ·
もし燻蒸によって出てくるならよし。
εἰ δὲ μὴ, περιαλείψας τὸ στόμα τῆς μήτρης ἐλατηρίῳ παχεῖ, διεὶς ὕδατι, ὅκως ὠδῖνα ἐμποιήσῃ·
そうでなければ、水で溶かした濃いエラテリウムを子宮口の周りに塗り、陣痛を引き起こすようにせよ。
καὶ ἀπὸ τῶν ποτῶν καὶ ἐδεστῶν ὠδῖνα ἐμποιέειν·
また、飲み物や食べ物によっても陣痛を引き起こすようにせよ。
καὶ τὰ αἰδοῖα αὐτὰ ἀλείφειν κηρωτῇ, ἤν σοι δοκέῃ ξηροτέρη εἶναι τοῦ καιροῦ.
そして、もし時期に対して乾燥しすぎていると思われるなら、外陰部そのものに蝋膏を塗るべきである。
§55. Ὁκόταν τοῦ παιδίου τῆς κεφαλῆς προφανείσης ἐκ τοῦ στομάχου μηκέτι ἐθέλῃ τὸ ἄλλο σῶμα προχωρεῖν, τὸ δὲ παιδίον τεθνήκῃ, τοὺς δακτύλους βρέξας ὕδατι, μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς παραβύσας τὸν δάκτυλον, ἐν κύκλῳ περιάγειν·
5. 胎児の頭が子宮口から現れたものの、残りの身体がそれ以上進もうとせず、胎児が死んでいるときは、指を水で濡らし、子宮口と頭の間に指を差し込んで、円を描くように回すべきである。
εἶθ’ ὑποβάλλων τὸν δάκτυλον ὑπὸ τὸ γένειον, διαβύσας ἐς τὸ στόμα, ἔξω ἕλκειν.
それから、顎の下に指をあてがい、口の中に差し込んで外へと引き出すべきである。
§66. Ὁκόταν δὲ τὸ μὲν ἄλλο σῶμα θύρῃφι ᾖ τῶν αἰδοίων, ἡ δὲ κεφαλὴ εἴσω, ἐπὶ πόδας φερομένου τοῦ ἐμβρύου, ἐπὴν περιάγῃς τὸν δάκτυλον ἐν κύκλῳ, ἀμφοτέρας τὰς χεῖρας παρεὶς μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς, βρέξας ὕδατι, ἐξελκύσαι.
6. また、胎児が足先から生まれてきており、身体の他の部分が外陰部の外に出ていて頭が内にあるときは、指を円状に回した上で、水で濡らして子宮口と頭の間に両手を滑り込ませ、引き出すべきである。
Ἢν δὲ τοῦ στομάχου ἔξω ᾖ, τῶν δὲ αἰδοίων εἴσω, παρεὶς τὰς χεῖρας, περιλαβὼν τὴν κεφαλὴν, ἐξέλκειν.
もし頭が子宮口の外にあり、外陰部の内にあるならば、両手を滑り込ませ、頭を包み込むようにして引き出すべきである。

語釈・文法注

  1. 1τοῦ γονίμου ἀπολυθεῖσα — 分詞 ἀπολυθεῖσα(ἀπολύω「解放する」の受動態アオリスト分詞女性単数主格)は主語の μήτρη を修飾する。属格 τοῦ γονίμου は分離を表す属格(奪格的属格)であり、ここでは先に着床した「生存可能な(最初の)胎児」を指している。
  2. 1ὧν ἂν ὁ στόμαχος ... ξυμμεμύκῃ — 関係代名詞 ὧν は先行詞 τῶν γυναικῶν に係り、接続法 ξυμμεμύκῃ(συμμύω の完了接続法三人称単数)を伴う ἄν とともに一般的・条件的な関係節を形成している。
  3. 4ἀνωθέειν — 不定詞 ἀνωθέειν, ἀνῶσαι, ὧδε πυριῇν, ἐμποιέειν などの一連の表現は、すべて命令の不定詞(infinitive of command)として機能しており、医師への実際的な指示や処置を示している。
  4. 4ἀπὸ τεῦ — イオン方言における関係・疑問代名詞の属格形 τεῦ(アッティカ方言の τοῦ / τινός に相当)が前置詞 ἀπὸ と結合したもので、「それによって」「何らかの理由によって」の意味を形成する。ここでは関係節を導き、「燻蒸によって(子宮が潤う)」ことを表す。
  5. 6τοῦ στομάχου ¦p.480¦ ἔξω ᾖ — 属格 τοῦ στομάχου は、副詞的機能を持つ前置詞 ἔξω の支配格。ここでは「子宮口の外側(すなわち子宮腔を通り抜けた産道内)」にある状態を指す。

この箇所を引用する

ヒポクラテス, 重複妊娠について §1-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg038.humanitext-grc1:1-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。