Humanitext Reader

希波克拉底 · 论重孕 §7-14

死胎引产法与胎盘排出及母子征候

第 2 段,共 7 段 · 希腊语

内容简介

阐述了通过物理破坏取出死胎以及利用水袋重力牵引排出留滞卵膜的方法,随后介绍了判断胎儿生死的指征、分娩前的危险征兆以及关于孕妇和双胞胎的一般规律。

§77. Ἢν δὲ τὸ ἔμβρυον ἔνδον μένῃ τετελευτηκὸς καὶ μὴ δύνηται μήτε αὐτόματον μήτε διὰ φαρμάκων ἐκπεσεῖν κατὰ φύσιν, χρίσας τὴν χεῖρα κηρωτῇ, ἥτις ὀλισθητικὴ μάλιστα, ἔπειτα ἐνείρας ἐς τὴν μήτρην, διελεῖν τοὺς ὤμους ἀπὸ τοῦ τραχήλου ἐπερείσαντα τῷ μεγάλῳ δακτύλῳ· ἔχειν δὲ χρὴ πρὸς τὰ τοιαῦτα καὶ ὄνυχα ἐπὶ τῷ δακτύλῳ τῷ μεγάλῳ· καὶ διελόντα ἐξενεγκεῖν τὰς χεῖρας, ἔπειτα πάλιν ἐσείραντα τὴν κοιλίην ἀνασχίσαι, καὶ ἀνασχίσαντα ἡσυχῇ ἐξελεῖν τὰ ἐντοσθίδια, ἔπειτα ἐξελόντα συντρῖψαι τὰ πλευρία, ὅκως ξυμπεσὸν τὸ σωμάτιον εὐσταλέστερον γένηται καὶ ῥᾷον ἐξίῃ, μὴ ὀγκῶδες ἐόν.
7. 如果胎儿死在腹中,且无论是自然地还是通过药物都无法正常排出,应当用最滑润的蜡膏涂抹双手,然后将其插入子宫,用大拇指抵住,将胎儿的双肩与颈部分开;为了进行此类手术,大拇指上还必须留有指甲;分开后,拉出双臂,然后再次将手伸入,剖开腹部,剖开后轻轻取出内脏,取出后压碎肋骨,以便这具小小的身体塌陷后变得更加紧凑,且因不再臃肿而更容易排出。
§88. Τὸ δὲ χόριον ἢν μὴ ῥηϊδίως ἐκπίπτῃ, μάλιστα μὲν ἐᾷν πρὸς τὸ ἔμβρυον προσκέμασθαι, καὶ τὴν λεχὼ προσκαθῆσθαι ὥσπερ ἐπὶ λασάνου· ἔστω δὲ κατεσκευασμένον ὑψηλόν τι, ἵνα τὸ ἔμβρυον ἐκκρεμάμενον συνεπισπᾶται τῷ βάρει ἔξω· ἡσυχῇ δὲ τοῦτο ποιέειν, μὴ πρὸς βίην, ὅκως μὴ ἀποσπασθέν τι παρὰ φύσιν φλεγμονὴν ἐμποιήσῃ·
8. 如果卵膜不易脱落,最好的办法是让它继续附着在胎儿身上,并让产妇坐在类似于便桶的器物上;应当准备一个较高的座椅,以便悬挂着的胎儿能凭借自身的重量将卵膜一同向外拉出;此操作应当温和进行,不可用力过猛,以免非自然撕裂的部分引起炎症。
ὑποκεῖσθαι οὖν δεῖ τῷ ἐμβρύῳ εἴρια ὡς ὀγκωδέστατα νεόξαντα, ἵνα κατὰ μικρὸν ἐνδιδοίη ἀσκία δύο ἐζευγμένα ὕδατος μεστά· ἐπάνω δὲ τῶν ἀσκίων εἴρια· ἐπάνω δὲ τούτων τὸ ἔμβρυον· ἔπειτα τρυπῆσαι ἑκάτερον τῶν ἀσκίων ῥαφίῳ, ὅκως ῥυῇ κατὰ σμικρὸν τὸ ὕδωρ· ἐκρέοντος δὲ τοῦ ὕδατος ἐνδιδόασιν οἱ ἀσκοί· ἐνδιδόντων δὲ ἐπισπᾶται τὸ ἔμβρυον τὸν ὀμφαλὸν, ὁ δὲ ὀμφαλὸς ἐφέλκει τὸ χόριον.
因此,在胎儿下方应当垫上极蓬松的新梳理的羊毛,以便皮袋能逐渐瘪下去:准备两个装满水并连结在一起的皮袋;皮袋上面放羊毛,羊毛上面放胎儿;然后用针将每个皮袋刺破,使水一点点流出;随着水流出,皮袋便瘪下去;随着皮袋瘪下去,胎儿会拉动脐带,而脐带则会牵引卵膜。
Ἢν δὲ μὴ δύνηται καθῆσθαι ἐπὶ τοῦ λασάνου, ἐπ’ ἀνακλίτου δίφρου τετρυπημένου καθήσθω.
如果产妇无法坐在便桶上,应当让她坐在有孔的靠背椅上。
Ἢν δὲ ἀσθενέῃ τὸ σύνολον καθῆσθαι, τὴν κλίνην ὡς ὀρθοτάτην ἀπὸ τῶν πρὸς τῆς κεφαλῆς μερῶν ἀείραντας, ἵνα κάτω ῥέπῃ ὡς μάλιστα καὶ ξυνεπισπᾶται τὸ κάτω βάρος, ὑπὸ τὰς μασχάλας δῆσαι τὴν λεχὼ ἔξωθεν τῶν ἱματίων πρὸς τῇ κλίνῃ ἢ κηρίῃ ἢ ἱμάντι πλατεῖ καὶ μαλθακῷ, ὅκως μὴ ὀρθῆς ἐούσης τῆς κλίνης κάτω τὸ σῶμα φέρηται.
如果产妇极度虚弱而完全无法坐立,应当将床的头部尽可能抬高,使其尽量向下倾斜,以便下方的重物一同牵引,并用带子或宽而柔软的皮革带,隔着衣服在产妇的双腋下将其绑在床上,以免床倾斜时身体滑落下去。
Τὸν αὐτὸν δὲ τρόπον κἢν ἀποῤῥαγῇ ὁ ὀμφαλὸς, κἢν ἀποτάμῃ τις πρὸ τοῦ καιροῦ, βάρεα ξύμμετρα ἐκκρεμανῦντα, τὴν ἐξαγωγὴν τοῦ χορίου ποιέεσθαι· βελτίστη γὰρ αὕτη ἡ θεραπείη τῶν τοιῶνδε γίνεται καὶ ἥκιστα βλάπτει.
同样地,即使脐带断裂,或者有人在不妥当的时候提前切断了脐带,也应当通过悬挂适度重量的重物来将卵膜引出;因为这种治疗法对此类情况最为有效,且伤害最小。
§99. Ἢν δέ τινι ἐναποθάνῃ τὸ παιδίον ἐν τῇ μήτρῃ καὶ μὴ ἐξέλθῃ, ὑγρῆς ἐούσης τῆς μήτρης καὶ μὴ ἐχούσης ἔτι τὸ ὑποκείμενον, ἀλλὰ ξηρανθῇ ἡ μήτρη, πρῶτον μὲν οἰδίσκεται αὐτό· ἔπειτα τήκεται καὶ σήπεται τὰς σάρκας, καὶ ῥέει θύρῃφι· ὕστατα δὲ τὰ ὀστέα χωρέει· καὶ ῥόος ἐνίοτε λαμβάνει, ἢν μὴ πρότερον ἀποθάνῃ.
9. 如果在某位妇女体内,胎儿死于子宫中且未排出,子宫虽然湿润,但因不再拥有可供维系的基质而干燥,那么首先胎儿本身会肿胀;接着,其肉融化并腐烂,流向体外;最后骨骼排出;有时她还会遭遇严重的流液,除非在此之前她已经死亡。
§1010. Ὁκόταν τὸ παιδίον ἐντεθνήκῃ, καὶ τοῖς ἄλλοισι τεκμαίρεσθαι σημηΐοις, καὶ κελεύειν τοτὲ μὲν ἐπὶ δεξιὰ κεῖσθαι, τοτὲ δὲ ἐπ’ ἀριστερὰ μεταβάλλειν· μεταπίπτει γὰρ ἐν τῇ μήτρῃ τὸ παιδίον ὁποτέρωθι ἂν καὶ ἡ γυνὴ, ὥσπερ λίθος ἢ ἄλλο τι, ἢν τεθνήκῃ, καὶ τὸ ἦτρον ψυχρὸν ἔχει· ἢν δὲ ζώῃ, τό τε ἦτρον θερμὸν ἔχει, καὶ ἡ μὲν γαστὴρ ὅλη μεταπίπτει τεταμένη μετὰ τοῦ ἄλλου σώματος, ἐν αὐτέῃ δὲ οὐδὲν μεταπίπτει χωρὶς τοῦ ἄλλου σώματος.
10. 当胎儿死亡时,应当根据其他迹象进行判断,并嘱咐她时而向右侧卧,时而转向左侧;因为如果胎儿已死,它在子宫中就会像石头或其他东西一样,随着妇人倾斜的方向而滚落,且她的下腹部是冰凉的;但如果胎儿还活着,她的下腹部则是温暖的,整个肚子会与身体其余部分一同紧绷地改变位置,而其内部没有任何东西会脱离身体其余部分而单独滚落。
§1111. ᾟ τινι ἂν ὠδινούσῃ πρὸ τοῦ παιδίου ῥοὸς πολλὸς αἱματώδης γένηται ἀνώδυνος, κίνδυνος τὸ παιδίον τεθνηκὸς ἀπολυθῆναι, ἢ οὐ βιώσιμον γενέσθαι.
11. 如果在阵痛中的妇女身上,在胎儿娩出前出现了大量无痛的血性流液,则胎儿有死产或无法存活的危险。
§1212. Κυουσέων τῶν γυναικῶν ὁ στόμαχος τῶν πλείστων ἐγγὺς τυγχάνει ἐὼν πρὸ τοῦ τόκου.
12. 在大多数孕妇中,子宫口在分娩前都会变得很近。
§1313. Κυέουσα ἡ γυνὴ, ἢν μὴ λαγνεύηται, ῥηΐτερον ἀπολυθήσεται τοῦ τόκου.
13. 孕妇如果不进行性交,会更容易分娩。
§1414. Ἡ τὰ δίδυμα κυέουσα τίκτει τῇ αὐτῇ ὡς καὶ συνέλαβεν· ἔχει δὲ ἑνὶ χορίῳ τὰ παιδία ἀμφότερα.
14. 怀双胞胎的妇人,分娩的方式与她受孕时相同;且她将两个胎儿包裹在同一个卵膜中。

词汇与语法注释

  1. §7διελεῖν — 充当命令法的不定式。这是医学文献中的标准文体特征,在语境中表示对医生或操作者的指示或命令。
  2. §8ἐνδιδοίη — 表示目的或预期情况的祈愿式。它指明了通过羊毛缓冲使皮袋能够“逐渐陷下去”这一有意图且缓慢的变化过程。
  3. §9μὴ ἐχούσης ἔτι τὸ ὑποκείμενον — 属格独立结构中的分词短语。这里的“底层物质”指的是子宫维持胎儿或分泌液所需的生理基础,缺乏它会导致子宫干燥的过程。
  4. §10ἐν αὐτέῃ δὲ οὐδὲν μεταπίπτει χωρὶς τοῦ ἄλλου σώματος — 介词短语 ἐν αὐτέῃ 指代阴性单数名词,可能指腹部(gaster)。它将活胎(与母亲的身体协同活动)与死胎(会独立于身体其余部分而滚落,即 χωρίς)进行了对比,以此作为生死鉴别的标准。
  5. §14τῇ αὐτῇ ὡς καὶ συνέλαβεν — 带有省略阴性名词(如 ἡμέρᾳ“在同一天”或 ὁδῷ“以同样的方式”)的比较表达。意味着妇人以与受孕时相同的时间或方式产下双胞胎。

引用这一段

希波克拉底, 论重孕 §7-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg038.humanitext-grc1:7-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。