§44. Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι, τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι, καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας ἐκ τοῦ κόπου καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκρημένον καὶ μὴ σφόδρα ψυχρὸν, καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοῖσι τοιουτοτρόποισιν· καὶ πίονα ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπὸ ἐλαχίστων ἐμπιπλαῖντο· ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν ὅσον οἷόν τε μάλιστ’ ἂν ᾖ.
4. 肥胖者以及想要变瘦的人,应当在空腹状态下进行所有的劳作,并在因疲劳而仍在喘息、身体尚未冷却时开始进食,且事先已饮用了一些不太冷且稀释过的葡萄酒,副食应当用芝麻、香料或其它此类调料来烹调;所提供的副食应当是肥美的,因为这样他们才能用极少的量填饱肚子;此外,还应当一日一餐、不沐浴、睡硬床,并尽可能光着身子散步。
Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχέες γενέσθαι, τά τε ἄλλα ποιέειν τἀναντία κείνοισιν οἷσιν ἔφην, καὶ νήστιας μηδεμίην ταλαιπωρίην ποιέεσθαι.
至于那些消瘦而希望变胖的人,则应当在其它方面做我所说的相反之事,且绝不要在空腹时进行任何劳作。
§55. Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης ὧδε χρέεσθαι· ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν, οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ, καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χωρίον τὸ ὑπὲρ τῶν φρενῶν· ὅταν δὲ ᾖ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι, ἡ γὰρ ὥρη καυματώδης, καὶ τὸ σῶμα χολωδέστερόν ἐστι, καὶ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι, καὶ θέρμαι γίνονται, καὶ ἐν τῇ γαστρὶ στρόφοι· δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἐκ τῶν χωρίων τουτέων.
5. 至于催吐和灌肠,应当这样使用:在冬季的六个月中进行催吐,因为这一时期比夏季含有更多粘液,且疾病多发于头部以及横隔膜以上的部位;而在炎热时,则应使用灌肠,因为这一季节炎热,身体含有更多胆汁,腰部和膝部会出现沉重感,还会产生发热和腹中绞痛;因此必须让身体冷却,并将从这些部位上升的物质引向下行。
Ἔστω δὲ τὰ κατακλύσματα τοῖσι μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα· ἔστι δὲ τῶν κατακλυσμάτων τὰ λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ τῶν ἄλλων τοιουτέων· τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ, ἅλμη καὶ θάλασσα καὶ τὰ τοιαῦτα.
对于较肥胖和较湿润的人,灌肠液应当更咸、更稀薄;而对于较干燥、较紧绷和较虚弱的人,则应当更油腻、更浓稠;灌肠液中油腻和浓稠的是那些用奶类制成的、用鹰嘴豆煮成的水以及其它此类物质;而稀薄和咸的则是盐水、海水以及诸如此类的东西。
Τοὺς δὲ ἐμέτους ὧδε χρὴ ποιέεσθαι· ὅσοι μὲν τῶν ἀνθρώπων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων δραμόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης· ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένης ἐν ὕδατος χοέϊ, καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι, πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δ’ ἐπὶ θᾶσσον.
催吐应当这样进行:肥胖而不消瘦的人,应当在中午快速跑动或快速行路之后,在空腹状态下进行呕吐;应当在一「忽斯」水中加入半「コテュレ」研碎的牛膝草,灌入醋并加入盐,使其尽可能可口,饮用时起初要较为缓和,随后要逐渐加快。
Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπον τοιόνδε· λουσάμενος θερμῷ προπιέτω ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθιέτω, καὶ μὴ πινέτω ἐπὶ τῷ σιτίῳ μηδ’ ἀπὸ τοῦ σιτίου, ἀλλ’ ἐπισχέτω ὅσον δέκα στάδια διελθεῖν, ἔπειτα δὲ ξυμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξὺν, πρῶτον μὲν ἀκρητέστερόν τε καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ χρόνον, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν.
而更消瘦和更虚弱的人,应当在进食后通过以下方式进行催吐:洗过温水浴后,先饮用一「コテュレ」未经稀释的葡萄酒,然后食用各种食物,进食期间和进食后切勿饮水,而是要等待相当于步行十「斯塔德」的时间,然后将三种葡萄酒(涩口的、甘甜的和酸口的)混合在一起,拿给他饮用,起初要较为浓稠、少量且间隔时间长地饮用,随后要更为稀释、更快速且大量地饮用。
Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφεξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον, ἢ διὰ πεντεκαίδεκα· οἱ δὲ πᾶν τοὐναντίον ποιέουσιν.
凡是习惯每月催吐两次的人,连续在两天内进行催吐,要比每隔十五天催吐一次更好;但人们的做法却完全相反。
Ὁκόσοισι δὲ ἐπιτήδειον ἀνεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν, καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι, καὶ οἴνους πίνειν δισσοὺς καὶ τρισσούς· ὁκόσοι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσι τοὐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν.
对于所有适合吐出食物的人,或者排便不畅的人,一日多次进食是有益的,并且应当使用各种食物和以各种方式烹调的副食,并饮用两种或三种不同的葡萄酒;而对于那些不吐出食物、或者排便稀烂的人,做与此完全相反的方法则是有益的。
§66. Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν τῷ θερμῷ ὕδατι ἐπὶ πουλὺν χρόνον, καὶ πίνειν διδόναι ὑδαρέα τὸν οἶνον καὶ μὴ ψυχρὸν παντάπασι, τοῦτον δὲ διδόναι, ὃς ἥκιστα τὴν γαστέρα μετεωριεῖ καὶ φῦσαν παρέξει· ταῦτα δὲ ποιέειν, ὅκως οἵ τε σπασμοὶ ἧσσον ἐπιλάβωσι, καὶ μείζονα γένηται καὶ εὐχροώτερα.
6. 至于婴幼儿,应当让他们在温水中浸泡很长时间,并给他们饮用稀释过且并非完全寒冷的葡萄酒,且应当给他们饮用最不会引起腹胀和产生胀气的葡萄酒;这样做是为了使他们较少发生抽搐,并使他们长得更大、气色更好。
Τὰς δὲ γυναῖκας χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τῶν τρόπων· καὶ γὰρ τὰ σιτία τὰ ξηρὰ ἐπιτηδειότερα πρὸς τὴν μαλθακότητα τῶν γυναικείων σαρκῶν, καὶ τὰ ἀκρητέστερα πόματα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυοτροφίας.
妇女应当以较干燥的方式生活;因为干燥的食物对于女性肉体的柔软更为适宜,而较浓的饮料对于子宫和育儿更为有益。