Humanitext Reader

ヒポクラテス · 損傷について §23-27

背中の傷の処置と足の腫れへの放血や吸角法

6 / 6 箇所 · ギリシア語

要旨

背中に生じた傷の処置、および足の腫れに対する脈管からの放血治療や切開時の注意点、静脈瘤がある場合の治療、静脈切開後の止血と肢体の保持方法、吸角使用時の手順について述べる。

§2323. Ὅταν ἐν τῷ νώτῳ ὑπὸ πληγέων ἢ ἄλλως ἕλκος γένηται, τῇ σκίλλῃ διέφθῳ τρίψας καὶ ἐπ’ ὀθόνιον ἀλείψας ἐπιδεῖν, ὕστερον δὲ στέαρ αἰγὸς, καὶ συὸς νέον, καὶ σποδὸν, καὶ ἔλαιον, καὶ λιβανωτὸν ἐπαλείφειν.
23. 背中に打撃その他の原因で傷が生じたときは、十分に煮たカイソウをすり潰して亜麻布に塗り、あてがって包帯を巻くこと。 その後、山羊の脂肪、新鮮な豚の脂肪、灰、オリーブ油、乳香を塗布すること。
§2424. Οἰδήματα ἐν τοῖσι ποσὶ γινόμενα, αὐτόματα καὶ μὴ αὐτόματα, οὐδὲν ὑπὸ τῶν καταπλασμάτων καθιστάμενα, τά τε οἰδήματα, καὶ ἡ φλεγμασίη, καὶ ἢν σπόγγους ἐπιδέῃ τις ἢ εἴρια ἤ τι ἄλλο ἐπὶ τὸ ὑγιὲς, ἔπειτα ἀνοιδίσκηται αὐτόματον καὶ ἀναφλεγμαίνῃ, κατὰ φλέβας ἐπίῤῥους αἴτιόν ἐστιν αἵματος, ᾥτινι μὴ φλάσμα αἴτιόν ἐστι, καὶ ἤν που ἄλλοθι τοῦ σώματος τοιοῦτόν τι γίνηται, ὁ αὐτὸς λόγος.
24. 足に生じる腫れ(自然発生的なもの、および自然発生的でないもの)で、湿布剤によって全く軽減しないもの、すなわち腫れ自体や炎症、あるいは健康な部位にスポンジや羊毛その他を縛り付けた結果、その後に自然に腫れて炎症を起こすものについては、打撃が原因でない限り、脈管を通る血液の流入が原因である。 身体の他の部位に同様のことが起こる場合も、同じことが言える。
Ἀλλὰ τοῦ αἵματος·
むしろそれは血液によるものである。
χρὴ ἀφίεναι, μάλιστα μὲν κατὰ φλέβας τὰς ἐπιῤῥεούσας, ἢν καταφανέες ἔωσιν·
血液を流出させなければならない。 流れてくる脈管が明らかに見えるなら、特にそこから流出させるべきである。
ἢν δὲ μὴ, κατακρούειν τὰ οἰδήματα βαθύτερα καὶ πυκνότερα, καὶ ἄλλο πᾶν ὅ τι ἂν κατακρούῃς, οὕτω χρὴ ποιέειν, καὶ ὡς ὀξυτάτοισι σιδηρίοισι καὶ λεπτοτάτοισι, καὶ ὅταν ἀφαιρέῃς τὸ αἵμα, τῇ μήλῃ μὴ κάρτα πιέζειν, ὡς μὴ φλάσις προσγίνηται·
そうでないなら、腫れている部分を、より深く、またより密に切開すること。 他にいかなる場所を切開する場合も、このようにすべきであり、できるだけ鋭く、また最も薄い鉄器具を用いること。 血液を取り除くときには、挫傷が生じないよう、プローベで強く圧迫してはならない。
ὄξει δὲ κατανίζειν, καὶ θρόμβον αἵματος ἐν τοῖσι σχάσμασι μὴ ἐᾷν ἐγκαταλείπεσθαι, καταχρίσας τῷ ἐναίμῳ φαρμάκῳ, εἴρια οἰσυποῦντα κατεξασμένα μαλθακὰ ἐπιδῆσαι, ῥήνας οἴνῳ καὶ ἐλαίῳ, καὶ ἐχέτω τὸ σχασθὲν ὅκως ἀνάῤῥους εἴη τοῦ αἵματος καὶ μὴ κατάῤῥους.
酢で洗浄し、切開口の中に血栓が残されたままにならないようにし、創傷用の薬を塗布したのち、未脱脂の梳いた柔らかい羊毛をあてがって包帯を巻き、ワインとオリーブ油を振りかけること。 そして切開された部位は、血液が上方に流れ、下方に流れないような姿勢を保つこと。
Καὶ μὴ τεγγέτω ὅλως, καὶ ὀλιγοσιτεέτω, καὶ πινέτω ὕδωρ·
決して全体を湿らせてはならず、食事を控え、水を飲むこと。
ἢν δὲ ἀπολύων εὐρίσκῃς τὰ σχάσματα φλεγμαίνοντα, καταπλάσσειν τῷ ἐκ τοῦ ἀγνοῦ καὶ λίνου καρποῦ καταπλάσματι·
包帯を解いたときに切開口が炎症を起こしているのを見つけたら、セイヨウニンジンボクと亜麻の種子から作った湿布剤で包むこと。
ἢν δὲ ἑλκωθῇ τὰ σχάσματα καὶ ξυῤῥαγῇ, πρὸς σχῆμα ὁρέων, ἔπειτα προσφέρων ὅτου ἂν δέῃ, τὰ λοιπὰ ἰητρεύειν.
もし切開口が潰瘍化して破れたなら、姿勢に配慮しつつ、必要なものを用いて、残りの治療を行うこと。
§2525. Ὅκου δὲ κιρσὸς ἔνεστιν ἐπ’ ἀντικνημίου ἢ πατὰ τῆς σαρκὸς, καί ἔστι μέλαν τὸ ἀντικνήμιον, καὶ δοκέει δεῖσθαι αἷμα ἀπ’ αὐτοῦ ἀποῤῥυῆναι, οὐ χρὴ τὰ τοιαῦτα.
25. 向こうずね、あるいは肉のところに静脈瘤があり、向こうずねが黒くなっていて、そこから血液を流出させる必要があると思われる場合、そのような場所を絶対に切開してはならない。
κατακρούειν οὐδαμῶς· ὡς γὰρ ἐπιτοπολὺ ἕλκεα μεγάλα γίνεται ἐκ τῶν σχασμάτων διὰ τοῦ κιρσοῦ τὴν ἐπιῤῥοήν·
なぜなら、多くの場合、静脈瘤への血液の流入のために、切開口から大きな潰瘍が生じるからである。
ἀλλὰ χρὴ αὐτὸν τὸν κιρσὸν ἀποκεντέειν ἄλλοτε καἰ ἄλλοτε, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι.
そうではなく、適切と思われる時期に、その静脈瘤自体をあちこち随時穿刺すべきである。
§2626. Ὅταν δὲ φλέβα τάμῃς, ἐπειδὰν τοῦ αἵματος ἀφῇς καὶ λύσῃς τὴν ταινίην, καὶ μὴ ἵστηται, τὰ ἀντία ὅκως ἂν ὁ ῥοῦς γίνηται τοῦ αἵματος, ἐχέτω, ἤν τε χεὶρ, ἤν τε σκέλος ᾖ, ὡσεὶ χωρέοντος τοῦ αἵματος ὀπίσω, καὶ οὕτως ὑπομείνας χρόνον πλείω ἢ ἐλάσσω κατακείμενος, ἔπειτα ἐπιδῆσαι αὐτὸν οὕτως ἔχοντα, μὴ ἐνεόντος τινὸς θρόμβου ἐν τῇ τομῇ, [ἔπειτα] σπληνίον διπλόον προσθείς, τέγξας οἴνῳ, καὶ άνωθεν εἴριον ἐλαιώσας καθαρόν·
26. 静脈を切開したとき、血液を流出させ、緊縛帯を解いたのち、出血が止まらない場合は、手が原因であれ足が原因であれ、血液の流れとは反対の方向に保ち、血液が逆流するかのようにすること。 このようにして多かれ少なかれ時間を置いて横たわったのち、切開口に血栓がない状態で、そのまま包帯を巻き、二重にしたリント布をあてがい、ワインで湿らせ、その上から油を含ませた清潔な羊毛をあてがうこと。
κἢν γὰρ ἐπίῤῥυσις τοῦ αἵματος ἔῃ βιαίη, σχέσις γίνεται ἐπιῤῥέοντος·
血流が激しくても、流れ込んでくる血液は堰き止められる。
κἢν, θρόμβου ἐπὶ τῇ τομῇ γενομένου, οὕτω φλεγμήνῃ, διαπυΐσκεται.
もし切開口に血栓ができて、そのために炎症が起こるなら、化膿してしまう。
Ἠριστηκότα δὲ χρὴ πλέον ἢ ἔλαττον καὶ πεπωκότα φλεβοτομέειν, καὶ ὑποτεθερμασμένον, καὶ ἡμέρης θερμοτέρης ἢ ψυχροτέρης.
瀉血は、多かれ少なかれ食事と水分を摂取した状態で、また身体が適度に温まっているときに、そして寒い日よりも暖かい日に行うべきである。
§2727. Σικύην δὲ προσβάλλοντα χρὴ, ἢν ἐπιῤῥέῃ τὸ αἷμα ἀφῃρημένης τῆς σικύης, κἢν πολὺ ῥέῃ, ἢ ἰχὼρ ῥέῃ, αὐτοῖσι ταχέως, πρὶν ἢ πλησθῇ, αὖθις προσβάλλων, ἐπεξέλκειν τὸ λειπόμενον·
27. 吸角をあてがうとき、吸角を取り除いたあとも血液が流れ続けるなら、また多量に流れるか漿液が流れるなら、満杯になる前に、直ちに同じ場所に再びあてがって、残りの部分を吸い出すべきである。
ἢν δὲ μὴ, θρόμβοι ἐνεχόμενοι ἐν τοῖσι σχάσμασιν, ἔπειτα ἀναφλεγμήναντα ἕλκεα γίνεται ἐξ αὐτῶν.
そうしないと、切開口に血栓が閉じ込められ、その後炎症を起こして潰瘍になってしまう。
Ὄξει δὲ χρὴ πάντα τὰ τοιαῦτα κατανίζειν, καὶ ὕστερον μὴ τέγγειν, μηδὲ κατακέεσθαι ἐπὶ τὰ σχάσματα, τῶν δὲ ἐναίμων τινὶ φαρμάκων καταχρῖσαι τὰ σχάσματα·
これらすべての部位は酢で洗浄すべきであり、その後は湿らせず、また切開口を下にして横たわってはならない。 切開口には、創傷用の薬のいずれかを塗布すること。
καὶ ὅταν κάτωθεν τοῦ γούνατος δέῃ προσβάλλειν ἢ πρὸς τὸ γόνυ, ἑστηκότι ὀρθῷ, ἢν δύνηται ἑστάναι.
膝の下、あるいは膝付近にあてがう必要があるときは、起立できるなら、直立した状態で行うべきである。

語釈・文法注

  1. 24κατὰ φλέβας ἐπίῤῥους αἴτιόν ἐστιν αἵματος — 主語は「流入」を意味する女性名詞 `ἐπίῤῥους` であり、`αἵματος` はこれにかかる属格(血液の流入)。`αἴτιόν ἐστιν` は中性単数形の名詞的述語表現(〜が原因である)で、先行する複数中性名詞 `Οἰδήματα` に対応する(ギリシア語では、中性複数の主語に対して単数の動詞および述語形容詞が呼応することが多い)。すなわち、「打撃(打撲)が原因でない腫れについては、脈管を通る血液の流入がその原因である」という文脈を成す。
  2. 24ἐχέτω τὸ σχασθὲν ὅκως ἀνάῤῥους εἴη τοῦ αἵματος καὶ μὴ κατάῤῥους — `ἐχέτω` は動詞 `ἔχω` の三人称単数活動態命令形で、ここでは自動詞的(あるいは再帰的)に「ある状態(姿勢)を保つ、位置する」という意味で使用されている。主語は `τὸ σχασθὲν`(切開された部位)。関係副詞 `ὅκως`(〜のように、〜するように)に導かれる節の中の動詞 `εἴη` は希求法(optative)で、主節の命令のニュアンスに連動して意図・目的を表す。
  3. 26τὰ ἀντία ὅκως ἂν ὁ ῥοῦς γίνηται τοῦ αἵματος, ἐχέτω — `ἐχέτω` はここでも自動詞的に「[位置を]保つ、ある状態にある」を意味する。主語は直後に `ἤν τε χεὶρ, ἤν τε σκέλος ᾖ`(手であれ足であれ)と説明される肢体。`τὰ ἀντία` は「反対に、逆方向に」を意味する副詞的対格(内的な関係を示す対格)。`ὅκως ἂν ... γίνηται` は `ἄν` +接続法を伴う関係節で、一般的な血流の方向を指し、「血流が[通常]生じる方向とは逆の方向に[肢体を]保持すべきである」という意味になる。

この箇所を引用する

ヒポクラテス, 損傷について §23-27. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:23-27

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。