- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:1-3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
医術の困難さとその自然にかなった治療原理(対立物による治療)を説明し、すべての病気の根源的な原因である「気(プネウマ)」の普遍的かつ強大な力について論じる。
ΠΕΡΙ ΦΥΣΩΝ. 1. Εἰσί τινες τῶν τεχνέων, αἳ τοῖσι μὲν κεκτημένοισίν εἰσιν ἐπίπονοι, τοῖσι δὲ χρεομένοισιν ὀνηισταὶ, καὶ τοῖσι μὲν ἰδιώτῃσι ξυνὸν ἀγαθὸν, τοῖσι δὲ μεταχειριζομένοισι σφᾶς λυπηραί. Τῶν δὴ τοιουτέων ἐστὶ τεχνέων, καὶ ἣν οἱ Ἕλληνες καλέουσιν ἰητρικήν· ὁ μὲν γὰρ ἰητρὸς ὁρῇ τε δεινὰ, θιγγάνει τε ἀηδέων, ἐπ’ ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας· οἱ δὲ νοσέοντες ἀπαλλάσσονται τῶν μεγίστων κακῶν διὰ τὴν τέχνην, νούσων, πόνων, λύπης, θανάτου· πᾶσι γὰρ τουτέοισιν ἄντικρυς ἰητρικὴ εὑρίσκεται ἀκεστορίς. Ταύτης δὲ τῆς τέχνης τὰ μὲν φλαῦρα χαλεπὸν γνῶναι, τὰ δὲ σπουδαῖα ῥηΐδιον· καὶ τὰ μὲν φλαῦρα τοῖσιν ἰητροῖσι μούνοισίν ἐστιν εἰδέναι,1 καὶ οὐ τοῖσιν ἰδιώτῃσιν· οὐ γὰρ σώματος, ἀλλὰ γνώμης ἐστὶν ἔργα. Ὅσα μὲν γὰρ χειρουργῆσαι δεῖ, χρὴ ξυνεθισθῆναι· τὸ γὰρ ἔθος τῇσι χερσὶ κάλλιστον διδασκάλιον γίνεται· περὶ δὲ τῶν ἀφανεστάτων καὶ χαλεπωτάτων νουσημάτων δόξῃ μᾶλλον ἢ τέχνῃ κρίνεται· διαφέρει δὲ ἐν αὐτέοισι πλεῖστον ἡ πείρη τῆς ἀπειρίης. Ἓν δὲ δή τι τῶν τοιουτέων ἐστὶ τόδε, τί ποτε τὸ αἴτιόν ἐστι τῶν νούσων, καὶ τίς ἀρχὴ καὶ πηγὴ γίνεται τῶν ἐν τῷ σώματι κακῶν; εἰ γάρ τις εἰδείη τὴν αἰτίην τοῦ νοσήματος, οἷός τ’ ἂν εἴη2 προσφέρειν τὰ ξυμφέροντα τῷ σώματι, ἐκ τῶν ἐναντίων ἐπιστάμενος τὰ βοηθήματα. Αὕτη γὰρ ἡ ἰητρικὴ μάλιστα κατὰ φύσιν ἐστίν· αὐτίκα γὰρ λιμὸς νοῦσός ἐστιν· ὅ τι γὰρ ἂν λυπέῃ τὸν ἄνθρωπον, τοῦτο καλέεται νοῦσος· τί οὖν λιμοῦ φάρμακον; ὃ παύει λιμόν· τοῦτο δ’ ἐστὶ βρῶσις· τούτῳ ἄρα ἐκεῖνο ἰητέον. Αὖθις αὖ δίψαν ἔπαυσε πόσις· πάλιν αὖ πλησμονὴν ἰῆται κένωσις· κένωσιν δὲ πλησμονή· πόνον δὲ ἀπονίη· ἀπονίην δὲ πόνος. Ἑνὶ δὲ συντόμῳ λόγῳ, τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰήματα· ἰητρικὴ γάρ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις, ἀφαίρεσις μὲν τῶν ὑπερβαλλόντων, πρόσθεσις δὲ τῶν ἐλλειπόντων· ὁ δὲ τοῦτ’ ἄριστα ποιέων ἄριστος ἰητρός· ὁ δὲ τουτέου πλεῖστον ἀπηλλαγμένος πλεῖστον ἀπήλλακται καὶ τῆς τέχνης. Τὰ μὲν οὖν ἐν παρέργῳ τοῦ λόγου τοῦ μέλλοντος εἴρηται.
風について 1. 技術の中には、それらを所有する者にとっては骨が折れるが、それらを利用する者にとっては極めて有益であり、素人にとっては共通の善であるが、それらを実践する者には苦痛をもたらすものがある。ギリシア人が医術と呼んでいるものも、まさにそのような技術の一つである。なぜなら、医師は恐ろしいものを見、不快なものに触れ、他人の不幸によって自分自身の苦痛を収穫するからである。他方、病人は、その技術によって、最大の害悪、すなわち病、苦痛、苦しみ、死から解放される。なぜなら、これらすべてに対して、医術は明らかに対抗する治療手段として見出されるからである。この技術のうち、下手な部分は見極めるのが困難であるが、優れた部分は容易である。そして下手な部分は医師たちだけが知ることができ、素人には知ることができない。なぜなら、それは身体のわざではなく、心のわざだからである。なぜなら、手技を施すべきことについては、慣れることが必要である。習慣は手にとって最上の教師となるからである。しかし、最も目に見えず最も困難な病については、技術よりもむしろ推測によって判断される。それらにおいては、経験と無経験の差が最も大きい。そのような問題の一つに、次のことがある。すなわち、病気の原因は一体何であり、身体の中の悪の始まりと源は何であるか、ということである。なぜなら、もし人が病気の原因を知るならば、身体に益するものを施すことができるからである。反対のものから治療手段を心得ることによって。なぜなら、この医術こそが最も自然にかなっているからである。例えば、飢えは病気である。人を苦しめるものはすべて病気と呼ばれるのだから。では、飢えの薬とは何か。飢えを止めるものである。そしてこれは食事である。したがって、これによってあれは治療されねばならない。同様に、渇きを止めるのは飲み物であり、過満を治療するのは排出であり、排出には過満であり、労苦には休息であり、休息には労苦である。一言で要約すれば、反対のものは反対のものの治療法である。なぜなら、医術とは付加と除去であり、過剰なものの除去であり、不足しているものの付加だからである。そして、これを最も見事に成し遂げる者が最良の医師であり、これから最も遠ざかっている者は、その技術からも最も遠ざかっているのである。さて、以上のことはこれからの議論の導入として述べられた。
2. Τῶν δὲ δὴ νούσων ἁπασέων ὁ μὲν τρόπος ὁ αὐτὸς, ὁ δὲ τόπος διαφέρει· δοκέει μὲν οὖν τὰ νουσήματα οὐδὲν ἀλλήλοισιν ἐοικέναι διὰ τὴν ἀλλοιότητα καὶ ἀνομοιότητα τῶν τόπων. Ἔστι δὲ μία ἁπασέων νούσων καὶ ἰδέη καὶ αἰτίη ἡ αὐτή· ταύτην δὲ, ἥ τις ἐστὶ, διὰ τοῦ μέλλοντος λόγου φράσαι πειρήσομαι.
2. すべての病気において、あり方は同一であるが、部位が異なる。したがって、病気は部位の異質性と不均一性のために、互いにまったく似ていないように思われる。しかし、すべての病気の本質と原因は同一であり一つである。これが何であるかを、これからの議論を通じて説明することを試みよう。
3. Τὰ γὰρ σώματα τῶν τε ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ὑπὸ τρισσέων τροφῶν τρέφεται· ἔστι δὲ τῇσι τροφῇσι ταύτῃσι ταῦτα τὰ οὐνόματα, σῖτα, ποτὰ, πνεύματα. Πνεύματα δὲ τὰ μὲν ἐν τοῖσι σώμασι φῦσαι καλέονται, τὰ δὲ ἔξω τῶν σωμάτων ἀήρ. Οὗτος δὲ μέγιστος ἐν τοῖσι πᾶσι τῶν πάντων δυνάστης ἐστίν· ἄξιον δὲ αὐτοῦ θεήσασθαι τὴν δύναμιν. Ἄνεμος γάρ ἐστιν ἠέρος ῥεῦμα καὶ χεῦμα· ὅταν οὖν πολὺς ἀὴρ ἰσχυρὸν τὸ ῥεῦμα ποιήσῃ, τά τε δένδρεα ἀνασπαστὰ πρόῤῥιζα γίνεται διὰ τὴν βίην τοῦ πνεύματος, τό τε πέλαγος κυμαίνεται, ὁλκάδες τε ἄπειροι τῷ μεγέθει ἐς ὕψος διαῤῥιπτεῦνται. Τοιαύτην μὲν οὖν ἐν τουτέοισιν ἔχει δύναμιν· ἀλλὰ μήν ἐστί γε τῇ μὲν ὄψει ἀφανὴς, τῷ δὲ λογισμῷ φανερός· τί γὰρ ἄνευ τουτέου γένοιτο ἄν; ἢ τίνος οὗτος ἄπεστιν; ἢ τίνι οὐ ξυμπάρεστιν; ἅπαν γὰρ τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ πνεύματος ἔμπλεον ἐστιν. Τοῦτο καὶ χειμῶνος καὶ θέρεος αἴτιον, ἐν μὲν τῷ χειμῶνι πυκνὸν καὶ ψυχρὸν γινόμενον, ἐν δὲ τῷ θέρει πρηῢ καὶ γαληνόν. Ἀλλὰ μὴν ἡλίου τε καὶ σελήνης καὶ ἄστρων ὁδὸς διὰ τοῦ πνεύματός ἐστιν· τῷ γὰρ πυρὶ τὸ πνεῦμα τροφή· τοῦ δὲ πνεύματος τὸ πῦρ στερηθὲν οὐκ ἂν δύναιτο ζῇν· ὥστε καὶ τὸν τοῦ ἡλίου δρόμον ἀένναον ὁ ἀὴρ ἀένναος καὶ λεπτὸς ἐὼν παρέχεται. Ἀλλὰ μὴν ὅτι καὶ τὸ πέλαγος μετέχει πνεύματος, φανερόν· οὐ γὰρ ἄν ποτε τὰ πλωτὰ ζῶα ζῇν ἠδύνατο, μὴ μετέχοντα πνεύματος· μετέχοιεν δὲ πῶς ἂν ἄλλως, ἀλλ’ ἢ διὰ τοῦ ὕδατος,3 κἀκ τοῦ ὕδατος ἕλκοντα τὸν ἠέρα; καὶ μὴν ἥ τε γῆ τουτέου βάθρον, οὗτός τε τῆς γῆς ὄχημα, κενεόν τε οὐδέν ἐστιν τούτου.
3. 人間や他の動物の身体は、3種類の栄養によって養われている。そしてこれらの栄養には、食事、飲み物、気という名前がある。気のうち、身体の中にあるものはガスと呼ばれ、身体の外にあるものは空気と呼ばれる。この空気こそが、森羅万象の中で最も偉大な支配者である。その力を観察することは価値がある。なぜなら、風とは空気の流れと奔流だからである。したがって、多くの空気が強い流れを作るとき、樹木は風の力によって根こそぎ引き抜かれ、海は波立ち、巨大な商船が高く投げ上げられる。このように、風はこれらのものにおいてそのような力を持っている。しかしながら、それは目には見えないが、理性には明らかである。なぜなら、これなしに何が起こり得ようか。あるいは、これは何から欠けているだろうか。あるいは、何にこれが伴っていないだろうか。地と天の間のすべては気で満ちているからである。これは冬と夏の原因でもあり、冬には濃く冷たくなり、夏には穏やかで静かになる。さらに、太陽、月、星々の運行も気を通じて行われる。火にとって気は栄養だからであり、火は気を奪われれば生きることができないからである。したがって、絶え間なく希薄である空気が、太陽の運行をも絶え間ないものにしているのである。さらに、海もまた気にあずかっていることは明らかである。なぜなら、泳ぐ動物は気にあずからなければ、決して生きることができないからである。彼らは水を通じて、また水から空気を吸い込むこと以外に、どうやってあずかることができようか。そして実に、地はこれの基礎であり、これは地の支持者であり、これのない空白は存在しない。
- 1τοῖσιν ἰητροῖσι μούνοισίν ἐστιν εἰδέναι
与格 τοῖσιν ἰητροῖσι μούνοισιν(医師たちだけに)が非人称の ἐστίν + 不定詞 εἰδέναι(知ること)と結びつき、「〜を知ることは医師たちだけに可能である/許されている」あるいは「知ることは医師たちだけの専権事項である」という意味を表す。
- 1εἰ γάρ τις εἰδείη... οἷός τ’ ἂν εἴη
条件節(εἰ + 希求法 εἰδείη)と帰結節(潜在の ἄν + 希求法 εἴη)からなる条件文。将来の可能性または仮定的な主張を表し、「もし知るならば、〜できるであろう」というニュアンスになる。
- 3μετέχοιεν δὲ πῶς ἂν ἄλλως, ἀλλ’ ἢ διὰ τοῦ ὕδατος
ἀλλ’ ἤ は「〜以外に、〜を除いて」を意味する。直前の πῶς ἂν ἄλλως(他の方法でどうして〜できようか、反語)と組み合わされ、「水を通じて以外に、どうしてあずかることができようか(=水を通じてあずかるほかない)」という強い肯定を形成する。
