§33. Τὴν δὲ γονήν φημι ἀποκρίνεσθαι ἀπὸ παντὸς τοῦ σώματος, καὶ ἀπὸ τῶν στερεῶν καὶ ἀπὸ τῶν μαλθακῶν, καὶ ἀπὸ τοῦ ὑγροῦ παντὸς τοῦ ἐν τῷ σώματι.
3. 私は、精液は身体のすべてから、すなわち固い部分からも柔らかい部分からも、そして体内にあるすべての液体からも分離されると主張する。
Εἰσὶ δὲ τέσσαρες ἰδέαι τοῦ ὑγροῦ, αἷμα, χολὴ, ὕδωρ καὶ φλέγμα.
液体の形態には四つの種類があり、血液、胆汁、水、そして粘液である。
Τοσαύτας γὰρ ἰδέας ἔχει ξυμφυέας ὁ ἄνθρωπος ἐν ἑωυτῷ, καὶ ἀπὸ τουτέων αἱ νοῦσοι γίνονται·
なぜなら、人間はこれらと同数の本来備わった体液を自身の中に持っており、これらから病気が生じるからである。
δεδήλωται δέ μοι καὶ περὶ τουτέων, καὶ διότι ἐκ τουτέων αἱ νοῦσοι γίνονται ἢ αἱ ἐκ νούσων διακρίσιες.
これらについても、またなぜこれらから病気が生じるのか、あるいは病気からどのような排泄が生じるのかについても、私によってすでに明らかにされている。
Καὶ ταῦτα μὲν εἰρέαταί μοι περὶ γονῆς, ὁκόθεν γίνεται καὶ ὅκως καὶ διότι, καὶ οἷσιν οὐ γίνεται ἡ γονὴ καὶ διότι οὐ γίνεται, καὶ περὶ καταμηνίων παρθένων.
精液について、それがどこから、どのように、なぜ生じるのか、またどのような人々に精液が生じないのか、なぜ生じないのか、そして少女たちの月経について、私による説明は以上の通りである。
§44. Τῇσι δὲ γυναιξί φημι ἐν τῇ μίξει τριβομένου τοῦ αἰδοίου καὶ τῶν μητρέων κινευμένων, ὥσπερ κνησμὸν ἐμπίπτειν ἐς αὐτὰς καὶ τῷ ἄλλῳ σώματι ἡδονὴν καὶ θέρμην παρέχειν.
4. 女性たちにおいては、交わりの際に性器が擦られ、子宮が動くにつれて、一種の痒みのようなものが彼女たちに生じ、身体の他の部分にも快感と熱をもたらすと私は主張する。
Μεθίει δὲ καὶ ἡ γυνὴ ἀπὸ τοῦ σώματος ὁτὲ μὲν ἐς τὰς μήτρας, αἱ δὲ μῆτραι ἰκμαλέαι γίνονται, ὁτὲ δὲ καὶ ἔξω, ἢν χάσκωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ.
女性もまた身体から放出するが、ある時は子宮の中へと放出し、その結果子宮は潤い、またある時は、もし子宮が必要以上に開いていれば、外へも放出する。
Καὶ ἥδεται, ἐπὴν ἄρξηται μίσγεσθαι, διὰ παντὸς τοῦ χρόνου, μέχρις ἂν αὐτὴν μεθιῇ ὁ ἀνήρ·
そして彼女は、交わりが始まると、男が彼女を放すまで、その時間を通じてずっと快感を得る。
κἢν μὲν ὀργᾷ ἡ γυνὴ μίσγεσθαι, πρόσθεν τοῦ ἀνδρὸς ἀφίει, καὶ τὸ λοιπὸν οὐκ ἔτι ὁμοίως ἥδεται ἡ γυνή·
もし女性が交わりを強く望んでいるなら、男よりも先に放出し、そのあとは女性はもはや同じようには快感を得ない。
ἢν δὲ μὴ ὀργᾷ, συντελέει τῷ ἀνδρὶ ἡδομένη·
もし強く望んでいないなら、快感を得つつ男とともに全うする。
καὶ ἔχει οὕτως ὥσπερ εἴ τις ἐπὶ ὕδωρ ζέον ἕτερον ψυχρὸν ἐπιχέει, παύεται τὸ ὕδωρ ζέον οὕτω, καὶ ἡ γονὴ πεσοῦσα τοῦ ἀνδρὸς ἐς τὰς μήτρας σβέννυσι τὴν θέρμην καὶ τὴν ἡδονὴν τῆς γυναικός.
これは次のようなものである。 すなわち、あたかも人が沸騰している水の上に別の冷たい水を注ぐと、沸騰している水がこのように収まるように、男の精液が子宮に落ちることで、女性の熱と快感を消し去るのである。
Ἐξαΐσσει δὲ ἡ ἡδονὴ καὶ ἡ θέρμη ἅμα τῇ γονῇ πιπτούσῃ ἐς τὰς μήτρας, ἔπειτα λήγει·
快感と熱は、精液が子宮に落ちると同時に一瞬高まり、それから収まる。
ὥσπερ εἴ τις ἐπὶ φλόγα οἶνον ἐπιχέει, συμβαίνει πρῶτα μὲν ἐξαΐσσειν τὴν φλόγα καὶ αὔξεσθαι δι’ ὀλίγου πρὸς τὴν ἐπίχυσιν τοῦ οἴνου, ἔπειτα λήγειν, ὡσαύτως δὲ καὶ τῇ γυναικὶ ἡ θέρμη ἐξαΐσσει πρὸς τὴν γονὴν τοῦ ἀνδρὸς, ἔπειτα λήγει.
あたかも人が炎の上に葡萄酒を注ぐと、まず炎がほとばしり、葡萄酒が注がれたことによって少しの間大きくなり、それから収まるように、同様に女性の熱も男の精液に対してほとばしり、それから収まる。
Ἧσσον δὲ πολλῷ ἥδεται ἡ γυνὴ τοῦ ἀνδρὸς ἐν τῇ μίξει, πλείονα δὲ χρόνον ἢ ὁ ἀνήρ·
女性は交わりにおいて男よりもはるかに少なく快感を得るが、男よりも長い時間それを得る。
διότι δὲ μᾶλλον ὁ ἀνὴρ ἥδεται, ἀποκρίνεται αὐτῷ ἐξαπίνης ἀπὸ τοῦ ὑγροῦ ἀπὸ ταραχῆς ἰσχυροτέρης ἢ τῇ γυναικί.
男がより強く快感を得る理由は、男においては、女性におけるよりも強い攪乱によって、液体から精液が突然に分離されるからである。
Ἔχει δὲ καὶ τόδε οὕτω τῇσι γυναιξίν·
また女性たちにとって次のようなこともある。
ἢν μὲν μίσγωνται ἀνδράσι, μᾶλλον ὑγιαίνουσιν· ἢν δὲ μὴ, ἧσσον·
すなわち、もし男たちと交わればより健康になり、そうでなければあまり健康ではない。
ἅμα μὲν γὰρ αἱ μῆτραι ἰκμαλέαι γίνονται ἐν τῇ μίξει καὶ οὐ ξηραὶ, ξηραὶ δὲ ἐοῦσαι μᾶλλον τοῦ καιροῦ συστρέφονται ἰσχυρῶς, συστρεφόμεναι δὲ ἰσχυρῶς πόνον τῷ σώματι παρέχουσιν· ἅμα δὲ ἡ μίξις τὸ αἷμα θερμαίνουσα καὶ ὑγραίνουσα ποιέει ὁδὸν ῥηϊτέρην τοῖσι καταμηνίοισι·
なぜなら、一方では交わりにおいて子宮が潤い、乾燥しなくなるからであり(必要以上に乾燥していると、子宮は激しく収縮し、激しく収縮することで身体に痛みをもたらす)、他方では、交わりが血液を温めて流動的にし、月経のための経路をより容易にするからである。
τῶν δὲ καταμηνίων μὴ χωρεόντων τὰ σώματα τῶν γυναικῶν ἐπίνοσα γίνεται·
月経が流れないと、女性たちの身体は病気がちになる。
διότι δὲ γίνεται ἐπίνοσα, εἰρήσεταί μοι ἐν τῇσι γυναικείῃσι νούσοισιν.
なぜ病気がちになるのかについては、『女性の病気について』で私によって語られるであろう。
Καὶ ταῦτα μέν μοι εἰρέαται ἐς τοῦτο.
これらについてはこれまで述べた通りである。
§55. Ἐπὴν δὲ μιχθῇ ἡ γυνὴ, ἢν μὲν μὴ μέλλῃ λήψεσθαι πρὸς ἑωυτὴν, πρὸς τῷ ἔθει χωρέει ἔξω ἡ γονὴ ἀπ’ ἀμφοτέρων, ὁκόταν ἡ γυνὴ ἐθελήσῃ·
5. 女性が交わったとき、もし彼女自身のうちに受け入れるつもりがないならば、精液は彼女の望むときに習慣に従って両者から外へと流れ出る。
ἢν δὲ μέλλῃ λήψεσθαι, οὐ χωρέει ἔξω, ἀλλ’ ἐμμένει ἐν τῇσι μήτρῃσιν ἡ γονή.
しかし、もし受け入れることになるならば、精液は外へ流れ出ず、子宮内にとどまる。
Αἱ γὰρ μῆτραι δεξάμεναι καὶ μύσασαι ἔχουσιν ἐν ἑωυτῇσιν, ἅτε εἰλυσπασθέντος τοῦ στόματος ὑπὸ τῆς ἰκμάδος, καὶ μίσγεται ὁμοῦ τό τε ἀπὸ τοῦ ἀνδρὸς ἐλθὸν καὶ τὸ ἀπὸ τῆς γυναικός·
なぜなら、子宮はそれを受け取って閉じると、湿気によって子宮口が収縮して閉じられるため、自身の内にとどめるからであり、男から来たものと女性から来たものが混ざり合うからである。
καὶ ἢν ἡ γυνὴ τόκων ἔμπειρος ἔῃ καὶ ἐννοήσῃ ὁκόταν ἡ γονὴ μὴ ἐξέλθῃ, ἀλλ’ ἐμμείνῃ, εἰδήσει ᾗ ἡμέρῃ ἔλαβεν πρὸς ἑωυτήν.
そして、もし女性が出産の経験があり、精液が流れ出ずにとどまっていることに気づくならば、彼女は自分が何日目に自身のうちに受け入れたかを知るであろう。