§77. Τοὺς γυμναζομένους χρὴ τοῦ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, τοῦ δὲ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπατέειν δὲ πολλὰ κατὰ ψῦχος.
7. 運動を行う人々は、冬には走ることもレスリングをすることも必要であるが、夏にはレスリングを少し行い、走ることはせず、涼しい時間帯に多く歩き回るべきである。
Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τούτους παλαίειν χρή· ὁκόσοι δὲ παλαίοντες κοπιῶσι, τούτους χρὴ τρέχειν·
走ることで疲労する人々は、レスリングをすべきであり、レスリングをして疲労する人々は、走るべきである。
οὕτω γὰρ ἂν ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ ξυνιστῷτο καὶ διαναπαύοιτο μάλιστα.
なぜなら、このように労作を行うことで、身体の疲労している部分が最もよく温まり、引き締まり、そして休息することになるからである。
Ὁκόσους γυμναζομένους διάῤῥοιαι λαμβάνουσι, καὶ τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν μὴ ἐλάσσω τοῦ τρίτου μέρεος, καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι·
運動している人で下痢が襲い、排泄物が穀物のままで消化されていない人々は、運動を少なくとも三分の一は減らし、食事は半分に抑えるべきである。
δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται ὥστε πέσσεσθαι τὸ πλῆθος τῶν σιτίων·
なぜなら、胃が温めることができず、その結果、多量の食事を消化することができないことが明らかだからである。
ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος, ἐν οἴνῳ ἐντεθρυμμένος, καὶ τὰ ποτὰ ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου·
これらの人々にとって、食事はよく焼いたパンをワインに浸したものとし、飲み物は極めて少量で、極めて濃いものとすべきであり、食後に歩き回るべきではない。
μονοσιτέειν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον·
また、この時期には一日一食とすべきである。
οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη, καὶ τῶν ἐσιόντων ἐπικρατοίη.
そうすれば、胃が最も温まり、入ってくるものを消化できるからである。
Γίνεται δὲ ὁ τρόπος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων τοῖσι πυκνοσάρκοισι μάλιστα, ὁκόταν ἀναγκάζηται ὥνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης·
このようなタイプの下痢は、もともとの体質がそのようなものであるのに、筋肉の詰まった肉体を持つ人々が肉食を強制されるときに最も起こりやすい。
αἱ γὰρ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν ἐσιόντων·
なぜなら、血管が凝縮して、入ってくる食べ物を受け入れることができないからである。
ἔστι δὲ αὕτη μὲν ὀξέη ἡ φύσις, καὶ τρέπεται ἐφ’ ἑκάτερα, καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων.
この体質は急激に変化しやすく、両極端に揺れ動き、このような種類の身体における優れた健康状態は短い時間しか持続しない。
Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεηφαγίην δέχεται, καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει, καὶ χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι.
これに対して、よりまばらで、より毛深い体質の人々は、肉食を受け入れ、労作によりよく耐え、彼らの優れた健康状態はより長く持続する。
Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστεραίῃ, καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν ὡς ἀπέπτων τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα, καὶ τὸν οἶνον ἀκρητεστέρον πινόντων καὶ πλείω, καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον·
また、翌日に食べ物をげっぷで戻し、食事が消化されていないかのようにお腹が膨らむ人々にとっては、より長い時間眠ることが有益であり、他の労作によって彼らの身体を強制すべきであり、ワインはより薄めず、より多く飲むようにし、この時期には食事をより少なくすべきである。
δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ὑπὸ ἀσθενείης καὶ ψυχρότητος οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν.
なぜなら、胃が衰弱と冷えのために、多量の食事を消化することができないことが明らかだからである。
Ὁκόσους δὲ δίψαι λαμβάνουσι, τουτέοισι τῶν τε σιτίων καὶ τῶν ταλαιπωριέων ἀφαιρέειν, καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὅτι ψυχρότατον.
渇きに襲われる人々は、食事と労作の双方を減らし、ワインは水で薄めて極めて冷たいものを飲むべきである。
Ὁκόσοισι δὲ ὀδύναι γίνονται τῶν σπλάγχνων ἢ ἐκ γυμνασίης ἢ ἐξ ἄλλης τινὸς ταλαιπωρίης, τουτέοισι ξυμφέρει ἀναπαύεσθαι ἀσίτοισι, πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχιστον ἐς τὸ σῶμα ἐσελθὸν πλεῖστον οὖρον διάξει, ὅπως αἱ φλέβες αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι μὴ κατατείνωνται πληρεύμεναι·
運動やその他の労作によって内臓に痛みが生じる人々にとっては、食事をせずに休息し、体内に入って最も多くの尿を排出する飲み物を最小限用いることが有益である。 これは、内臓を通る血管が満たされることによって引き伸ばされないようにするためである。
ἐκ γὰρ τῶν τοιουτέων τά τε φύματα γίνονται καὶ οἱ πυρετοί.
なぜなら、そのような状態から腫瘍や熱が生じるからである。
§88. Ὁκόσοισι δὲ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶτον ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει θαμινὰ, καὶ τἄλλα πάσχει ὁκόσα ἐπὶ στραγγουρίῃ·
8. 脳から病気が生じる人々においては、まず麻痺が頭を襲い、頻繁に尿を催すが、排尿困難のときに起こるような他のすべての症状を被る。
οὗτος ἐφ’ ἡμέρας ἐννέα τοῦτο πάσχει·
この患者はこれを九日間にわたって被る。
καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς νούσου, καὶ τῆς στραγγουρίης παύεται·
そして、もし鼻や耳から水や粘液が噴出すれば、病気から解放され、排尿困難も止まる。
οὐρέει δὲ ἀπόνως πουλὺ καὶ λευκὸν, ἔστ’ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ· καὶ ἐκ τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι δὲ βλάπτεταί οἱ ἡ αὐγή.
そして二十日が経過するまで、痛みなく多量の白い尿を排出し、その人の頭から痛みは去るが、光を見るにあたって視界が損なわれる。
§99. Ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, λογισάμενον ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωυτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι.
9. 賢明な人は、人間にとって健康こそが最も価値あるものであると考え、自身の判断力によって、病気の際に自分を助ける方法を知るべきである。