§1## ΠΕΡΙ ΓΟΝΗΣ.
## ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ.
## ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.
1. Νόμος μὲν πάντα κρατύνει·
\n\n## 精液について\n\n## 子どもの本性について\n\n## 疾患について第4巻\n\n1. 法(あるいは慣習)がすべてを支配する。
ἡ δὲ γονὴ τοῦ ἀνδρὸς ἔρχεται ἀπὸ παντὸς τοῦ ὑγροῦ τοῦ ἐν τῷ σώματι ἐόντος τὸ ἰσχυρότατον ἀποκριθέν·
しかし、男の精液は、体内にあるすべての液体のうち、最も強力な部分が分離されたものとして生じる。
τούτου δὲ ἱστόριον τόδε, ὅτι ἀποκρίνεται τὸ ἰσχυρότατον, ὅτι ἐπὴν λαγνεύσωμεν σμικρὸν οὕτω μεθέντες, ἀσθενέες γινόμεθα.
これが、最も強力な部分が分離されるということの証拠である。 すなわち、私たちが交わり、かくしてわずかな量を放出しただけで、弱くなってしまうことである。
Ἔχει δὲ οὕτω·
その仕組みは次のとおりである。
φλέβες καὶ νεῦρα ἀπὸ παντὸς τοῦ σώματος τείνουσιν ἐς τὸ αἰδοῖον, οἷσιν ὑποτριβομένοισι καὶ θερμαινομένοισι καὶ πληρευμένοισιν ὥσπερ κνησμὸς ἐμπίπτει καὶ τῷ σώματι παντὶ ἡδονὴ καὶ θέρμη ἐκ τούτου παραγίνεται·
身体のいたるところから血管と神経が性器へと伸びており、それらが擦られ、温まり、満たされると、一種の痒みのようなものが生じ、それによって身体全体に快感と熱がもたらされる。
τριβομένου δὲ τοῦ αἰδοίου καὶ τοῦ ἀνθρώπου κινευμένου, τὸ ὑγρὸν θερμαίνεται ἐν τῷ σώματι καὶ διαχέεται καὶ κλονέεται ὑπὸ τῆς κινήσιος καὶ ἀφρέει, καθάπερ καὶ τἄλλα ὑγρὰ ξύμπαντα κλονεύμενα ἀφρέει·
性器が擦られ、人が動くにつれて、体内の液体は温められ、拡散し、その運動によって攪乱され、泡立つ。 他のすべての液体が攪乱されると泡立つのと同じようにである。
οὕτω δὲ κἀν τῷ ἀνθρώπῳ ἀποκρίνεται ἀπὸ τοῦ ὑγροῦ ἀφρέοντος τὸ ἰσχυρότατον καὶ πιότατον, καὶ ἔρχεται εἰς τὸν νωτιαῖον μυελόν·
このようにして、人間の体内でも、泡立つ液体から最も強力で最も富んだ部分が分離され、脊髄へと至る。
τείνουσι γὰρ ἐς τοῦτον ἐκ παντὸς τοῦ σώματος, καὶ διαχέει ἐκ τοῦ ἐγκεφάλου εἰς τὴν ὀσφὺν καὶ ἐς πᾶν τὸ σῶμα καὶ ἐς τὸν μυελὸν, καὶ ἐξ αὐτοῦ τείνουσιν ὁδοὶ, ὥστε καὶ ἐπιέναι τοῦ ὑγροῦ ἐς αὐτὸν καὶ ἀποχωρέειν.
というのも、身体全体からこれへと血管が伸びており、それは脳から腰、身体全体、そして脊髄へと液体を流し、また脊髄からは様々な経路が伸びていて、その結果、液体がそこへと流入し、また流出するからである。
Ἐπὴν δὲ ἔλθῃ ἐς τοῦτον τὸν μυελὸν ἡ γονὴ, χωρέει παρὰ τοὺς νεφρούς·
精液がこの脊髄に達すると、腎臓の脇を通る。
ταύτῃ γὰρ ἡ ὁδός ἐστι διὰ φλεβῶν, κἢν οἱ νεφροὶ ἑλκωθῶσιν, ἔστιν ὅτε καὶ αἷμα ξυμφέρεται·
というのも、そこへ至る経路が血管を通過しているからであり、もし腎臓が傷つけられると、時には血液も混ざって運ばれる。
παρὰ δὲ τῶν νεφρῶν ἔρχεται διὰ τῶν ὀρχίων μεσάτων ἐς τὸ αἰδοῖον·
腎臓の脇から、精巣の真ん中を通って性器へと達する。
καὶ χωρέει οὐχ ὅπη τὸ οὖρον, ἀλλά οἱ ἄλλη ὁδός ἐστιν αὐτῆς ἐχομένη.
そして、尿が通る道とは異なる、それに隣接した別の経路を精液は進む。
Καὶ οἱ ἐξονειρώσσοντες διὰ τάδε ἐξονειρώσσουσιν·
夢精する者が夢精するのも、これと同じ理由による。
ἐπὴν τὸ ὑγρὸν ἐν τῷ σώματι διακεχυμένον ἔῃ καὶ διάθερμον, εἴτε ὑπὸ ταλαιπωρίης, εἴτε καὶ ὑπὸ ἄλλου τινὸς, ἀφρέει·
体内の液体が、過労や他の原因によって拡散し、加熱されると、それは泡立つ。
καὶ ἀποκρινο. μένου ἀπ’ αὐτοῦ ὁρᾷν παρίσταται οἷάπερ ἐν τῇ λαγνείῃ·
そして、そこから精液が分離されるとき、交わりの際に経験するような事柄が夢に現れる。
ἔχει γὰρ τὸ ὑγρὸν τοῦτο ὅπερ λαγνεύοντι·
というのも、この液体は交わっている時と同じ状態にあるからである。
ἀλλ’ οὔ μοι περὶ ὀνειρωσσόντων καὶ παντὸς τοῦ νοσήματος τί ἐστὶ, καὶ ὁκόσα ἐργάζεται, καὶ διότι πρὸ λαγνείης.
しかし、私にとって夢精する人々や、その疾患の全容が何であるか、それがどれほどの作用を及ぼすか、なぜ交わりに先立って生じるかについては、ここでは論じない。
Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἰρέαται.
これらについてはこれまで述べてきた通りである。
§22. Οἱ δὲ εὐνοῦχοι διὰ ταῦτα οὐ λαγνεύουσιν, ὅτι σφέων ἡ δίοδος ἀμαλδύνεται τῆς γονῆς·
\n\n2. 去勢された人々が交わらないのは、彼らの精液の通路が破壊されているからである。
ἔστι γὰρ δι’ αὐτῶν τῶν ὀρχίων ἡ ὁδός·
なぜなら、その通路はまさに精巣を通っているからである。
καὶ νεῦρα τείνει λεπτὰ καὶ πυκνὰ ἐς τὸ αἰδοῖον ἐκ τῶν ὀρχίων, οἶσιν ἀείρεται καὶ καθίεται, καὶ ταῦτα ἐν τῇ τομῇ ἀποτέμνεται, διὸ οὐχ ὑπάρχουσιν οἱ εὐνοῦχοι χρηστοί·
また、細く密な神経が精巣から性器へと伸びており、これらによって性器は起立し、また下垂するが、去勢手術においてこれらが切断されるため、去勢された人々は役に立たなくなる。
τῶν δὲ τάδε ἐκτριβέντων ἡ ὁδὸς τῆς γονῆς ἐμπέφρακται·
また、精巣を擦り潰された人々においては、精液の通路が閉塞している。
πωροῦνται γὰρ οἱ ὄρχιες·
なぜなら精巣が硬化するからである。
καὶ τὰ νεῦρα σκληρὰ καὶ μωρὰ γενόμενα ὑπὸ τοῦ πώρου οὐ δύναται τείνειν καὶ χαλᾷν.
また、神経もその硬化によって硬く無感覚になり、緊張したり弛緩したりすることができなくなる。
Ὁκόσοι δὲ παρ οὖς τετμημένοι εἰσὶν, οὗτοι λαγνεύουσι μὲν καὶ ἀφιᾶσιν, ὀλίγον δὲ καὶ ἀσθενὲς καὶ ἄγονον·
耳の後ろを血管切開された人々は、交わって放出することはできるものの、それは少量で、弱く、不妊である。
χωρέει γὰρ τὸ πλεῖστον τοῦ γόνου ἀπὸ τῆς κεφαλῆς παρὰ τὰ οὔατα ἐς τὸν νωτιαῖον μυελόν· αὕτη δὲ ἡ δίοδος ὑπὸ τῆς τομῆς οὐλῆς γενομένης στερεὴ γέγονεν.
というのも、精液の大部分は頭部から耳の脇を通って脊髄へと下るからであり、この通路が切開による瘢痕の形成によって硬くなってしまっているからである。
Τοῖσι δὲ παισὶ λεπτὰ τὰ φλέβια ἐόντα καὶ πληρευμένα κωλύει τὴν γονὴν ἰέναι, καὶ ὁ κνησμὸς οὐχ ὁμοίως παραγίνεται·
子どもたちにおいては、血管が細く、また満たされているために精液の通過を妨げ、痒みも同じようには生じない。
διὰ ταῦτα οὐδὲ κλονέεται ἐν τῷ σώματι τὸ ὑγρὸν ἐς ἀπόκρισιν τῆς γονῆς·
このため、精液の分離を促すような液体の攪乱も体内では起こらない。
καὶ τῇσι παρθένοισι, μέχρις ἂν νέαι ἔωσιν, οὐ χωρέει τὰ καταμήνια δι’ αἴτιον τωὐτό.
そして少女たちにとっても、若い間は同じ理由で月経が起こらない。
Ἐπὴν δὲ αὔξωνται καὶ παρθένος καὶ παῖς, αἱ φλέβες αἱ ἐς τὸ αἰδοῖον τείνουσαι τοῦ παιδὸς καὶ τῆς παρθένου ἐπὶ τὰς μήτρας εὔροαι γίνονται ὑπὸ τῆς αὔξης καὶ στομοῦνται, καὶ ὁδὸς καὶ δίοδος διὰ στενῶν γίνεται, καὶ τὸ ὑγρὸν κλόνησιν τότε ἴσχει, εὐρυχωρίη γάρ οἱ τότε γίνεται ἔνθα κλονήσεται·
しかし、少女も少年も成長するにつれ、少年の性器へと伸びる血管、および少女の子宮へと伸びる血管は、成長によって通りがよくなり、開口する。 誠に、かつて狭かった部分が通路および通り道となり、その時、液体は攪乱を得る。 液体が攪乱されるための広い空間がそこにできるからである。
καὶ τῷ παιδὶ χωρέει, ἐπὴν ἁδρὸς ἔῃ, διὰ τόδε, καὶ τῇ παρθένῳ τὰ καταμήνια.
それゆえ、少年が成熟すると精液が流れ、少女には月経が起こる。
Ταῦτα δέ μοι οὕτως ἀποπέφανται.
私によるこれらの説明は以上の通りである。