Humanitext Reader

希波克拉底 · 论健康摄生法 §7-9

锻炼者的养生法则与消化系统及脑疾防治

第 3 段,共 3 段 · 希腊语

内容简介

本章论述了锻炼者在不同季节的训练与饮食调节,以及应对消化不良、腹泻、内脏疼痛等症状的方法。同时说明了脑部病变引起的疾病病程,并强调了凭借个人判断力防病治病的重要性。

§77. Τοὺς γυμναζομένους χρὴ τοῦ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, τοῦ δὲ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπατέειν δὲ πολλὰ κατὰ ψῦχος.
7. 进行体育锻炼的人,在冬季应当既跑步又摔跤,但在夏季应当少摔跤、不跑步,并在凉爽的时间多散步。
Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τούτους παλαίειν χρή· ὁκόσοι δὲ παλαίοντες κοπιῶσι, τούτους χρὴ τρέχειν· οὕτω γὰρ ἂν ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ ξυνιστῷτο καὶ διαναπαύοιτο μάλιστα.
因跑步而疲劳的人应当去摔跤,因摔跤而疲劳的人应当去跑步;因为通过这种方式进行劳作,身体疲劳的部分就能得到最充分的温煦、紧致和休息。
Ὁκόσους γυμναζομένους διάῤῥοιαι λαμβάνουσι, καὶ τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν μὴ ἐλάσσω τοῦ τρίτου μέρεος, καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι· δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται ὥστε πέσσεσθαι τὸ πλῆθος τῶν σιτίων· ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος, ἐν οἴνῳ ἐντεθρυμμένος, καὶ τὰ ποτὰ ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου· μονοσιτέειν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον· οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη, καὶ τῶν ἐσιόντων ἐπικρατοίη.
对于在锻炼中发生腹泻、且排泄物呈谷物状且未消化的人,应当将锻炼量减少至少三分之一,并将食物减至一半;因为很明显,胃部无法产生足够的温煦来消化如此大量的食物;这些人的食物应当是尽可能烤透的、浸在葡萄酒中的面包,饮料应当尽可能少且尽可能浓,饭后不要散步;在此期间应当一日一餐;因为这样胃部能得到最充分的温煦,并能克服摄入的食物。
Γίνεται δὲ ὁ τρόπος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων τοῖσι πυκνοσάρκοισι μάλιστα, ὁκόταν ἀναγκάζηται ὥνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης· αἱ γὰρ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν ἐσιόντων· ἔστι δὲ αὕτη μὲν ὀξέη ἡ φύσις, καὶ τρέπεται ἐφ’ ἑκάτερα, καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων.
这种类型的腹泻最常发生于肌肉紧实的人身上,尤其是当此人的先天体质如此,却被强迫吃肉时;因为血管因紧缩而无法接纳摄入的食物;这种体质是急剧变化的,容易倒向两极,且此类身体的健康佳态只能维持很短的时间。
Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεηφαγίην δέχεται, καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει, καὶ χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι.
而那些体质较松弛、毛发较多的人,不仅能接受吃肉,而且更能耐受劳作,他们的健康佳态也维持得更久。
Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστεραίῃ, καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν ὡς ἀπέπτων τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα, καὶ τὸν οἶνον ἀκρητεστέρον πινόντων καὶ πλείω, καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον· δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ὑπὸ ἀσθενείης καὶ ψυχρότητος οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν.
至于那些在第二天仍打嗝带出食物、且因食物未消化而季肋部胀满的人,多睡觉对他们是有益的,但应当用其它的劳作来强迫他们的身体,并饮用更浓且更多的葡萄酒,在此期间要减少食物;因为很明显,胃部因虚弱和寒冷而无法消化大量的食物。
Ὁκόσους δὲ δίψαι λαμβάνουσι, τουτέοισι τῶν τε σιτίων καὶ τῶν ταλαιπωριέων ἀφαιρέειν, καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὅτι ψυχρότατον.
对于那些感到口渴的人,应当减少食物和劳作,并饮用稀释且尽可能冰冷的葡萄酒。
Ὁκόσοισι δὲ ὀδύναι γίνονται τῶν σπλάγχνων ἢ ἐκ γυμνασίης ἢ ἐξ ἄλλης τινὸς ταλαιπωρίης, τουτέοισι ξυμφέρει ἀναπαύεσθαι ἀσίτοισι, πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχιστον ἐς τὸ σῶμα ἐσελθὸν πλεῖστον οὖρον διάξει, ὅπως αἱ φλέβες αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι μὴ κατατείνωνται πληρεύμεναι· ἐκ γὰρ τῶν τοιουτέων τά τε φύματα γίνονται καὶ οἱ πυρετοί.
对于那些因锻炼或其它劳作而内脏产生疼痛的人,空腹休息是有益的,并应当饮用最少量的、进入身体后能排出最多尿液的饮料,以免穿过内脏的血管因充盈而过度扩张;因为这些情况会导致肿瘤和发热。
§88. Ὁκόσοισι δὲ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶτον ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει θαμινὰ, καὶ τἄλλα πάσχει ὁκόσα ἐπὶ στραγγουρίῃ·
8. 对于因脑部产生疾病的人,麻木首先侵袭头部,且排尿频繁,并承受排尿困难时所发生的一切其它症状。
οὗτος ἐφ’ ἡμέρας ἐννέα τοῦτο πάσχει· καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς νούσου, καὶ τῆς στραγγουρίης παύεται· οὐρέει δὲ ἀπόνως πουλὺ καὶ λευκὸν, ἔστ’ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ· καὶ ἐκ τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι δὲ βλάπτεταί οἱ ἡ αὐγή.
此人会承受这些症状达九天之久;如果水分或黏液从鼻腔或耳朵喷涌而出,他就能从疾病中解脱,排尿困难也会停止;他会无痛地排出大量白色的尿液,直到二十天过去;头部的疼痛会离开此人,但在看着的时候,他的视光力会受损。
§99. Ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, λογισάμενον ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωυτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι.
9. 一个聪慧的人,应当考虑到健康对人类而言是至为宝贵的,并学会靠自己的判断在疾病中使自己获益。

词汇与语法注释

  1. §7τῷ κοπιῶντι τοῦ σώματος — 中性单数现在分词 τῷ κοπιῶντι 搭配部分属格 τοῦ σώματος,意为“身体疲劳的部分”。虽然语法上也可将其解释为阳性(“身体疲劳的人”),但结合上下文(通过交替跑步和摔跤来温煦并恢复特定的疲劳部位),将其作为指代身体特定部位的中性名词性用法更为妥当。
  2. §8ἐσορέοντι δὲ βλάπτεταί οἱ ἡ αὐγή — 现在分词与格 ἐσορέοντι 是表示关系或时间的与格(“对看着的人而言”或“在看的时候”)。代词 οἱ 是第三人称单数与格,在此用作所有与格(意为“他的”)。主语 ἡ αὐγή(光、光辉)在此医学语境中指代患者的视力或视野。

引用这一段

希波克拉底, 论健康摄生法 §7-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg020.humanitext-grc1:7-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。