§1818.
18.
Πρὸς δὲ τὰς νόμας· στυπτηρίη, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι.
부식성 상처에는, 구운 이집트 명반 및 멜로스 명반. 다만 먼저 구운 소다로 닦아내고 스펀지로 닦아낼 것.
Καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή ὀπτᾶν δὲ ἕως ἂν φλογοειδὴς γένηται.
그리고 구운 황철석 명반. 그것이 불꽃 색이 될 때까지 구울 것。
§1919.
19.
Τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.
정강이에 생기는 오래된 상처로, 어떤 식으로든 피가 섞이고 검게 변하는 것에 대해서는, 메릴로트 꽃을 갈아 벌꿀에 개어 붙이는 약으로 쓸 것。
§2020.
20.
Ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ.
끊어진 힘줄에는, 야생 화금양의 뿌리를 찧어 체로 치고 올리브유에 갠 것을 대고 붕대를 감을 것.
Καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον.
그리고 오엽풀(이것은 하얗고 솜털이 있으며, 검은 오엽풀보다 땅에서 더 높이 자란다)을 올리브유에 갈아 대고 붕대를 감고, 사흘째 되는 날에 풀 것。
§2121.
21.
Μαλθακώδεα, τοῖσίδε χρὴ τοῖσι φαρμάκοισι χρῆσθαι ἐν χειμῶνι μᾶλλον ἢ ἐν θέρει·
완화제는 여름보다 겨울에 이 약들을 사용해야 한다.
φάρμακα μαλθακώδεα, ἃ καὶ οὐλὰς καλὰς ποιέει·
아름다운 흉터를 만들어주는 완화제는 다음과 같다.
σκίλλης τὸ εἴσω τὸ μυξῶδες τρίψας, ἢ πεύκην σὺν συείῳ στέατι νέῳ, ὀλίγον ἔλαιον καὶ ῥητίνης ὀλίγον, καὶ ψιμυθίου. —Καὶ στέαρ χηνὸς, καὶ συὸς νέον, καὶ σκίλλαν, καὶ ἔλαιον ὀλίγον. —Κηρὸς ὡς λευκότατος, στέαρ πρόσφατον καθαρόν. —Ἢ σκίλλαν, ἔλαιον λευκὸν, ῥητίνης ὀλίγον.
카이소우 속의 점액질 부분을 간 것, 혹은 소나무를 신선한 돼지 비계와 함께 한 것, 약간의 올리브유와 약간의 수지, 그리고 백연.――그리고 거위 비계, 신선한 돼지 비계, 카이소우, 그리고 약간의 올리브유.――되도록 하얀 밀랍, 신선하고 깨끗한 비계.――혹은 카이소우, 백올리브유, 약간의 수지.――밀랍, 오래된 돼지 비계와 신선한 돼지 비계, 올리브유, 녹청, 카이소우, 그리고 수지.
—Κηρὸν, στέαρ συὸς παλαιὸν καὶ νέον, καὶ ἔλαιον, καὶ ἰὸς, καὶ σκίλλα, καὶ ῥητίνη, ἔστω δὲ δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον, τῶν δὲ ἄλλων ὁκόσον δοκέει καιρὸς εἶναι. —Στέαρ συντήξας πρόσφατον, ἀποχέας ἐς ἕτερον χυτρίδιον, καὶ τῆς μολυβδαίνης τρίψας ὡς λειότατον, διαττήσας, ξυμμίξας, ἕψειν, καὶ κυκᾷν τὸ πρῶτον, ἑψεῖν δὲ ἕως ἂν ἐπισταχθὲν ἐπὶ γῆς πηγνύηται, ἔπειτα καθελὼν ἀποχέαι τὸ ἄλλο πλὴν τῆς λίθου τῆς ὑποστάσης, καὶ ἐμβάλλειν ῥητίνην καὶ ἀνακινέειν, κέδρινον ἔλαιον ὀλίγον ξυμμίξας καὶ τὸ ἀφῃρημένον.
오래된 비계는 신선한 것에 대해 두 배의 비율로 하고, 다른 것들은 적당하다고 생각되는 양으로 한다.――신선한 비계를 녹여 다른 작은 그릇에 따라내고, 가장 곱게 갈아 체로 친 납광석을 섞어, 달이고 처음에는 저어주며, 땅에 한 방울 떨어뜨렸을 때 굳어질 때까지 달이고, 그 후 불에서 내려 가라앉은 광석 돌을 제외한 나머지를 따라내고, 수지를 넣어 저어주며, 삼나무 기름 약간과 걷어내어 둔 것을 섞을 것.
Πᾶσι χρὴ τοῖσι μαλθακοῖσιν ὅκου ἂν ῥητίνην ξυμμιγνύῃς, ἐπειδὰν ἀφέλῃς ἀπὸ τοῦ πυρὸς τὸ φάρμακον, ἐς θερμὸν ἔτι ἐὸν καθεὶς τὴν ῥητίνην κυκᾷν. —Ἕτερον·
수지를 섞는 모든 완화제에서는, 불에서 약을 내린 후, 아직 따뜻할 때 수지를 넣어 저어주어야 한다.――다른 것: 오래된 돼지 비계, 밀랍, 올리브유.
στέαρ συὸς παλαιὸν, καὶ κηρὸς, καὶ ἔλαιον, τὰ δὲ ξηρὰ, ἰχθυήματα λωτοῦ, λιβανωτὸς, μολύβδαινα, ἤγουν τοῦ μὲν μοῖρα, καὶ τῆς δὲ μοῖρα, καὶ τοῦ ἰχθυήματος μοῖρα, ἔστω δὲ τοῦ παλαιοῦ στέατος δύο μοῖραι, τοῦ δὲ κηροῦ μία, καὶ τοῦ ἐλαίου μία. —Ἢ στέαρ μόνον παλαιὸν ὕειον, σὺν τῷδε στέαρ αἰγὸς πρόσφατον ὡς ἥκιστα ξὺν τῷ ὑμένι, καθήρας, μικρὰ τρίψας ἢ κατακόψας λεῖα, ἔλαιον παραχέειν, καὶ παραπάσσειν τὸν μόλιβδον ξὺν τῇ σποδῷ, καὶ λωτοῦ ἰχθυημάτων τὸ ἥμισυ. —Ἕτερον· στέαρ αἰγὸς, σποδὸς, χαλκῖτις κυανέη, ἔλαιον.
건조 성분은 로토스의 깎은 부스러기, 유향, 납광석, 즉 유향 한 부, 납광석 한 부, 부스러기 한 부. 오래된 비계는 두 부, 밀랍은 한 부, 올리브유는 한 부로 한다.――혹은 오래된 돼지 비계만, 혹은 이것과 함께 막이 되도록 없는 신선한 염소 비계를 깨끗이 하여 곱게 갈거나 매끄럽게 다진 것, 올리브유를 붓고 잿가루와 함께 납을 뿌리고, 로토스 부스러기 절반을 뿌릴 것.――다른 것: 염소 비계, 잿가루, 푸른 황철석, 올리브유。
§2222.
22.
Περὶ πυρικαύστου·
화상에 대하여.
ἑψεῖν χοὴ πρίνου ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἕως ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον. —Ἕτερον μὴ δάκνον·
가시가시나무의 부드러운 뿌리 중 껍질이 가장 두껍고 가장 푸른 부분을 잘게 썰어 백포도주를 붓고, 연고로 쓰기에 적당한 점도가 되었다고 여겨질 때까지 약한 불로 달여야 한다. 물로 하는 것도 같은 방법으로 한다.――따갑지 않은 다른 것.
ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν, τήξας αὐτὸ, ἄνωθεν δὲ τῆς σκίλλης τὴν ῥίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν, τῇ δὲ ἑξῆς ἐπαιονᾷν. —Ἄλλο·
오래된 돼지 비계만을 녹여 바르고, 그 위에 카이소우 뿌리를 쪼개어 대고 묶을 것이며, 다음날에는 온습포를 할 것.――다른 것.
τήξας ὑὸς στέαρ παλαιὸν, καὶ κηρὸν, καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν, καὶ λωτοῦ ἰχθυήματα, καὶ μίλτον, τούτῳ ὑπαλείψας, ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας, προστιθεὶς καταδεῖν. —Ἕτερον·
오래된 돼지 비계와 밀랍, 올리브유를 녹여 섞고, 유향, 로토스 부스러기, 적토를 섞어 이것을 바른 뒤, 아론 잎을 포도주와 올리브유에 달여 대고 묶을 것.――다른 것.
ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς τῷ παλαιῷ, καταλείφειν ἀσφοδέλου ῥίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας. —Ἕτερον·
오래된 돼지 비계를 바른 뒤, 아스포델로스 뿌리를 포도주에 갈아 부드럽게 만든 것을 덧바를 것.――다른 것.
τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας ῥητίνῃ καὶ ἀσφάλτῳ, αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον, θερμήνας πρὸς πῦρ, ἐπιθεὶς ἐπιδεῖν.
오래된 돼지 비계를 녹여 수지 및 아스팔트와 섞은 뒤, 이를 천에 발라 불에 따뜻하게 하여 대고 묶을 것.