Humanitext Reader

希波克拉底 · 论神圣病 §1#1

神圣病的自然成因与对巫医的批判

第 1 段,共 9 段 · 希腊语

内容简介

作者指出被称为“神圣病”的癫痫和其他疾病一样具有自然成因,并非神授,并揭露了那些将此病神圣化并实施净化仪式和禁忌的江湖巫医的欺诈行为。

§1#1## ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ. 1. Περὶ μὲν τῆς ἱερῆς νούσου καλεομένης ὧδ’ ἔχει· οὐδέν τί μοι δοκέει τῶν ἄλλων θειοτέρη εἶναι νούσων οὐδὲ ἱερωτέρη, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ λοιπὰ νουσήματα, ὅθεν γίνεται.
## 论神圣病 1. 关于所谓的“神圣病”,情况是这样的:在我看来,它并不比其他疾病更神圣,也不更具神性,而是和其余的疾病一样,有着它赖以产生的自然本性。
Φύσιν δὲ αὐτῇ καὶ πρόφασιν οἱ ἄνθρωποι ἐνόμισαν θεῖόν τι πρῆγμα εἶναι ὑπὸ ἀπειρίης καὶ θαυμασιότητος, ὅτι οὐδὲν ἔοικεν ἑτέρῃσι νούσοισιν·
然而,由于缺乏经验和因其奇异而产生的惊异,人们认为它的本性和原因是由某种神圣之物所致,因为它与其他疾病毫无相似之处。
καὶ κατὰ μὲν τὴν ἀπορίην αὐτοῖσι τοῦ μὴ γινώσκειν τὸ θεῖον αὐτῇ διασώζεται, κατὰ δὲ τὴν εὐπορίην τοῦ τρόπου τῆς ἰήσιος ᾧ ἰῶνται, ἀπόλλυται, ὅτι καθαρμοῖσί τε ἰῶνται καὶ ἐπαοιδῇσιν.
并且,由于无法认识它而产生的无能无力,它的神圣性得以维持;但由于他们用以治疗的手段(即用净化仪式和咒语来治疗)的轻而易举,这种神圣性又随之破灭。
Εἰ δὲ διὰ τὸ θαυμάσιον θεῖον νομιεῖται, πολλὰ τὰ ἱερὰ νουσήματα ἔστα καὶ οὐχὶ ἓν, ὡς ἐγὼ ἀποδείξω ἕτερα οὐδὲν ἧσσον ἐόντα θαυμάσια οὐδὲ τερατώδεα, ἃ οὐδεὶς νομίζει ἱερὰ εἶναι.
如果因为奇异就被认为是神圣的,那么神圣的疾病将会有很多,而不仅是一个;因为我将证明,还有其他同样奇异和怪诞的疾病,却没有人认为它们是神圣的。
Τοῦτο μὲν γὰρ οἱ πυρετοὶ οἷ ἀμφημερινοὶ καὶ οἱ τριταῖοι καὶ οἱ τεταρταῖοι οὐδὲν ἧσσόν μοι δοκέουσιν ἱεροὶ εἶναι καὶ ὑπὸ θεοῦ γίνεσθαι ταύτης τῆς νούσου, ὧν οὐ θαυμασίως γ’ ἔχουσιν·
首先,在我看来,每日热、隔日热和隔二日热并不比这种疾病更不神圣,也不更不像是神所造成的,尽管人们对它们并不感到奇异。
τοῦτο δὲ ὁρέω μαινομένους ἀνθρώπους καὶ παραφρονέοντας ἀπὸ μηδεμιῆς προφάσιος ἐμφανέος, καὶ πολλά τε καὶ ἄκαιρα ποιέοντας, ἔν τε τῷ ὕπνῳ οἶδα πολλοὺς οἰμώζοντας καὶ βοῶντας, τοὺς δὲ πνιγομένους, τοὺς δὲ καὶ ἀναΐσσοντάς τε καὶ φεύγοντας ἔξω καὶ παραφρονέοντας μέχρις ἂν ἐπέγρωνται, ἔπειτα δὲ ὑγιέας ἐόντας καὶ φρονέοντας ὥσπερ καὶ πρότερον, ἐόντας τ’ αὐτέους ὠχρούς τε καὶ ἀσθενέας, καὶ ταῦτα οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἄλλα τε πολλά ἐστι καὶ παντοδαπὰ ὧν περὶ ἑκάστου λέγειν πουλὺς ἂν εἴη λόγος.
其次,我看到有人在没有任何明显原因的情况下变得发狂和胡言乱语,做出许多不合时宜的事情。 我还知道许多人在睡眠中呻吟、叫喊,有的感到窒息,有的甚至跳起来逃到户外,胡言乱语直到醒来,之后便像以前一样健康、清醒,尽管他们面色苍白、身体虚弱,而且这种情况并非仅发生一次,而是屡次发生。 此外还有许多各种各样的事情,如果要一一细说,那话就太长了。
Ἐμοὶ δὲ δοκέουσιν οἱ πρῶτοι τοῦτο τὸ νόσημα ἀφιερώσαντες τοιοῦτοι εἶναι ἄνθρωποι οἷοι καὶ νῦν εἰσι μάγοι τε καὶ καθάρται καὶ ἀγύρται καὶ ἀλαζόνες, ὁκόσοι δὴ προσποιέονται σφόδρα θεοσεβέες εἶναι καὶ πλέον τι εἰδέναι.
在我看来,最初将这种疾病归为神圣的人,正是和如今的巫医、净化者、江湖骗子及吹牛者同类的人,他们装出一副极度敬虔且无所不知的模样。
Οὗτοι τοίνυν παραμπεχόμενοι καὶ προβαλλόμενοι τὸ θεῖον τῆς ἀμηχανίης τοῦ μὴ ἴσχειν ὅ τι προσενέγκαντες ὠφελήσουσιν, ὡς μὴ κατάδηλοι ἔωσιν οὐδὲν ἐπιστάμενοι, ἱερὸν ἐνόμισαν τοῦτο τὸ πάθος εἶναι, καὶ λόγους ἐπιλέξαντες ἐπιτηδείους τὴν ἴησιν κατεστήσαντο ἐς τὸ ἀσφαλὲς σφίσιν αὐτοῖσι, καθαρμοὺς προσφέροντες καὶ ἐπαοιδὰς, λουτρῶν τε ἀπέχεσθαι κελεύοντες καὶ ἐδεσμάτων πολλῶν καὶ ἀνεπιτηδείων ἀνθρώποισι νοσέουσιν ἐσθίειν, θαλασσίων μὲν τρίγλης, μελανούρου, κεστρέος, ἐγχέλυος (οὗτοι γὰρ οἱ ἰχθύες εἰσὶν ἐπικαιρότατοι), κρεῶν δὲ αἰγείου καὶ ἐλάφων καὶ χοιρίων καὶ κυνὸς (ταῦτα γὰρ κρεῶν ταρακτικώτατά ἐστι τῆς κοιλίης), ὀρνίθων δὲ ἀλεκτρυόνος καὶ τρυγόνος καὶ ὠτίδος, ἔτι δὲ ὅσα νομίζεται ἰσχυρότατα εἶναι, λαχάνων δὲ μίνθης, σκορόδου καὶ κρομύου (δριμὺ γὰρ ἀσθενέοντι οὐδὲν ξυμφέρει), ἱμάτιον δὲ μέλαν μὴ ἔχειν (θανατῶδες γὰρ τὸ μέλαν), μηδὲ ἐν αἰγείῳ κατακέεσθαι δέρματι μηδὲ φορέειν, μηδὲ πόδα ἐπὶ ποδὶ ἔχειν, μηδὲ χεῖρα ἐπὶ χειρὶ (ταῦτα γὰρ πάντα κωλύματα εἶναι).
于是,这些人利用神圣作为掩护和挡箭牌,以掩饰自己因无药可医而产生的无能无力,以免暴露自己一无所知,因而将这种病痛定为神圣。 他们编造出适宜的说辞,通过提供净化仪式和咒语,命令患者不准洗澡,并禁止食用许多对病人不适宜的食物,从而为自己建立起一套万无一失的治疗方法:海产方面包括红鲱鱼、黑尾鱼、鲻鱼、鳗鱼(因为这些鱼最容易引起毛病);肉类包括山羊肉、鹿肉、猪肉和狗肉(因为这些是肉类中最容易搅乱肠胃的);鸟类包括公鸡、斑鸠和野鸨,以及其他被认为最强力的食物;蔬菜包括薄荷、大蒜和洋葱(因为辛辣之物对病人毫无益处);并且不穿黑色衣服(因为黑色预示着死亡),不躺在也不穿山羊皮,不交叉双脚,不交叉双手(因为这些都会产生阻碍)。
Ταῦτα δὲ πάντα τοῦ θείου εἵνεκεν προστιθέασιν, ὡς πλέον τι εἰδότες καὶ ἄλλας προφάσιας λέγοντες, ὅκως, εἰ μὲν ὑγιὴς γένοιτο, αὐτῶν ἡ δόξα εἴη καὶ ἡ δεξιότης, εἰ δὲ ἀποθάνοι, ἐν ἀσφαλεῖ καθισταῖντο αὐτῶν αἱ ἀπολογίαι καὶ ἔχοιεν πρόφασιν ὡς οὐκ αἴτιοί εἰσιν αὐτοὶ, ἀλλ’ οἱ θεοί· οὔτε γὰρ φαγέειν οὔτε πιέειν ἔδοσαν φάρμακον οὐδὲν, οὔτε λουτροῖσι καθήψησαν, ὥστε δοκέειν αἴτιον εἶναι.
他们把这一切限制都归因于神圣,仿佛自己拥有更高级的知识,并编造其他借口,以便如果病人痊愈,名誉和聪明才智就归他们所有;而如果病人死了,他们的辩解就可以稳固确立,并且他们可以有借口说自己没有责任,责任在神明;因为他们既没有给他吃药也没有给他喝药,也没有用热水洗浴,以至于无法被看作是致死的原因。
Ἐγὼ δὲ δοκέω Λιβύων τῶν τὴν μεσόγειον οἰκεόντων οὐδένα ὑγιαίνειν, ὅτι ἐν αἰγείοισι δέρμασι κατακέονται καὶ κρέασιν αἰγείοισι χρῶνται, ἐπεὶ οὐκ ἔχουσιν οὔτε στρῶμα οὔτε ἱμάτιον οὔτε ὑπόδημα ὅ τι μὴ αἴγειόν ἐστιν· οὐ γάρ ἐστιν αὐτοῖς ἄλλο προβάτιον οὐδὲν ἢ αἶγες καὶ βόες.
但依我之见,居住在内陆的利比亚人应该没有一个是健康的,因为他们睡在山羊皮上,吃山羊肉,因为他们除了山羊制成的以外,没有任何被褥、衣服或鞋子;因为他们除了山羊和牛之外,没有任何其他家畜。
Εἰ δὲ ταῦτα προσφερόμενα καὶ ἐσθιόμενα τὴν νοῦσον τίκτει τε καὶ αὔξει καὶ μὴ ἐσθιόμενα ἰῆται, οὐκ ἐστὶνιἄρα ὁ θεὸς αἴτιος οὐδενὸς, οὐδὲ οἱ καθαρμοὶ ὠφελέουσιν, ἀλλὰ τὰ ἐδέσματα τὰ ἰώμενά ἐστι καὶ τὰ βλάπτοντα, τοῦ δὲ θείου ἀφανίζεται ἡ δύναμις. Οὕτως οὖν ἔμοιγε δοκέουσιν.
然而,如果摄入和食用这些东西会产生并加重疾病,而不吃能治愈疾病,那么神就完全不是原因,净化仪式也毫无用处,反而是食物在起治疗和损害的作用,而神的力量就消失了。
οἵτινες τούτῳ τῷ τρόπῳ ἐγχειρέουσιν ἰῆσθαι ταῦτα τὰ νοσήματα, οὔτε ἱερὰ νομίζειν εἶναι οὔτε θεῖα· ὅκου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετά στατα γίνεται καὶ ὑπὸ θεραπείης τοιῆσδε, τί κωλύει καὶ ὑφ’ ὑφ’ ἑτέρων τεχνημάτων ὁμοίων τούτοισιν ἐπιγίνεσθαι τοῖσιν, ἀνθρώτοισι, καὶ προσπίπτειν;
因此,在我看来,企图用这种方式治疗这些疾病的人,并不认为这些疾病是神圣的或具神性的;因为如果这些疾病通过这样的净化和治疗可以被转移或消除,那么有什么能阻止其他类似的手段将疾病带给人类并袭击他们呢?

词汇与语法注释

  1. 1ὧδ’ ἔχει — 不及物动词/无人称动词 ἔχει 与副词 ὧδε 结合的习惯用法,意为“情况如下”或“事情是这样的”。
  2. 1τοῦ μὴ γινώσκειν — 带冠词不定式的属格形式,用作由介词 κατά 引导的名词短语 τὴν ἀπορίην 的同格或解释性属格(“无法认识的无能为力”)。否定词使用 μή。
  3. 1Τοῦτο μὲν... τοῦτο δέ — 相关联地使用,表示“第一……,第二……”或“一方面……,另一方面……”(等同于 τὸ μέν... τὸ δέ)。
  4. p.356ἀνεπιτηδείων ἀνθρώποισι νοσέουσιν ἐσθίειν — 不定式 ἐσθίειν 依附于形容词 ἀνεπιτηδείων,表示限制或目的(即说明性不定式,意为“不适宜生病的人食用”)。ἀνθρώποισι νοσέουσιν 是依附于该形容词的与格。
  5. p.358ὅκου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετάστατα γίνεται — ὅκου 是爱奥尼亚方言中的 ὅπου(在……地方 / 如果……)。此处带有条件意味(“既然”或“如果”)。μετάστατα 是形容词 μετάστατος(可转移的、可改变的)的中性复数形式,在此作无人称使用,或以指代前文提到的“这些疾病”的中性复数为主语。

引用这一段

希波克拉底, 论神圣病 §1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。