Humanitext Reader

ヒポクラテス · 痔について §1-3

痔の成因と鉄による焼灼および切除の治療法

1 / 2 箇所 · ギリシア語

要旨

痔の発生メカニズムと、赤熱させた鉄の器具を用いる焼灼治療法、および切除後に尿と銅を用いた薬を用いる代替治療法と術後ケアについて論じられている。

§1## ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ. 1. Αἱμοῤῥοΐδων τὸ μὲν νόσημα ὧδε γίνεται·
## 痔について 1. 痔の疾患は次のようにして生じる。
ἐπὴν χολὴ ἢ φλέγμα ἐς τὰς φλέβας τὰς ἐν τῷ ἀρχῷ καταστηρίξῃ, θερμαίνει τὸ αἷμα τὸ ἐν τοῖσι φλεβίοισι·
胆汁または粘液が直腸の血管に定着すると、それは微小血管内の血液を熱する。
θερμαινόμενα δὲ τὰ φλέβια ἐπισπᾶται ἐκ τῶν ἔγγιστα φλεβίων τὸ αἷμα, καὶ πληρεύμενα ἐξοιδέει ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, καὶ ὑπερίσχουσιν αἱ κεφαλαὶ τῶν φλεβίων, καὶ ἅμα μὲν ὑπὸ τῆς κόπρου ἐξιούσης φλώμεναι, ἅμα δὲ ὑπὸ τοῦ αἵματος ἀθροιζομένου βιαζόμεναι, ἐξακοντίζουσιν αἷμα, μάλιστα μὲν ξὺν τῷ ἀποπάτῳ, ἐνίοτε δὲ χωρὶς τοῦ ἀποπάτου.
熱せられた微小血管は、最も近くの微小血管から血液を引き寄せ、充満して直腸の内側へと腫れ上がり、微小血管の頭部が突出する。 そして、一方は排泄される糞便によって擦られ、他方は集まる血液によって圧迫されて、血液を噴出する。 これは特に排便に伴うが、時には排便を伴わないこともある。
§22. Θεραπεύειν δὲ δεῖ ὧδε·
2. 治療は次のように行うべきである。
πρῶτον μὲν ὑπαρχέτω εἰδέναι ἐν οἵῳ χωρίῳ γίνονται.
まず第一に、それらがどのような場所に生じるかを知ることから始めよ。
Ἀρχὸν γὰρ καὶ τάμνων, καὶ ἀποτάμνων, καὶ ἀναῤῥάπτων, καὶ δαίων, καὶ ἀποσήπων, ταῦτα γὰρ δοκέει δεινότατα εἶναι, οὐδὲν ἂν σίνοιο.
なぜなら、直腸を切開しようと、切除しようと、縫合しようと、焼灼しようと、腐食させようと、――これらは最も恐ろしいことと思われるが――いかなる害も与えないからである。
Παρασκευάσασθαι δὲ κελεύω ἑπτὰ ἢ ὀκτὼ σιδήρια, σπιθαμιαῖα τὸ μέγεθος, πάχος δὲ ὡσεὶ μήλης παχείης· ἐξ ἄκρου δὲ κατακάμψαι· καὶ ἐπὶ τῷ ἄκρῳ πλατὺ ἔστω ὡς ἐπὶ ὀβολοῦ μικροῦ.
私は、長さが一スパンほどで、太さは太い探針ほど、先端が曲がっており、その先端が小さなオボロス銅貨のように平らになっている鉄製の器具を七、八本用意することを勧める。
Προκαθήρας δὴ φαρμάκῳ τῇ πρότερον, αὐτῇ δὲ ᾗ ἂν ἐπιχειρέῃς καῦσαι, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, καὶ προσκεφάλαιον ὑπὸ τὴν ὀσφὺν ὑποθεὶς, ἐξαναγκάζειν ὡς μάλιστα τοῖσι δακτύλοισι τὴν ἕδρην ἔξω, ποιέειν δὲ καὶ διαφανέα τὰ σιδήρια, καὶ καίειν ἕως ἂν ἀποξηράνῃς, καὶ ὅκως μὴ ὑπαλείψῃς·
前日に薬であらかじめ下しておき、焼灼を試みるその日に、患者を仰向けに寝かせ、腰の下に枕を敷き、指で肛門をできるだけ外側に押し出させ、鉄製の器具を赤熱させて、乾燥させるまで焼き、また決して塗らないようにせよ。
καίειν δὲ καὶ μηδεμίην ἐᾶσαι ἄκαυστον τῶν αἱμοῤῥοΐδων, ἀλλὰ πάσας ἀποκαύσεις.
そして焼灼を行い、痔のどれをも焼かずに残さず、すべてを焼き尽くさねばならない。
Γνώσει δὲ οὐ χαλεπῶς τὰς αἱμοῤῥοΐδας·
痔を見分けるのは難しくない。
ὑπερέχουσι γὰρ ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, οἷον ῥᾶγες πελιδναὶ, καὶ ἅμα ἐξαναγκαζομένου τοῦ ἀρχοῦ ἐξακοντίζουσιν αἷμα.
それらは直腸の内側へ、まるで暗紫色のブドウの粒のように突出しており、直腸が押し出されると同時に血を噴き出すからである。
Κατεχόντων δ’ αὐτῶν, ὅταν καίηται, τῆς κεφαλῆς καὶ τὰς χεῖρας, ὡς μὴ κινέηται, βοάτω καιόμενος·
焼灼している間、彼らが患者の頭と手を、動かないように押さえておくように。 患者は焼かれている間に叫ばせよ。
ὁ γὰρ ἀρχὸς μᾶλλον ἐξίσχει.
というのも、直腸がより外に押し出されるからである。
Ἐπὴν δὲ καύσῃς, φακοὺς καὶ ὀρόβους ἑψήσας ἐν ὕδατι, τρίψας λείους, κατάπασσε πέντε ἢ ἓξ ἡμέρας·
焼灼し終えたら、レンズ豆とヒラマメを水で煮て、滑らかにすり潰したものを五、六日の間塗布しなさい。
τῇ δὲ ἑβδόμῃ σπόγγον μαλθακὸν τάμνειν ὡς λεπτότατον, πλάτος δὲ εἶναι τοῦ σπόγγου ὅσον ἓξ δακτύλων πάντη·
七日目には、柔らかい海綿をできるだけ薄く切り、その海綿の幅は四方に指六本分ほどとする。
ἔπειτα ἐπιθεῖναι ἐπὶ τὸν σπόγγον ὀθόνιον ἴσον τῷ σπόγγῳ λεπτὸν καὶ λεῖον, ἀλείψας μέλιτι·
次いで、その海綿の上に、海綿と同じ大きさの薄くて滑らかな麻布を、蜂蜜を塗った上で重ねる。
ἔπειτα ὑποβαλὼν τῷ δακτύλῳ τῷ λιχανῷ τῆς ἀριστερῆς χειρὸς μέσον τὸν σπόγγον, ὦσαι κάτω τῆς ἕδρης ὡς προσωτάτω·
それから、左手の示指を海綿の中央の下に当てて、肛門の奥へとできるだけ深く押し込む。
ἔπειτα ἐπὶ τὸν σπόγγον προσθεῖναι εἴριον, ὡς ἂν ἐν τῇ ἕδρῃ ἀτρεμίζῃ.
それから、海綿の上に羊毛をあてがい、それが肛門の中で動かないようにする。
Διαζώσας δὲ ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ταινίην ἐκ τοῦ ὄπισθεν, ἀναλαβὼν ἐκ τῶν σκελέων τὸν ἐπίδεσμον, ἀναδῆσαι ἐς τὸ διάζωσμα παρὰ τὸν ὀμφαλόν.
腰回りに帯を締め、後ろから紐を通し、両脚の間から包帯を引き上げて、おへそのあたりで帯に結びつけなさい。
Τὸ δὲ φάρμακον, ὃ εἶπον, ἐπίδει τὸ πυκνὴν τὴν σάρκα ποιέον καὶ ἰσχυρὴν φῦναι.
そして、私が言った薬は、肉を密に、かつ強く生え出させるように包帯で固定せよ。
Ταῦτα δὲ δεῖ ἐπιδεῖν μὴ ἔλασσον ἡμερῶν εἴκοσι.
これらは、二十日を下回らない期間、包帯で固定しておかねばならない。
Ῥοφέειν δὲ ἅπαξ τῆς ἡμέρης ἄλευρον, ἢ κέγχρον, ἢ τὸ ἀπὸ τῶν πιτύρων, καὶ πίνειν ὕδωρ·
食事は、一日に一回、大麦粉の粥、またはキビの粥、あるいはふすまから作った粥をすすり、水を飲むこと。
ἣν δὲ ἐς ἄφοδον ἵζηται, ὕδατι θερμῷ διανίζειν·
もし便意を催して座るなら、温水でよく洗い流すこと。
λούεσθαι δὲ διὰ τρίτης ἡμέρης.
入浴は二日おきに行うこと。
§33. Ἑτέρη θεραπείη·
3. 別の治療法。
ἐκβαλὼν τὴν ἕδρην ὡς μάλιστα, αἰονᾷν ὕδατι θερμῷ, ἔπειτα ἀποτάμνειν τῶν αἱμοῤῥοΐδων τὰ ἄκρα·
肛門をできるだけ外に出させ、温水で温湿布し、次いで痔の先端を切り取る。
φάρμακον δὲ προκατασκευασθῆναι πρὸς τὴν τομὴν τόδε·
切除に対してあらかじめ用意しておくべき薬は次の通りである。
οὐρήσας ἐς χαλκεῖον, ἐπίπασσον ἐπὶ τὸ οὖρον χαλκοῦ ἄνθος ὀπτοῦ καὶ τετριμμένου λείου, ἔπειτα διεὶς, καὶ κινήσας τὸ χαλκεῖον, ξήρανον ἐν τῷ ἡλίῳ·
青銅の器に尿を注ぎ、その尿の上に、焼いて滑らかにすり潰した「銅の花」を振りかける。 次いでそれを溶かし、青銅の器を揺り動かした後、天日で乾燥させる。
ὅταν δὲ ξηρὸν γένηται, συνξύσας τρῖψον λεῖον.
乾燥したら、掻き集めて滑らかにすり潰す。
Προστίθει τῷ δακτυλίῳ, καὶ σπληνία ἐλαιώσας προστίθει, καὶ σπόγγον ἐπάνω ἐπίδει.
これを指サックで塗布し、オリーブ油を塗った湿布布をあてがい、さらにその上から海綿を包帯で固定する。

語釈・文法注

  1. §2ὑπαρχέτω εἰδέναι — 三人称単数命令形 ὑπαρχέτω(あらかじめ存在せよ)は、不定詞 εἰδέναι(知ること)を主語に取る。「まず〜を知っていることが前提とならねばならない」という独創的な強意の命令表現。
  2. §2Ἀρχὸν γὰρ καὶ τάμνων... οὐδὲν ἂν σίνοιο — τάμνων(切開すること)以下の一連の分詞は条件節(「〜したとしても」)として機能し、その直接目的語は文頭の ἀρχόν(直腸)である。主節の動詞 ἂν σίνοιο(希求法+ἄν)は可能・潜在を表し、「何ら(οὐδέν、副詞的対格)害を与えないであろう」となる。
  3. §2κατεχόντων δ’ αὐτῶν ... τῆς κεφαλῆς καὶ τὰς χεῖρας — 命令法三人称複数 κατεχόντων(彼らに押さえさせよ)は、部分の属格である τῆς κεφαλῆς(頭を)と、対格である τὰς χεῖρας(手を)を同時に目的語として取っている。αὐτῶν は「患者の」を意味する属格で κεφαλῆς にかかる。
  4. §3φάρμακον δὲ προκατασκευασθῆναι — 受動態不定詞 προκατασκευασθῆναι は、命令の代用(命令法的不定詞)として機能しており、「〜が(あらかじめ)用意されねばならない」という強い指示を表す。

この箇所を引用する

ヒポクラテス, 痔について §1-3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg029.humanitext-grc1:1-3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。