Humanitext Reader

ヒポクラテス · 損傷について §1-5

創傷治療の基本原則と乾燥の重要性

1 / 6 箇所 · ギリシア語

要旨

創傷治療の基本原則として、傷口を乾燥させることの重要性と、化膿の有無に応じた治療法の使い分け、および瀉下薬の使用や季節の影響について論じる。

§1## ΠΕΡΙ ΕΛΚΩΝ. 1. Ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος·
## 創傷について 1. すべての創傷は、関節に傷がある場合を除き、ワインによる場合以外は湿らせてはならない。
τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, καὶ τὸ ὑγρὸν τοῦ μὴ ὑγιέος·
乾燥していることは健康に近い状態であり、湿っていることは健康から遠い状態だからである。
τὸ γὰρ ἕλκος ὑγρόν ἐστι, τὸ δὲ ὑγιὲς ξηρόν.
すなわち、傷は湿っており、健康な部分は乾燥しているからである。
Ἀνεπίδετον δὲ ἐᾷν ἄμεινόν ἐστιν, ὅ τι γε μὴ καταπλάσσεται·
包帯を施さずにそのままにしておく方が、湿布を当てない限りは、より良い。
οὐδὲ καταπλάσσειν ἐνδεχόμενόν ἐστιν ἔνια τῶν ἑλκέων, μᾶλλον δὲ τὰ νεότρωτα τῶν παλαιοτέρων, καὶ τὰ ἐν τοῖσιν ἄρθροισιν.
いくつかの傷、とりわけ古いものよりも新しく負った傷、および関節にある傷には、湿布を施すことも適当ではない。
Ὀλιγοσιτέειν τε ὡς μάλιστα καὶ ὕδωρ ξυμφέρει πᾶσι τοῖσιν ἕλκεσι, μᾶλλον δὲ τοῖσι νεοτρώτοισι τῶν παλαιοτέρων, καὶ ὅ τι ἄλλο φλεγμαίνει ἕλκος ἢ μέλλει, καὶ ὅ τι σφακελίσαι κίνδυνος, καὶ τοῖσιν ἕλκεσι καὶ φλέγμασι τοῖσιν ἐν τοῖσιν ἄρθροισι, καὶ ὅκου σπασμοὺς κίνδυνος ἐπιγενέσθαι, καὶ τοῖσιν ἐν κοιλίῃ τρώμασι, παντῶν δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ καὶ μηρῷ κατεαγεῖσι, καὶ ἄλλῳ ᾧ κάτηξις ἂν γένηται.
食事をできるだけ少なくすること、および水を摂ることは、すべての傷、とりわけ古い傷よりも新しく負った傷、およびその他に炎症を起こしているか、あるいは起こしそうな傷に有益である。 また、壊疽に至る危険がある場合、関節の傷や炎症、痙攣が合併する危険がある場合、腹部の外傷、そして何よりも頭部や大腿骨の骨折を伴うもの、およびその他に骨折が生じたあらゆる場合にも有益である。
Ἑστάται δ’ ἕλκεσι ἥκιστα ξυμφέρει, καὶ ἄλλως ἢν ἐν τῷ σκέλεϊ ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι οὐδὲ πορεύεσθαι·
立つことは傷にとって最も好ましくなく、とりわけ脚に傷がある場合は、座ることも歩くことも好ましくない。
ἀλλ’ ἡσυχίη καὶ ἀτρεμίη ξυμφέρει μάλιστα.
ただ安静にし動かないことが最も有益である。
Τὰ δὲ νεότρωτα ἕλκεα πάντα ἥκιστα ἂν φλεγμήναιεν αὐτά τε καὶ τὰ περιέχοντα, εἴ τις διαπυΐσκοι ὡς τάχιστα, καὶ τὸ πῦον μὴ ἀπολαμβανόμενον ἀπὸ τοῦ ἕλκεος τοῦ στόματος ἴσχοιτο, ἢ εἴ τις ἀποτρέποι ὅκως μηδὲ μελλήσει διαπυῆσαι πλὴν τοῦ ἀναγκαίου πύου ὀλιγίστου, ἀλλὰ ξηρὸν εἶναι ὡς μάλιστα φαρμάκῳ μὴ περισκελέϊ.
新しく負った傷はすべて、もし速やかに化膿させ、傷口から膿が塞き止められて溜まることがないようにするか、あるいは、必要最小限の極めてわずかな膿を除いて化膿するのを全く防ぎ、刺激の強くない薬によってできるだけ乾燥させておくならば、その傷自体も周囲の部位も、最も炎症を起こしにくくなるだろう。
Πυρῶδες γὰρ γίνεται, ἐπὴν φρίκη ἐγγένηται καὶ σφυγμός·
悪寒と鼓動が生じると、熱を帯びるようになるからである。
φλεγμαίνει γὰρ τὰ ἕλκεα τότε, ὁκόταν διαπυῆσαι μέλλῃ·
傷が化膿しようとするとき、そこに炎症が生じる。
διαπυεῖ δὲ, ἀλλοιουμένου τοῦ αἵματος καὶ θερμανθέντος, ἕως σαπὲν πῦον γένηται.
血液が変化し、熱せられ、腐敗して膿となるまで、化膿は進行するのである。
Τῶν τοιούτων ἑλκέων, ὅταν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα μαλαχθῇ.
このような傷において、湿布が必要と思われるときは、傷自体ではなくその周囲に湿布を施すべきである。 それは膿が排出され、硬くなっている部分が和らぐためである。
Τῶν δὲ ἑλκέων, ὅπερ μὲν ἂν ὀξέϊ βέλεϊ διατμηθῇ ἢ διακοπῇ, ἐνδέχεται ἔναιμον φάρμακον καὶ τὸ κωλῦον διαπυεῖν ἀναξηραῖνόν τι.
傷のうち、鋭い刃物によって切り裂かれ、あるいは切り開かれたものについては、止血薬や、乾燥作用によって化膿を防ぐ何らかの薬を用いることができる。
Ἥ τις δ’ ὑπὸ τοῦ βέλεος ἐφλάσθη καὶ ἐκόπη σὰρξ, ταύτην δὲ ἰητρεύειν, ὅκως διάπυος ὡς τάχιστα γένηται·
しかし、刃物によって挫滅され、切り裂かれた肉は、できるだけ早く化膿するように治療しなければならない。
ἧσσόν τε γὰρ φλεγμαίνει·
というのも、その方が炎症が少なくて済むからである。
καὶ ἀνάγκη τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας σαπείσας καὶ πῦον γενομένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας.
また、挫滅され切り裂かれた肉は、腐敗して膿となって溶け去り、その後に新しい肉が芽生えてこなければならないからである。
§22. Ἕλκεϊ νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, ξυμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον·
2. 腹部にあるものを除き、すべての新しく負った傷にとっては、傷口から直ちに多かれ少なかれ血液が流出することが有益である。
φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα.
その傷自体も周囲の部位も、炎症が少なくて済むからである。
Καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκνὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ’ αὐτῶν τῶν ἑλκέων καὶ τῶν περιεχόντων τὸ ἕλκος, ἄλλως τε καὶ ἢν ἐν κνήμῃ ἔῃ τὸ ἕλκος ἢ ἐν δακτύλῳ ποδὸς ἢ χειρὸς, μᾶλλον ἤ κου ἄλλοθι τοῦ σώματος·
また、古くなった傷からも、適時と思われるときに、傷自体およびその周囲から頻繁に出血させることが有益である。 とりわけ、脚、または手足の指に傷がある場合は、身体の他のどの部位よりもそうすべきである。
γίνεται γὰρ, ἀποῤῥέοντος τοῦ αἵματος, ξηρότερα καὶ μείονα ἰσχναινόμενα·
血液が流れ出ることによって、それらは腫れが引いて、より乾燥し、より小さくなるからである。
κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα ξύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται.
というのも、こうした傷、ひいては他のすべての傷の治癒を最も妨げるものは、血液の腐敗、および血液の鬱滞から生じるものだからである。
Ξυμφέρει δὲ μετὰ τὴν τοῦ αἵματος ἀποῤῥοὴν ἐπὶ τῶν τοιούτων ἑλκέων καὶ σπόγγον ἐπιδεῖν πυκνὸν καὶ μαλθακὸν, τετμημένον, ξηρότερον ἢ ὑγρότερον, καὶ ἐπὶ τῷ σπόγγῳ ἄνωθεν φύλλα συχνὰ τίθεσθαι.
このような傷には、出血させた後に、きめの細かい柔らかいスポンジを切り、湿らせたものよりはむしろ乾燥気味にして当てて包帯を巻き、そのスポンジの上に上から多くの葉を載せることが有益である。
Ἔλαιον δὲ καὶ ὅσα μαλθακώδεα ἢ ἐλαιώδεά ἐστι φάρμακα, οὐ ξυμφέρει τοῖσι τοιούτοισιν ἕλκεσιν, ἢν μὴ πάνυ ἤδη πρὸς ὑγιείην τείνῃ.
オリーブ油や、すべて軟化作用のある、または油分を含む薬は、すでに完全に治癒に向かっているのでない限り、このような傷には有益ではない。
Οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον, οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα, ἄλλως τε καὶ ὅ τι ἂν δέηται ἕλκος πλείονος καθάρσιος·
また、新しく負った傷にも、オリーブ油や、軟化作用のある、あるいは脂肪分の多い薬は有益ではない。 とりわけ傷がより多くの清浄化を必要としている場合にはそうである。
τὸ δὲ ξύμπαν εἰπεῖν, ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι, πρὸς ἃ τῶν τοιούτων φαρμάκων δεόμεθα.
全体として言えば、夏であれ冬であれ、そうした薬が必要とされる場合に限って、オリーブ油を使用すべきである。
§33. Ὑποκάθαρσις τῆς κάτω κοιλίης ξυμφέρει τοῖσι πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι, καὶ ἐν κοιλίῃ, καὶ ἐν ἄρθροισι, καὶ ὅσα σφακελίσαι κίνδυνος, καὶ ὅσα ῥαπτὰ, καὶ τοῖσιν ἐσθιομένοισι καὶ ἑρπυστικοῖσι, καὶ τοῖσιν ἄλλως πεπαλαιωμένοισιν ἕλκεσι, καὶ ὅκη ἂν μέλλῃ ἐπιδεῖν.
3. 下腹部を軽く瀉下することは、ほとんどの傷に有益である。 それは、頭部の外傷、腹部、関節、壊疽の危険があるもの、縫合されたもの、蝕むような傷や這うような傷、その他古くなった傷、および包帯を巻こうとするすべての場合に有益である。
§44. Οὐ χρὴ οὐδ’ ἐμπλάσσειν τὰ φάρμακα, πρὶν ἂν πάνυ ξηρὸν ποιήσῃς τὸ ἕλκος·
4. 傷を完全に乾燥させるまでは、薬を塗布してはならない。
τότε δὲ δεῖ προστιθέναι, ἀνασπογγίζειν δὲ τὸ ἕλκος πολλάκις σπόγγῳ, καὶ αὖθις ὀθόνιον ξηρὸν καὶ καθαρὸν προσίσχων πολλάκις, οὕτω δὲ ἐπιθεὶς τὸ φάρμακον τὸ δοκέον ξυμφέρειν, ἐπιδεῖν ἢ μὴ ἐπιδεῖν.
完全に乾燥したときに薬を塗るべきである。 スポンジで何度も傷口を拭い、さらに乾燥した清潔な麻布を何度も当てて乾かし、その上で有益と思われる薬を塗布して、包帯を巻くか、あるいは巻かないでおくべきである。
§55. Ἕλκεσι τοῖσι πλείστοισιν ὥρη ἡ θερμοτέρη ξυμφορωτέρη τοῦ χειμῶνος, πλὴν τοῖσιν ἐν κεφαλῇ καὶ κοιλίῃ, μᾶλλον δὲ ἡ ἰσημερινή.
5. ほとんどの傷にとって、暖かい季節は冬よりも有益である。 ただし頭部や腹部の傷は例外であり、むしろ分点の時期がより好ましい。

語釈・文法注

  1. 1Ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος — πλήν はここでは前置詞ではなく接続詞的に機能しており、前文の οὐ χρὴ τέγγειν に対する例外「ワインによる場合を除いて」を表している。また ἢν μὴ... は、さらにその例外に対する例外(関節の傷である場合を除く=関節の傷はワインでも湿らせてはならない)を提示する二重の限定構造である。
  2. 1Ἑστάται — Ἑστάται は完了能動態不定詞 ἑστάναι のイオニア方言形であり、ここでは主語として名詞的に機能している(「立っていること」)。
  3. 1Ἥ τις δ’ ὑπὸ τοῦ βέλεος ἐφλάσθη καὶ ἐκόπη σὰρξ, ταύτην δὲ ἰητρεύειν — 先行詞 σάρξ が関係節 ἥ τις... 内に引き込まれており、主節では指示代名詞 ταύτην によって受けられている。また、主節の動詞 ἰητρεύειν は命令法的に用いられている不定詞(命令的不定詞)である。
  4. 2ὅτι ἂν δέηται ἕλκος πλείονος καθάρσιος — 関係代名詞 ὅστις(中性 ὅ τι)に ἄν +接続法 δέηται が続き、条件関係節(「〜するものは何でも」)を構成している。δίομαι (δέομαι) は属格支配動詞であり、πλείονος καθάρσιος(比較級属格+イオニア方言の単数属格形)がその目的語となっている。

この箇所を引用する

ヒポクラテス, 損傷について §1-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:1-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。