Humanitext Reader

希波克拉底 · 论神圣病 §17-18

作为心智解释者的脑与饮食疗法的可治性

第 9 段,共 9 段 · 希腊语

内容简介

作者论证脑部才是理解的真正解释者,而膈膜与心脏并非思考的部位。他指出包括“神圣病”在内的所有疾病都同样既是神圣的又是属人的,只要认准时机通过养生法进行合适调节,无需巫术即可治愈大部分疾病。

§1717. Διὸ φημὶ τὸν ἐγκέφαλον εἶναι τὸν ἑρμηνεύοντα τὴν ξύνεσιν.
17. 因此我可以说,脑部正是理解的解释者。
Αἱ δὲ φρένες ἄλλως οὔνομα ἔχουσι τῇ τύχῃ κεκτημένον καὶ τῷ νόμῳ, τῷ δ’ ἐόντι οὒκ, οὐδὲ τῇ φύσει, οὐδὲ οἶδα ἔγωγε τίνα δύναμιν ἔχουσιν αἱ φρένες ὥστε φρονέειν τε καὶ νοέειν, πλὴν εἴ τι ὥνθρωπος ὑπερχαρείη ἐξ ἀδοκήτου ἢ ἀνιηθείη, πηδῶσι καὶ ἄλσιν παρέχουσιν ὑπὸ λεπτότητος καὶ ὅτι ἀνατέτανται μάλιστα ἐν τῷ σώματι, καὶ κοιλίην οὐκ ἔχουσι πρὸς ἣν δέξονται ἢ ἀγαθὸν ἢ κακὸν προσπῖπτον, ἀλλ’ ὑπ’ ἀμφοτέρων τούτων τεθορύβηνται διὰ τὴν ἀσθενείην τῆς φύσιος· ἐπεὶ αἰσθάνονταί γε οὐδενὸς πρότερον τῶν ἐν τῷ σώματι ἐόντων, ἀλλὰ μάτην τοῦτο τὸ οὔνομα ἔχουσι καὶ τὴν αἰτίην, ὥσπερ τὰ πρὸς τῇ καρδίῃ ἅπερ ὦτα καλέεται, οὐδὲν ἐς τὴν ἀκοὴν ξυμβαλλόμενα.
而膈膜仅仅是由于偶然和约定俗成而获得了这个名称,在实际上和自然本性上并非如此;我个人也不知道膈膜具有什么能力以至于能进行思考和理解,除非是因为当人出乎意料地过度喜悦或悲伤时,膈膜由于其薄弱,并且由于它主要伸展在身体内部,会发生跳动和震颤,而且它没有可以接纳降临于其上的好事或坏事的空腔,反而因为其自然本性的软弱而因这两者受到扰乱;因为它们绝不会比身体内的其他器官先感知到任何事情,而是徒然拥有这个名称和归因,就像心脏旁被称为“耳”的部分,对听觉毫无贡献。
Λέγουσι δέ τινες ὡς φρονέομεν τῇ καρδίῃ καὶ τὸ ἀνιώμενον τοῦτό ἐστι καὶ τὸ φροντίζον· τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ σπᾶται μὲν ὥσπερ αἱ φρένες καὶ μᾶλλον διὰ ταύτας τὰς αἰτίας· ἐξ ἅπαντος γὰρ τοῦ σώματος φλέβες ἐς αὐτὴν συντείνουσι, καὶ ξυγκλείσασα ἔχει ὥστε αἰσθάνεσθαι, ἤν τις πόνος ἢ τάσις γίνηται τῷ ἀνθρώπῳ·
有些人说我们是用心脏思考,且感到悲伤和忧虑的也是这个器官;但事实并非如此,而是出于以下原因,它像膈膜一样、甚至比膈膜更容易发生收缩:因为全身的血管都汇聚到心脏,它把它们闭锁其中,以至于如果人发生任何痛苦或紧张,它就能感知到。
ἀνάγκη γὰρ καὶ ἀνιώμενον φρίσσειν τὸ σῶμα καὶ συντείνεσθαι, καὶ ὑπερχαίροντα τὸ αὐτὸ τοῦτο πάσχειν· διότι ἡ καρδίη αἰσθάνεταί τε μάλιστα καὶ αἱ φρένες.
因为人在悲伤时身体必然会颤栗并紧缩,而在过度喜悦时也会遭受同样的情况;正因如此,心脏和膈膜最强烈地感知到这些。
Τῆς μέντοι φρονήσιος οὐδετέρῳ μέτεστιν, ἀλλὰ πάντων τουτέων ὁ ἐγκέφαλος· αἴτιός ἐστιν· ὥσπερ οὖν καὶ τῆς φρονήσιος τοῦ ἠέρος πρῶτος αἰσθάνεται τῶν ἐν τῷ σώματι ἐνεόντων; οὕτω καὶ ἤν τις μεταβολὴ ἰσχυροτέρη γένηται· ἐν τῷ ἠέρι ὑπὸ τῶν ὡρέων, καὶ αὐτὸς ἑωυτοῦ διάφορος γίνηται ὁ ἠὴρ, ὁ ἐγκέφαλος πρῶτος αἰσθάνεται· διὸ καὶ τὰ νουσήματα ἐς αὐτὸν ἐμπίπτειν φημὶ ὀξύτατα καὶ μέγιστα καὶ θανατωδέστατα καὶ δυσκριτώτατα τοῖσιν ἀπείροισιν.
然而,这两者都与理智无涉,所有这些事情的原因都在于脑部;因此,正如脑部在体内所有器官中首先感知到带来理智的空气一样,如果由于季节的变化使空气中发生了更强烈的变化,且空气本身变得与往常不同,脑部也是最先感知到的;所以我也说,那些侵袭脑部的疾病,对于没有经验的人来说,是最急性、最严重、最致命且最难辨别的。
§1818. Αὕτη δὲ ἡ νοῦσος ἡ ἱερὴ καλεομένη ἐκ τῶν αὐτῶν προφασίων γίνεται ἀφ’ ὧν καὶ αἱ λοιπαὶ ἀπὸ τῶν προσιόντων καὶ ἀπιόντων, καὶ ψύχεος, ἡλίου, πνευμάτων μεταβαλλομένων τε καὶ μηδέποτε ἀτρεμιζόντων.
18. 而这被称为“神圣病”的疾病,其起因与其余疾病相同:源于进入和排出体外之物,以及冷空气、阳光和不断变化且从未静止的风。
Ταῦτα δ’ ἐστὶ θεῖα, ὥστε μηδὲν διακρίνοντα τὸ νούσημα θειότερον τῶν λοιπῶν νουσημάτων νομίζειν, ἀλλὰ πάντα θεῖα καὶ ἀνθρώπινα πάντα· φύσιν δὲ ἔχει ἕκαστον καὶ δύναμιν ἐφ’ ἑωυτοῦ, καὶ οὐδὲν ἄπορόν ἐστιν οὐδὲ ἀμήχανον· ἀκεστά τε τὰ πλεῖστά ἐστι τοῖς αὐτοῖσι τούτοισιν ἀφ’ ὅτων καὶ γίνεται· ἕτερον γὰρ ἑτέρῳ τροφή ἐστι, τῷ δὲ κάκωσις.
这些因素都是神圣的,因此人不应把这种疾病区别看待、认为它比其余疾病更神圣,而是所有的疾病都是神圣的,且所有的疾病也都是属人的;每种疾病都拥有其自身的自然本性和力量,没有什么事物是不可解或无法医治的;而且大多数疾病都可以用产生它们的这些相同因素来医治;因为一物对某一者是营养,对另一者则是伤害。
Τοῦτο οὖν δεῖ τὸν ἰητρὸν ἐπίστασθαι, ὅκως τὸν καιρὸν διαγινώσκων ἑκάστου τῷ μὲν ἀποδώσει τὴν τροφὴν καὶ αὐξήσει, τῷ δὲ ἀφαιρήσει καὶ κακώσει.
因此,医生必须懂得这一点,以便认清每个病例的适当时机,给某一者提供营养并使其增长,而对另一者则予以剥夺并使其减弱。
Χρὴ δὲ καὶ ἐν ταύτῃ τῇ νούσῳ καὶ ἐν τῇσιν ἄλλῃσιν ἁπάσῃσι μὴ αὔξειν τὰ νουσήματα, ἀλλὰ σπεύδειν τρύχειν προσφέροντα τῇ νούσῳ τὸ πολεμιώτατον ἑκάστῃ, καὶ μὴ τὸ φίλον καὶ σύνηθες· ὑπὸ μὲν γὰρ τῆς συνηθείης θάλλει καὶ αὔξεται, ὑπὸ δὲ τοῦ πολεμίου φθίνει καὶ ἀμαυροῦται.
同样,在这一疾病以及所有其他疾病中,都不应当使病情加重,而是应当通过对每种疾病施加最与之敌对的因素,而不是友好的、习惯的因素,来努力消磨病痛;因为在习惯的因素作用下,疾病会蓬勃发展并加重;而在敌对的因素作用下,它则会衰退并减弱。
Ὅστις δὲ ἐπίσταται ἐν ἀνθρώποισι τὴν τοιαύτην μεταβολὴν καὶ δύναται ὑγρὸν καὶ ξηρὸν ποιέειν καὶ θερμὸν καὶ ψυχρὸν ὑπὸ διαίτης τὸν ἄνθρωπον, οὗτος καὶ ταύτην τὴν νοῦσον ἰῷτο ἂν, εἰ τοὺς καιροὺς διαγινώσκοι τῶν ξυμφερόντων, ἄνευ καθαρμῶν καὶ μαγευμάτων καὶ πάσης ἄλλης βαναυσίης τοιαύτης.
凡是懂得人体的这种变化,并能够通过养生法使人变湿、变干、变温、变冷的人,只要能认清有利治疗的适当时机,不需要净化礼、法术以及所有其他这类骗术,也同样能够治愈这种疾病。

词汇与语法注释

  1. 17Αἱ δὲ φρένες ἄλλως οὔνομα ἔχουσι τῇ τύχῃ κεκτημένον καὶ τῷ νόμῳ, τῷ δ’ ἐόντι οὒκ, οὐδὲ τῇ φύσει — 作者对 φρένες(膈膜)一词在传统上兼具“心灵”、“智力”之意的语源学与功能性批判。作者运用了习俗(νόμος)与自然/实在(φ语境下的 φύσις)这一智者学派式的对立,论证该名称仅具约定俗成的性质,在自然本性上并不具备思考的实际功能。
  2. 17ὥσπερ οὖν καὶ τῆς φρονήσιος τοῦ ἠέρος πρῶτος αἰσθάνεται τῶν ἐν τῷ σώματι ἐνεόντων — `τῆς φρονήσιος` 修饰 `τοῦ ἠέρος`,意为“(带来)理智的空气”(这与第16章中“正是空气赋予了它理智”相一致)。`τῶν ἐν τῷ σώματι ἐνεόντων`(体内万物之中)是修饰 `πρῶτος`(首先)的比较属格。
  3. 18Ὅστις δὲ ἐπίσταται... οὗτος καὶ ταύτην τὴν νοῦσον ἰῷτο ἂν, εἰ τοὺς καιροὺς διαγινώσκοι — 关系代词 `Ὅστις` 引导的从句作为主句指示代词 `οὗτος` 的先行词。主句谓语 `ἰῷτο ἂν`(希求法 + `ἄν`)与条件从句 `εἰ... διαγινώσκοι`(`εἰ` + 希求法)构成潜在条件句(表示假设的可能性)。作者将治愈疾病的可能性归功于辨识环境/膳食变化适当时机的能力,而非巫术。

引用这一段

希波克拉底, 论神圣病 §17-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:17-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。