§44. Ἕτερος τρόπος· προσφύεται πρὸς τῇ αἱματίτιδι τῇ κονδυλώδει οἷον συκαμίνου καρπός· καὶ ἢν μὲν ἔξω σφόδρα ᾖ ἡ κονδύλωσις, περιπέφυκεν αὐτῇ καλυπτὴρ ὁ τῆς σαρκός.
4. 另一种方法:在赘瘤状的赤红痔疮上,会长出像桑葚一样的东西;如果赘瘤非常靠外,它的周围就会长出一层肉质的包皮。
Καθίσας οὖν τὸν ἄνθρωπον ὀκλὰξ ἐπὶ ὅλμων δύο, σκόπει· εὑρήσεις γὰρ πεφυσημένα τὰ μεσηγὺ τῶν γλουτῶν παρὰ τὴν ἕδρην, τὸ δὲ αἷμα ἐκχωρέον ἔνδοθεν.
因此,让患者蹲在两个臼上,进行观察;因为你会发现臀部之间、肛门旁边的部位肿胀,且血液从内部流出。
Ἢν γοῦν ἐνδιδῷ ὑπὸ τῷ καλυπτῆρι, τὸ κονδύλωμα τῷ δακτύλῳ ἀφελεῖν· οὐδὲν γὰρ χαλεπώτερον ἤ περ προβάτου δειρομένου τὸν δάκτυλον μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς περαίνειν· καὶ ταῦτα διαλεγόμενος ἅμα λάνθανε ποιέων.
如果这赘瘤在包皮下(受压时)让步,就用手指将赘瘤剥离;因为这并不比在剥了皮的羊的皮肤和肉之间滑入手指更难;并且在与他交谈的同时,顺便在不被察觉的情况下进行操作。
Ἐπὴν δὲ ἀφέλῃς τὸ κονδύλωμα, ἀνάγκη ῥέεσθαι δρόμους αἵματος ἀπὸ πάσης τῆς ἀφαιρέσιος· ταῦτα χρὴ ἀποπλῦναι οἴνῳ αὐστηρῷ, κηκίδας ἐναποβρέξας· καὶ ἥ τε αἱματῖτις οἰχήσεται σὺν τῷ κονδυλώματι, καὶ τὸ κάλυμμα καταστήσεται, καὶ ὅσῳ ἂν παλαιότερον ᾖ, ῥηϊδίως ἔσται ἡ ἴησις. §55. Ἢν δὲ ἀνωτέρω ᾖ ἡ κονδύλωσις, τῷ κατοπτῆρι σκέπτεσθαι, καὶ μὴ ἐξαπατᾶσθαι ὑπὸ τοῦ κατοπτῆρος· διοιγόμενος γὰρ ὁμαλύνει τὴν κονδύλωσιν, ξυναγόμενος δὲ πάλιν δείκνυσιν ὀρθῶς.
5. 如果赘瘤在更高的位置,就要用镜(直肠镜)来观察,并且不要被镜所欺骗;因为当镜打开时,它会使赘瘤变平,而关闭时,它会再次正确地显现。
Ἀφαιρέειν δὲ χρὴ, ἑλλεβόρῳ μέλανι ὑπαλείφοντα τὸν δακτύλιον· ἔπειτα τριταῖον οἴνῳ κλύζειν αὐστηρῷ.
应当在指套上涂抹黑黎芦来进行剥离;然后在第三天用涩味葡萄酒冲洗。
Τὸ δὲ αἷμα, ὅταν ἀφέλῃς τὴν κονδύλωσιν, ὅτι οὐ ῥέει, μὴ θαυμάζειν· οὐδὲ γὰρ ἢν ἐν τοῖσιν ἄρθροισι διατάμῃς τὰς χεῖρας ἢ τὰ σκέλεα, οὐ ῥεύσεται αἷμα· ἢν δ’ ἄνωθεν ἢ κάτωθεν τάμῃς τῶν ἄρθρων, εὑρήσεις κοίλας φλέβας καὶ αἱμόῤῥους, καὶ χαλεπῶς ἂν ἴσχοις εὐπόρως.
当你剥离赘瘤时,不要对血不流出来感到奇怪;因为如果你在关节处切断手或腿,血也不会流出来;但如果你在关节的上方或下方切割,你就会发现粗大且出血的血管,并且你很难轻易将血止住。
Οὕτω καὶ τὴν ἐν τῇ ἕδρῃ αἱμοῤῥοΐδα, ἢν μὲν ἄνωθεν ἢ κάτωθεν τάμῃς τῆς ἀφαιρέσιος τοῦ κονδυλώματος, αἷμα ῥεύσεται· ἢν δὲ αὐτὴν ἀφέλῃς τὴν κονδύλωσιν ἐν τῇ προσφύσει, οὐ ῥεύσεται.
同样地,在肛门的痔疮中,如果你在剥离赘瘤部位的上方或下方切割,血就会流出来;但如果你在赘瘤的附着处直接剥离它,血就不会流。
Ἢν μὲν οὖν οὕτω καθίσταται, καλῶς ἂν ἔχοι· ἢν δὲ μὴ, καῦσαι, φυλασσόμενος ὡς μὴ ἅψῃ τῷ σιδήρῳ, ἀλλ’ ἐγγὺς προσφέρων τὰ σιδήρια ἀποξηραίνειν, καὶ προστιθέναι τὸ τοῦ χαλκοῦ ἄνθος τὸ ἐν τῷ οὔρῳ.
如果情况能这样解决,那就很好;如果不行,就进行烧灼,注意不要让铁器触碰到它,而是将铁器靠近以使其干燥,并涂抹溶于尿中的“铜花”。
§66. Ἕτερος τρόπος ἰήσιος αἱμοῤῥοΐδων· καυστῆρα ποιήσασθαι, οἷον καλαμίσκον φραγμίτην· σιδήριον δὲ ἐναρμόσαι καλῶς ἁρμόζον· ἔπειτα τὸν αὐλίσκον ἐνθεὶς ἐς τὴν ἕδρην, διαφαῖνον τὸ σιδήριον καθιέναι, καὶ πυκνὰ ἐξαιρέειν, ἵνα μᾶλλον ἀνέχηται θερμαινόμενος· καὶ οὔτε ἕλκος ἕξει ὑπὸ τῆς θερμασίης, ὑγιέα τε ξηρανθέντα τὰ φλέβια.
6. 另一种治疗痔疮的方法:制作一个烧灼器管,就像用于篱笆的苇管;然后嵌入一个非常契合的铁器;接着,将小管插入肛门,放下烧红的铁器,并频繁取出,以便患者在受热时能更好地忍受;这样他既不会因热而产生溃疡,微血管也会干燥并痊愈。
§77. Ἢν δὲ βούλῃ μήτε καίειν, μήτε ἀποτάμνειν, προκαταιονήσας ὕδατι πολλῷ θερμῷ, καὶ ἐκτρέψας τὴν ἕδρην, σμύρναν τρίψας λείην καὶ κηκίδα, καὶ στυπτηρίην αἰγυπτίην κατακαύσας, ἓν καὶ ἥμισυ πρὸς τἄλλα, καὶ μελαντηρίης ἄλλο τοσοῦτον, τουτέοισι ξηροῖσι χρῆσθαι· ἡ δὲ αἱμοῤῥοῒς τουτέοισι τοῖσι φαρμάκοισιν ἀποστήσεται, ὥσπερ σκύτος κατακεκαυμένον· ταῦτα ποιέειν μέχοις ἂν πάσας ἀφανίσῃς.
7. 如果你既不想烧灼,也不想切除,就先用大量温水热敷,并使肛门外翻,然后使用干燥的、研磨光滑的没药、没食子,以及烧过的埃及明矾(其分量为其他成分的一倍半),再加等量的黑墨(硫酸铁颜料);痔疮会在这些药物的作用下,像被烧过的皮革一样脱落;重复这一步骤,直到将它们全部消除。
Καὶ χαλκίτιδος ἥμισυ κεκαυμένον τωὐτὸ ἀπεργάζεται.
使用半量烧过的黄铜矿也能达到同样的效果。
§88. Ἢν δὲ βούλῃ βαλάνοισιν ἰῆσθαι, σηπίης ὄστρακον, μολυβδαίνης τρίτον μέρος, ἄσφαλτον, στυπτηρίην, ἄνθος ὀλίγον, κηκίδα, χαλκοῦ ἰὸν ὀλίγον, τουτέων μέλι ἑφθὸν καταχέας, βάλανον ποιήσας μακροτέρην, προστίθει, μέχρις ἂν ἀφανίσῃς.
8. 如果你想用栓剂治疗:乌贼骨、三分之一分量的方铅矿、沥青、明矾、少许铜花、没食子、少许绿青;在这些原料上倒入熬好的蜂蜜,做成较长的栓剂,塞入其中,直到将它们消除。
§99. Γυναικείην αἱμοῤῥοΐδα ὧδε θεραπεύειν· πολλῷ ὕδατι θερμῷ αἰονήσας, σύνεψε δὲ ἐν τῷ θερμῷ τῶν εὐωδέων, τρίψας μυρίκην, λιθάργυρον ὀπτὴν, καὶ κηκίδα, οἶνον λευκὸν παράχεε καὶ ἔλαιον καὶ χηνὸς στέαρ, τρίψας ὁμοῦ πάντα, διδόναι, ὁκόταν αἰονηθῇ, διαχρήσασθαι· αἰονᾷν δὲ καὶ τὴν ἕδρην ἐξώσας ὡς μάλιστα.
9. 女性的痔疮应如此治疗:用大量温水热敷,并在温水中加入香料植物一同煎煮;研磨柽柳、烧过的密陀僧和没食子,倒入白葡萄酒、橄榄油和鹅脂,将所有原料一同研磨,在热敷后给予使用;热敷时要让肛门尽可能向外推。