§44. Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι, τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι, καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας ἐκ τοῦ κόπου καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκρημένον καὶ μὴ σφόδρα ψυχρὸν, καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοῖσι τοιουτοτρόποισιν·
4. 太っている人々、および痩せたいと望む人々は、空腹の状態で(あらゆる)すべての労作を行うべきであり、そして、まだ疲労のために息を切らし、体が冷める前に、あらかじめ水で薄めた、あまり冷たくないワインを飲んだ上で、食事に取りかかるべきである。 また、おかずはゴマや調味料、その他これらに類するもので調理すべきである。
καὶ πίονα ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπὸ ἐλαχίστων ἐμπιπλαῖντο·
そして、提供されるおかずは脂っこいものであるべきである。 このようにすれば、ごくわずかな量で満腹になるからである。
ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν ὅσον οἷόν τε μάλιστ’ ἂν ᾖ.
さらには、1日1食とし、入浴を控え、硬い床に寝、できる限り裸で歩き回るべきである。
Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχέες γενέσθαι, τά τε ἄλλα ποιέειν τἀναντία κείνοισιν οἷσιν ἔφην, καὶ νήστιας μηδεμίην ταλαιπωρίην ποιέεσθαι.
一方、痩せていて太りたいと望む人々は、私が述べた人々とは他のすべての点で逆のことを行い、空腹の状態ではいかなる労作も行うべきではない。
§55. Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης ὧδε χρέεσθαι·
5. 催吐と腹の下し(浣腸)は、次のように用いるべきである。
ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν, οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ, καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χωρίον τὸ ὑπὲρ τῶν φρενῶν·
冬の六ヶ月間は嘔吐をすべきである。 この時期は夏の時期よりも粘液質が多く、病気は頭の周りや横隔膜の上の部位に生じるからである。
ὅταν δὲ ᾖ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι, ἡ γὰρ ὥρη καυματώδης, καὶ τὸ σῶμα χολωδέστερόν ἐστι, καὶ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι, καὶ θέρμαι γίνονται, καὶ ἐν τῇ γαστρὶ στρόφοι·
一方、暑い時期には浣腸を用いるべきである。 その季節は暑く、体は胆汁質を増し、腰や膝に重だるさが生じ、熱が起こり、腹に疝痛が起こるからである。
δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἐκ τῶν χωρίων τουτέων.
したがって、体を冷やし、これらの部位から上っているものを下へと導くべきである。
Ἔστω δὲ τὰ κατακλύσματα τοῖσι μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα·
浣腸液は、より太っていて湿っている人々には、より塩分がありより希薄なものとし、より乾燥していて引き締まっていて弱い人々には、より脂っこくより濃いものとすべきである。
ἔστι δὲ τῶν κατακλυσμάτων τὰ λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ τῶν ἄλλων τοιουτέων·
浣腸液のうち脂っこく濃いものとは、牛乳から作られたもの、ひよこ豆の煮汁、およびその他これらに類するものである。
τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ, ἅλμη καὶ θάλασσα καὶ τὰ τοιαῦτα.
希薄で塩分のあるものとは、塩水、海水、およびこれらに類するものである。
Τοὺς δὲ ἐμέτους ὧδε χρὴ ποιέεσθαι·
催吐は次のように行うべきである。
ὅσοι μὲν τῶν ἀνθρώπων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων δραμόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης·
人々のうち太っていて痩せていない人々は、一日の真ん中(日中)に走るか、あるいは速歩で旅をした後、空腹の状態で吐くべきである。
ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένης ἐν ὕδατος χοέϊ, καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι, πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δ’ ἐπὶ θᾶσσον.
水1コエスにすりつぶしたヒソップ半コテュレを入れたものとし、これに酢を注ぎ、塩を加え、できるだけ飲みやすくなるようにして、これを飲み干すべきである。 飲むときは、最初はより穏やかに、その後はより速く飲むべきである。
Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπον τοιόνδε·
より痩せていて弱い人々は、食事の後に、次のような方法で催吐を行うべきである。
λουσάμενος θερμῷ προπιέτω ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθιέτω, καὶ μὴ πινέτω ἐπὶ τῷ σιτίῳ μηδ’ ἀπὸ τοῦ σιτίου, ἀλλ’ ἐπισχέτω ὅσον δέκα στάδια διελθεῖν, ἔπειτα δὲ ξυμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξὺν, πρῶτον μὲν ἀκρητέστερόν τε καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ χρόνον, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν.
温かい湯を浴びた後、まず薄めていないワイン1コテュレをあらかじめ飲み、その後、あらゆる種類の食事をとり、食事中も食事の直後も飲まず、十スタディオンを歩くほどの間をおき、その後、三種のワイン(渋いもの、甘いもの、酸っぱいもの)を混ぜ合わせて、飲むように与えるべきである。 最初はより薄めていないものを、少しずつ、時間をかけて、その後はより水で薄めたものを、より速く、多量に与えるべきである。
Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφεξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον, ἢ διὰ πεντεκαίδεκα·
月に二回嘔吐する習慣のある者は、十五日の間隔をあけるよりも、むしろ二日連続して嘔吐を行う方がよい。
οἱ δὲ πᾶν τοὐναντίον ποιέουσιν.
しかし人々は全く逆のことをしている。
Ὁκόσοισι δὲ ἐπιτήδειον ἀνεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν, καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι, καὶ οἴνους πίνειν δισσοὺς καὶ τρισσούς·
食べたものを吐き出すのが適している人々や、便通が良くない人々すべてにとって、一日に何度も食事をし、あらゆる種類の食物やあらゆる方法で調理されたおかずを用い、二種または三種のワインを飲むことが有益である。
ὁκόσοι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσι τοὐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν.
一方、食物を吐き出さず、また便が緩い人々すべてにとっては、これと全く逆の方法を行うことが有益である。
§66. Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν τῷ θερμῷ ὕδατι ἐπὶ πουλὺν χρόνον, καὶ πίνειν διδόναι ὑδαρέα τὸν οἶνον καὶ μὴ ψυχρὸν παντάπασι, τοῦτον δὲ διδόναι, ὃς ἥκιστα τὴν γαστέρα μετεωριεῖ καὶ φῦσαν παρέξει·
6. 乳幼児は、温水の中に長い時間浸すべきであり、また水でよく薄めた、完全に冷たくはないワインを飲むように与えるべきである。 そして、胃を最も膨らませずガスを発生させないようなワインを与えるべきである。
ταῦτα δὲ ποιέειν, ὅκως οἵ τε σπασμοὶ ἧσσον ἐπιλάβωσι, καὶ μείζονα γένηται καὶ εὐχροώτερα.
このようにすべきなのは、痙攣が起こりにくくなり、より大きく、顔色が良くなるためである。
Τὰς δὲ γυναῖκας χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τῶν τρόπων·
女性は、より乾燥した方法で養生すべきである。
καὶ γὰρ τὰ σιτία τὰ ξηρὰ ἐπιτηδειότερα πρὸς τὴν μαλθακότητα τῶν γυναικείων σαρκῶν, καὶ τὰ ἀκρητέστερα πόματα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυοτροφίας.
乾燥した食物は女性の肉の柔らかさに対してより適しており、より薄めていない飲み物は子宮や子育てにとってより良いからである。