§66. ἔχει δὲ οὕτω καὶ τόδε·
6. また次のようなこともある。
ὁτὲ μὲν ἰσχυρότερόν ἐστι τὸ μεθιέμενον ἀπὸ τῆς γυναικὸς, ὁτὲ δὲ ἀσθενέστερον·
すなわち、女性から放出されるものはある時はより強く、ある時はより弱い。
καὶ τὸ ἀπὸ τοῦ ἀνδρὸς ὡσαύτως·
男から放出されるものも同様である。
καὶ ἔστι καὶ ἐν τῷ ἀνδρὶ τὸ θῆλυ σπέρμα καὶ τὸ ἄρσεν, καὶ ἐν τῇ γυναικὶ ὁμοίως·
そして男の中にも女性の種と男性の種があり、女性の中にも同様にある。
ἰσχυρότερον δέ ἐστι τὸ ἄρσεν τοῦ θήλεος·
しかし、男性のものは女性のものよりも強い。
ἀνάγκη γὰρ ἀπὸ ἰσχυροτέρου σπέρματος γίνεσθαι.
なぜなら、男児はより強い種から生じる必要があるからである。
Ἔχει δὲ καὶ τόδε οὕτω·
また次のようなこともある。
ἢν μὲν ἀπ’ ἀμφοτέρων τὸ σπέρμα ἰσχυρότερον ἔλθῃ, ἄρσεν γίνεται· ἢν δὲ ἀσθενὲς, θῆλυ·
もし両者からより強い種が出れば男児になり、もし弱い種が出れば女児になる。
ὁκότερον δ’ ἂν κρατήσῃ κατὰ πλῆθος, ἐκεῖνο καὶ γίνεται·
そしてどちらが量において勝るかによって、その性が決定される。
ἢν γὰρ πολλῷ πλέον τὸ ἀσθενὲς σπέρμα ᾖ τοῦ ἰσχυροτέρου, κρατέεται τὸ ἰσχυρὸν καὶ μιχθὲν τῷ ἀσθενεῖ ἐς θῆλυ περιηνέχθη·
すなわち、もし弱い種が強い種よりもはるかに多ければ、強い種は圧倒され、弱い種と混ざり合うことで女児へと変化する。
ἢν δὲ πλέον ἔῃ τὸ ἰσχυρὸν τοῦ ἀσθενέος, κρατηθῇ τε τὸ ἀσθενὲς, ἐς ἄρσεν περιηνέχθη.
もし強い種が弱い種よりも多く、弱い種が圧倒されれば、男児へと変化する。
Ὥσπερ εἴ τις κηρὸν καὶ στέαρ μίξας ὁμοῦ, πλέον ποιήσας τὸ στέαρ, τήξειε πρὸς πυρὶ, μέχρι μὲν ὑγρὸν ἔῃ, οὐ διάδηλον γίνεται τὸ κρατέον· ἐπὴν δὲ παγῇ, τότ’ ἐμφανὲς γίνεται, ὅτι κρατέει τὸ στέαρ τοῦ κηροῦ κατὰ πλῆθος·
これは、ある人が蝋と獣脂を混ぜ合わせ、獣脂の方を多くして火で溶かしたとき、それが液状である間はどちらが勝っているか明らかではないが、固まると、獣脂の方が量において蝋に勝っていることが明白になるのと同じである。
οὕτως ἔχει καὶ τοῦ ἄρσενος καὶ τοῦ θήλεος τῆς γονῆς.
男性の種と女性の種についても同様である。
§77. Ξυμβάλλεσθαι δὲ παρέχει ὅτι καὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ ἔστι γόνος καὶ θήλεος καὶ ἄρσενος τοῖσιν ἐμφανέσι γινομένοισι·
7. 女性の中にも男の中にも、女の種と男の種があるということは、現実に起こる明白な事実から推測することができる。
πολλαὶ γὰρ γυναῖκες ἤδη ἐθηλυτόκησαν παρ’ ἀνδράσιν ἰδίοις, παρὰ δὲ ἑτέρους ἄνδρας ἐλθοῦσαι ἐκουροτόκησαν·
なぜなら、多くの女性が、以前の夫との間では女児ばかりを産んでいたのに、他の男のもとに行くと男児を産んだという例があるからである。
καὶ οἱ ἄνδρες οἱ αὐτοὶ κεῖνοι παρ’ οἷσιν ἐθηλυτόκεον αἱ γυναῖκες, ἑτέρων γυναικῶν ἐς μίξιν ἀφικόμενοι, ἄρσενα γόνον ἐποίησαν, καὶ οἷσιν ἄρσην γόνος ἐγίνετο, ἐς ἑτέρας γυναῖκας μιχθέντες θῆλυν γόνον ἐποίησαν.
また、それらの女性が女児を産んだ当の男たちも、他の女性と交わると男性の子孫をもうけ、また男児が生まれていた男たちが、他の女性と交わると女性の子孫をもうけた。
Οὗτος ὁ λόγος ἐρέει καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἔχειν καὶ θῆλυν γόνον καὶ ἄρσενα·
この議論は、男も女性も、女性の種と男性の種の両方を持っていることを示している。
παρὰ μὲν γὰρ τοῖσιν ἐθηλυτόκεον, ἐκρατέετο τὸ ἰσχυρότερον, πλέονος γενομένου τοῦ ἀσθενέος, καὶ ἐγένετο θήλεα· παρὰ δὲ τοῖσιν ἐκουροτόκεον, ἐκράτεε τὸ ἰσχυρότερον, καὶ ἐγένετο ἄρσενα·
なぜなら、女児を産んだ者たちの間では、弱い種が多くなったために強い種が圧倒され、女児が生まれたのであり、他方、男児を産んだ者たちの間では、強い種が勝ったために男児が生まれたからである。
χωρέει δὲ οὐκ ἀεὶ τοῦτο ἀπὸ τοῦ αὐτέου ἀνδρὸς ἰσχυρὸν, οὐδὲ ἀσθενὲς ἀεὶ, ἀλλ’ ἄλλοτε ἀλλοῖον.
しかし、同じ男から出るこの種は、常に強いわけでもなく、常に弱いわけでもなく、時によって異なる。
Καὶ τῆς γυναικὸς οὕτως ἔχει·
女性についても同様である。
ὡς μὴ θαυμάζειν τὰς αὐτὰς γυναῖκας καὶ τοὺς αὐτοὺς ἄνδρας γόνον καὶ ἄρσενα καὶ θῆλυν ποιέειν.
したがって、同じ女性や同じ男が、男児と女児の両方をつくることを不思議に思う必要はない。
Ἔχει δὲ καὶ τοῖσι κτήνεσιν οὕτω τὰ περὶ γονῆς θήλεος καὶ ἄρσενος.
家畜における女性(雌)と男性(雄)の種についても同様である。
§88. Καὶ ἐν αὐτῇφι τῇ γονῇ ἐξέρχεται καὶ τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς ἀπὸ παντὸς τοῦ σώματος, καὶ ἀπὸ τῶν ἀσθενέων ἀσθενὴς καὶ ἀπὸ τῶν ἰσχυρῶν ἰσχυρή·
8. そして精液そのものにおいて、それは女性からも男からも身体のすべてから流れ出ており、弱い部分からは弱い精液が、強い部分からは強い精液が流れ出る。
καὶ τῷ τέκνῳ οὕτως ἐστὶν ἀνάγκη ἀποδίδοσθαι.
したがって、子どもにもそのように受け継がれる必要がある。
Καὶ ὁκόθεν ἂν τοῦ σώματος τοῦ ἀνδρὸς πλέον ἔλθῃ ἐς τὴν γονὴν ἢ τῆς γυναικὸς, κεῖνο κάλλιον ἔοικε τῷ πατρί·
男の身体のどの部分から、女性の身体からよりも多くの精液がその種の中に入るかによって、その部分はより父親に似ることになる。
ὁκόθεν ἂν δὲ πλέον ἔλθῃ ἀπὸ τῆς γυναικὸς τοῦ σώματος, κεῖνο κάλλιον ἔοικε τῇ μητρί.
女性の身体からより多くの精液が来る部分については、その部分はより母親に似る。
Ἔστι δὲ οὐκ ἀνυστὸν πάντα τῇ μητρὶ ἐοικέναι, τῷ δὲ πατρὶ μηδὲν, ἢ τὸ ἐναντίον τούτου, οὐδὲ μηδετέρῳ ἐοικέναι μηδέν·
すべてが母親に似て父親に全く似ないこと、あるいはその逆であること、またどちらにも全く似ないということは不可能である。
ἀλλ’ ἀμφοτέροισιν ἀνάγκη τίς ἐστιν ἐοικέναι τινὶ, εἴπερ ἄρα ἀπ’ ἀμφοτέρων τῶν σωμάτων τὸ σπέρμα χωρέει ἐς τὸ τέκνον.
そうではなく、もし双方の身体から種が子どもへと流れるのであるなら、双方のどこかしらに似るというある種の必然性がある。
Ὁκότερος δ’ ἂν πλέον ξυμβάληται ἐς τὸ ἐοικέναι καὶ ἀπὸ πλεόνων χωρίων τοῦ σώματος, κείνῳ τὰ πλείονα ἔοικε·
そして、どちらがより多くの身体の部位から、似せることに対してより多く貢献したかによって、子どもはそちらにより多くの点で似ることになる。
καὶ ἔστιν ὅτε θυγάτηρ γενομένη τὰ πλείονα ἔοικε κάλλιον τῷ πατρὶ ἢ τῇ μητρὶ, καὶ κοῦρος γενόμενος ἔστιν ὅτε κάλλιον ἔοικε τῇ μητρὶ ἢ τῷ πατρί.
そして時に、生まれた娘が母親よりも父親により良く似ていることがあり、生まれた息子が父親よりも母親により良く似ていることがある。
Καὶ ταῦτά μοι καὶ τοσαῦτα ἐστὶν ἱστόρια τῷ προτέρῳ λόγῳ, ὅτι ἔνεστι καὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ καὶ κουρογονίη καὶ θηλυγονίη.
これら、およびこれほど多くのことが、女性の中にも男の中にも、男児を産む力と女児を産む力の双方が備わっているという、私の先の議論に対する証拠である。