§44. Ἕτερος τρόπος·
4. 別の方法。
προσφύεται πρὸς τῇ αἱματίτιδι τῇ κονδυλώδει οἷον συκαμίνου καρπός·
コンデュローマ(疣贅)様の赤みのある痔には、まるでクワの実のようなものが付着して生じる。
καὶ ἢν μὲν ἔξω σφόδρα ᾖ ἡ κονδύλωσις, περιπέφυκεν αὐτῇ καλυπτὴρ ὁ τῆς σαρκός.
そして、もしその疣贅が極めて外側にあれば、その周りを肉の被覆が取り囲んで生長する。
Καθίσας οὖν τὸν ἄνθρωπον ὀκλὰξ ἐπὶ ὅλμων δύο, σκόπει·
したがって、その患者を二つの臼の上にしゃがませて観察せよ。
εὑρήσεις γὰρ πεφυσημένα τὰ μεσηγὺ τῶν γλουτῶν παρὰ τὴν ἕδρην, τὸ δὲ αἷμα ἐκχωρέον ἔνδοθεν.
なぜなら、臀部の間、肛門のあたりが腫れ上がっており、血液が内側から流れ出ているのを見出すからである。
Ἢν γοῦν ἐνδιδῷ ὑπὸ τῷ καλυπτῆρι, τὸ κονδύλωμα τῷ δακτύλῳ ἀφελεῖν·
もし、その被覆の下が(指の圧力に対して)屈するならば、指でその疣贅を取り除きなさい。
οὐδὲν γὰρ χαλεπώτερον ἤ περ προβάτου δειρομένου τὸν δάκτυλον μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς περαίνειν·
というのも、剥ぎ取られた羊の皮膚と肉の間に指を滑り込ませるのと、全く難しさは変わらないからである。
καὶ ταῦτα διαλεγόμενος ἅμα λάνθανε ποιέων. Ἐπὴν δὲ ἀφέλῃς τὸ κονδύλωμα, ἀνάγκη ῥέεσθαι δρόμους αἵματος ἀπὸ πάσης τῆς ἀφαιρέσιος· ταῦτα χρὴ ἀποπλῦναι οἴνῳ αὐστηρῷ, κηκίδας ἐναποβρέξας· καὶ ἥ τε αἱματῖτις οἰχήσεται σὺν τῷ κονδυλώματι, καὶ τὸ κάλυμμα καταστήσεται, καὶ ὅσῳ ἂν παλαιότερον ᾖ, ῥηϊδίως ἔσται ἡ ἴησις.
そして、これらのことを(患者と)話しながら、同時に気づかれないように行え。
§55. Ἢν δὲ ἀνωτέρω ᾖ ἡ κονδύλωσις, τῷ κατοπτῆρι σκέπτεσθαι, καὶ μὴ ἐξαπατᾶσθαι ὑπὸ τοῦ κατοπτῆρος·
5. もしその疣贅がより高い位置にあるならば、鏡(直腸鏡)を用いて観察し、鏡によって欺かれないようにせよ。
διοιγόμενος γὰρ ὁμαλύνει τὴν κονδύλωσιν, ξυναγόμενος δὲ πάλιν δείκνυσιν ὀρθῶς.
なぜなら、鏡が開かれると疣贅は平らになり、閉じられると再び正しく現れるからである。
Ἀφαιρέειν δὲ χρὴ, ἑλλεβόρῳ μέλανι ὑπαλείφοντα τὸν δακτύλιον·
これを取り除くには、指サックに黒ヘレボルスを塗って行うべきである。
ἔπειτα τριταῖον οἴνῳ κλύζειν αὐστηρῷ.
その後、三日目に渋いワインで洗浄せよ。
Τὸ δὲ αἷμα, ὅταν ἀφέλῃς τὴν κονδύλωσιν, ὅτι οὐ ῥέει, μὴ θαυμάζειν·
疣贅を取り除いたとき、血が流れないからといって、不思議に思うな。
οὐδὲ γὰρ ἢν ἐν τοῖσιν ἄρθροισι διατάμῃς τὰς χεῖρας ἢ τὰ σκέλεα, οὐ ῥεύσεται αἷμα·
関節のところで手や脚を切断しても血は流れないからである。
ἢν δ’ ἄνωθεν ἢ κάτωθεν τάμῃς τῶν ἄρθρων, εὑρήσεις κοίλας φλέβας καὶ αἱμόῤῥους, καὶ χαλεπῶς ἂν ἴσχοις εὐπόρως.
しかし、関節の上か下を切るならば、そこに太い血管と出血する血管を見出すことになり、容易に抑えることは困難であろう。
Οὕτω καὶ τὴν ἐν τῇ ἕδρῃ αἱμοῤῥοΐδα, ἢν μὲν ἄνωθεν ἢ κάτωθεν τάμῃς τῆς ἀφαιρέσιος τοῦ κονδυλώματος, αἷμα ῥεύσεται·
同様に、肛門の痔においても、疣贅の切除箇所の切り口の上または下を切れば、血が流れるであろう。
ἢν δὲ αὐτὴν ἀφέλῃς τὴν κονδύλωσιν ἐν τῇ προσφύσει, οὐ ῥεύσεται.
しかし、その疣贅自体を付着部で取り除くならば、血は流れない。
Ἢν μὲν οὖν οὕτω καθίσταται, καλῶς ἂν ἔχοι·
したがって、もしこのように治まるなら、それでよい。
ἢν δὲ μὴ, καῦσαι, φυλασσόμενος ὡς μὴ ἅψῃ τῷ σιδήρῳ, ἀλλ’ ἐγγὺς προσφέρων τὰ σιδήρια ἀποξηραίνειν, καὶ προστιθέναι τὸ τοῦ χαλκοῦ ἄνθος τὸ ἐν τῷ οὔρῳ.
しかし、もしそうならないなら、鉄製の器具で(痔に)触れないように注意しながら、鉄製の器具を近くに寄せて乾燥させるように焼灼し、尿に溶かした「銅の花」を塗布せよ。
§66. Ἕτερος τρόπος ἰήσιος αἱμοῤῥοΐδων·
6. 痔の別の治療法。
καυστῆρα ποιήσασθαι, οἷον καλαμίσκον φραγμίτην·
垣根用の葦のような焼灼用パイプを作ること。
σιδήριον δὲ ἐναρμόσαι καλῶς ἁρμόζον·
これにぴったり合う鉄製の器具をはめ込む。
ἔπειτα τὸν αὐλίσκον ἐνθεὶς ἐς τὴν ἕδρην, διαφαῖνον τὸ σιδήριον καθιέναι, καὶ πυκνὰ ἐξαιρέειν, ἵνα μᾶλλον ἀνέχηται θερμαινόμενος·
次いで、その小管を肛門に挿入し、赤熱した鉄製の器具を中に下ろし、頻繁に取り出しなさい。 それは患者が熱せられるのに耐えやすくするためである。
καὶ οὔτε ἕλκος ἕξει ὑπὸ τῆς θερμασίης, ὑγιέα τε ξηρανθέντα τὰ φλέβια.
こうすれば、熱によって潰瘍が生じることもなく、微小血管は乾燥して健康になる。
§77. Ἢν δὲ βούλῃ μήτε καίειν, μήτε ἀποτάμνειν, προκαταιονήσας ὕδατι πολλῷ θερμῷ, καὶ ἐκτρέψας τὴν ἕδρην, σμύρναν τρίψας λείην καὶ κηκίδα, καὶ στυπτηρίην αἰγυπτίην κατακαύσας, ἓν καὶ ἥμισυ πρὸς τἄλλα, καὶ μελαντηρίης ἄλλο τοσοῦτον, τουτέοισι ξηροῖσι χρῆσθαι·
7. もし、焼灼することも切除することも望まないならば、あらかじめ大量の温水で温湿布を施し、肛門を外に反転させ、滑らかにすり潰したミルラと没食子、そして焼いたエジプト明礬を他の成分に対して一倍半の割合で、さらにそれと同量の黒色顔料を、乾燥した状態で用いよ。
ἡ δὲ αἱμοῤῥοῒς τουτέοισι τοῖσι φαρμάκοισιν ἀποστήσεται, ὥσπερ σκύτος κατακεκαυμένον·
痔はこれらの薬剤によって、まるで焼かれた皮のように脱落するであろう。
ταῦτα ποιέειν μέχοις ἂν πάσας ἀφανίσῃς.
これらを、すべての痔が消失するまで行いなさい。
Καὶ χαλκίτιδος ἥμισυ κεκαυμένον τωὐτὸ ἀπεργάζεται.
焼いた黄銅鉱を半量用いても同じ効果が得られる。
§88. Ἢν δὲ βούλῃ βαλάνοισιν ἰῆσθαι, σηπίης ὄστρακον, μολυβδαίνης τρίτον μέρος, ἄσφαλτον, στυπτηρίην, ἄνθος ὀλίγον, κηκίδα, χαλκοῦ ἰὸν ὀλίγον, τουτέων μέλι ἑφθὸν καταχέας, βάλανον ποιήσας μακροτέρην, προστίθει, μέχρις ἂν ἀφανίσῃς.
8. もし坐薬(栓剤)で治療したいならば、コウイカの骨、方鉛鉱を三分の一、アスファルト、明礬、銅の花を少し、没食子、緑青を少し、これらに煮た蜂蜜を注ぎ、やや長めの坐薬を作って、消失するまで挿入せよ。
§99. Γυναικείην αἱμοῤῥοΐδα ὧδε θεραπεύειν·
9. 女性の痔は次のように治療する。
πολλῷ ὕδατι θερμῷ αἰονήσας, σύνεψε δὲ ἐν τῷ θερμῷ τῶν εὐωδέων, τρίψας μυρίκην, λιθάργυρον ὀπτὴν, καὶ κηκίδα, οἶνον λευκὸν παράχεε καὶ ἔλαιον καὶ χηνὸς στέαρ, τρίψας ὁμοῦ πάντα, διδόναι, ὁκόταν αἰονηθῇ, διαχρήσασθαι·
大量の温水で温湿布を施し、その温水の中で香料植物を一緒に煮なさい。 ギョリュウ、焼いた密陀僧、没食子をすり潰し、白ワイン、オリーブ油、鵞鳥の脂肪を注ぎ入れ、すべてを一緒にすり潰して、温湿布の後に塗布するために与えなさい。
αἰονᾷν δὲ καὶ τὴν ἕδρην ἐξώσας ὡς μάλιστα.
温湿布は、肛門をできるだけ外に押し出させて行いなさい。