§33. Τὴν δὲ γονήν φημι ἀποκρίνεσθαι ἀπὸ παντὸς τοῦ σώματος, καὶ ἀπὸ τῶν στερεῶν καὶ ἀπὸ τῶν μαλθακῶν, καὶ ἀπὸ τοῦ ὑγροῦ παντὸς τοῦ ἐν τῷ σώματι.
3. 我主张,精液是从全身分离出来的,既包括坚硬的部分也包括柔软的部分,以及体内所有的液体。
Εἰσὶ δὲ τέσσαρες ἰδέαι τοῦ ὑγροῦ, αἷμα, χολὴ, ὕδωρ καὶ φλέγμα.
体液有四种类型:血液、胆汁、水和粘液。
Τοσαύτας γὰρ ἰδέας ἔχει ξυμφυέας ὁ ἄνθρωπος ἐν ἑωυτῷ, καὶ ἀπὸ τουτέων αἱ νοῦσοι γίνονται· δεδήλωται δέ μοι καὶ περὶ τουτέων, καὶ διότι ἐκ τουτέων αἱ νοῦσοι γίνονται ἢ αἱ ἐκ νούσων διακρίσιες.
因为人体内部拥有同等数量的这些先天与之共生的体液,疾病正是由此产生的;关于这些,以及为什么疾病或疾病造成的排泄物是由此产生的,我已经进行了说明。
Καὶ ταῦτα μὲν εἰρέαταί μοι περὶ γονῆς, ὁκόθεν γίνεται καὶ ὅκως καὶ διότι, καὶ οἷσιν οὐ γίνεται ἡ γονὴ καὶ διότι οὐ γίνεται, καὶ περὶ καταμηνίων παρθένων.
关于精液,它从何处、如何及为何产生,以及在什么人身上不产生精液、为何不产生,还有关于处女的月经,我已经阐述如上。
§44. Τῇσι δὲ γυναιξί φημι ἐν τῇ μίξει τριβομένου τοῦ αἰδοίου καὶ τῶν μητρέων κινευμένων, ὥσπερ κνησμὸν ἐμπίπτειν ἐς αὐτὰς καὶ τῷ ἄλλῳ σώματι ἡδονὴν καὶ θέρμην παρέχειν.
4. 我主张,对于妇女,在性交中由于生殖器受到摩擦以及子宫的运动,一种类似瘙痒的感觉会侵袭她们,并给身体的其他部分带来快乐和温热。
Μεθίει δὲ καὶ ἡ γυνὴ ἀπὸ τοῦ σώματος ὁτὲ μὲν ἐς τὰς μήτρας, αἱ δὲ μῆτραι ἰκμαλέαι γίνονται, ὁτὲ δὲ καὶ ἔξω, ἢν χάσκωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ.
妇女也从体内排出精液,有时排入子宫,使子宫变得湿润,有时如果子宫开张得超过了适当的程度,也会排到外面。
Καὶ ἥδεται, ἐπὴν ἄρξηται μίσγεσθαι, διὰ παντὸς τοῦ χρόνου, μέχρις ἂν αὐτὴν μεθιῇ ὁ ἀνήρ·
一旦开始性交,她在整个过程中都会感到快乐,直到男子离开她。
κἢν μὲν ὀργᾷ ἡ γυνὴ μίσγεσθαι, πρόσθεν τοῦ ἀνδρὸς ἀφίει, καὶ τὸ λοιπὸν οὐκ ἔτι ὁμοίως ἥδεται ἡ γυνή· ἢν δὲ μὴ ὀργᾷ, συντελέει τῷ ἀνδρὶ ἡδομένη·
如果妇女渴望性交,她会在男子之前排精,此后妇女便不再感到同样的快乐;但如果她不那么渴望,她就会在享受快乐的同时与男子共同完成性交。
καὶ ἔχει οὕτως ὥσπερ εἴ τις ἐπὶ ὕδωρ ζέον ἕτερον ψυχρὸν ἐπιχέει, παύεται τὸ ὕδωρ ζέον οὕτω, καὶ ἡ γονὴ πεσοῦσα τοῦ ἀνδρὸς ἐς τὰς μήτρας σβέννυσι τὴν θέρμην καὶ τὴν ἡδονὴν τῆς γυναικός.
这就像如果有人把冷水倒在沸腾的水上,沸腾的水就会因此平息一样,男子落入子宫的精液也同样熄灭了妇女的温热和快感。
Ἐξαΐσσει δὲ ἡ ἡδονὴ καὶ ἡ θέρμη ἅμα τῇ γονῇ πιπτούσῃ ἐς τὰς μήτρας, ἔπειτα λήγει· ὥσπερ εἴ τις ἐπὶ φλόγα οἶνον ἐπιχέει, συμβαίνει πρῶτα μὲν ἐξαΐσσειν τὴν φλόγα καὶ αὔξεσθαι δι’ ὀλίγου πρὸς τὴν ἐπίχυσιν τοῦ οἴνου, ἔπειτα λήγειν, ὡσαύτως δὲ καὶ τῇ γυναικὶ ἡ θέρμη ἐξαΐσσει πρὸς τὴν γονὴν τοῦ ἀνδρὸς, ἔπειτα λήγει.
快感和温热在精液落入子宫的同时突然迸发,然后平息;正如如果有人把葡萄酒倒在火焰上,首先会使火焰迸发并因倒入葡萄酒而短暂变大,然后平息一样,同样地,妇女的温热面对男子的精液也会突然迸发,然后平息。
Ἧσσον δὲ πολλῷ ἥδεται ἡ γυνὴ τοῦ ἀνδρὸς ἐν τῇ μίξει, πλείονα δὲ χρόνον ἢ ὁ ἀνήρ· διότι δὲ μᾶλλον ὁ ἀνὴρ ἥδεται, ἀποκρίνεται αὐτῷ ἐξαπίνης ἀπὸ τοῦ ὑγροῦ ἀπὸ ταραχῆς ἰσχυροτέρης ἢ τῇ γυναικί.
妇女在性交中感受到的快乐远少于男子,但持续的时间比男子更长;男子感到更多快乐的原因是,由于比妇女更剧烈的震荡,他的精液从体内液体中突然分离出来。
Ἔχει δὲ καὶ τόδε οὕτω τῇσι γυναιξίν· ἢν μὲν μίσγωνται ἀνδράσι, μᾶλλον ὑγιαίνουσιν· ἢν δὲ μὴ, ἧσσον·
对妇女来说,情况也是如此:如果她们与男子交合,她们就会更健康;如果不,就会较不健康。
ἅμα μὲν γὰρ αἱ μῆτραι ἰκμαλέαι γίνονται ἐν τῇ μίξει καὶ οὐ ξηραὶ, ξηραὶ δὲ ἐοῦσαι μᾶλλον τοῦ καιροῦ συστρέφονται ἰσχυρῶς, συστρεφόμεναι δὲ ἰσχυρῶς πόνον τῷ σώματι παρέχουσιν· ἅμα δὲ ἡ μίξις τὸ αἷμα θερμαίνουσα καὶ ὑγραίνουσα ποιέει ὁδὸν ῥηϊτέρην τοῖσι καταμηνίοισι·
因为一方面,在性交中子宫变得湿润而不干燥,而当子宫过于干燥时就会剧烈收缩,剧烈收缩则会给身体带来痛苦;另一方面,性交使血液变热并变稀,为月经提供了更通畅的通路。
τῶν δὲ καταμηνίων μὴ χωρεόντων τὰ σώματα τῶν γυναικῶν ἐπίνοσα γίνεται· διότι δὲ γίνεται ἐπίνοσα, εἰρήσεταί μοι ἐν τῇσι γυναικείῃσι νούσοισιν.
如果月经不流出,妇女的身体就会生病;关于为什么会生病,我将在《女病论》中加以说明。
Καὶ ταῦτα μέν μοι εἰρέαται ἐς τοῦτο.
关于这些,我已阐述至此。
§55. Ἐπὴν δὲ μιχθῇ ἡ γυνὴ, ἢν μὲν μὴ μέλλῃ λήψεσθαι πρὸς ἑωυτὴν, πρὸς τῷ ἔθει χωρέει ἔξω ἡ γονὴ ἀπ’ ἀμφοτέρων, ὁκόταν ἡ γυνὴ ἐθελήσῃ· ἢν δὲ μέλλῃ λήψεσθαι, οὐ χωρέει ἔξω, ἀλλ’ ἐμμένει ἐν τῇσι μήτρῃσιν ἡ γονή.
5. 当妇女交合后,如果她不打算受孕,精液就会按照惯例在妇女愿意的时候从双方流到外面;但如果她将会受孕,精液就不会流到外面,而是留在子宫里。
Αἱ γὰρ μῆτραι δεξάμεναι καὶ μύσασαι ἔχουσιν ἐν ἑωυτῇσιν, ἅτε εἰλυσπασθέντος τοῦ στόματος ὑπὸ τῆς ἰκμάδος, καὶ μίσγεται ὁμοῦ τό τε ἀπὸ τοῦ ἀνδρὸς ἐλθὸν καὶ τὸ ἀπὸ τῆς γυναικός·
因为子宫接受并闭合,将精液保留在自身内部,这是因为子宫口因湿气而收缩,并且来自男子的和来自妇女的精液混合在一起。
καὶ ἢν ἡ γυνὴ τόκων ἔμπειρος ἔῃ καὶ ἐννοήσῃ ὁκόταν ἡ γονὴ μὴ ἐξέλθῃ, ἀλλ’ ἐμμείνῃ, εἰδήσει ᾗ ἡμέρῃ ἔλαβεν πρὸς ἑωυτήν.
如果妇女有生育经验,并且注意到精液何时没有流出而是留在了体内,她就会知道自己是在哪一天受孕的。