Humanitext Reader

ヒポクラテス · 健康時の摂政法について §1-3

四季や年齢と体質に応じた食事と日常の養生法

1 / 3 箇所 · ギリシア語

要旨

四季(冬、春、夏、秋)に応じた食事や飲み物の量と質の調整方法、および肉体特性や年齢に応じた養生法の基本、さらに運動(歩行)、入浴、衣服の選択基準について述べている。

§1## ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ. 1.
## 健全な養生法について。
Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι·
1. 専門家でない人々は、次のように養生すべきである。
τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δ’ ὡς ἐλάχιστα, εἶναι δὲ τὸ πόμα οἶνον ὡς ἀκρητέστατον, τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα, λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι κατὰ ταύτην τὴν ὥρην·
冬にはできるだけ多く食べ、できるだけ少なく飲むべきであり、飲み物はできるだけ薄めていないワインとし、主食はパン、おかずはすべて焼いたものとし、この季節には野菜をできるだけ少なく用いるべきである。
οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα ξηρόν τε εἴη καὶ θερμόν.
このようにすれば、体は最も乾燥し、かつ温かくなるからである。
Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τότε χρὴ πόμα πλέον πίνειν οἶνον ὑδαρέστερον καὶ κατ’ ὀλίγον, καὶ τοῖσι σιτίοισι μαλακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι, καὶ τὸν ἄρτον ἀφαιρέοντα μάζαν προστιθέναι, καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἀφαιρέειν, καὶ ἐκ τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι, καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ὅκως ἐς τὴν θερίην καταστήσεται ὥνθρωπος τοῖσί τε σιτίοισι μαλακωτέροισι χρεόμενος καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ἑφθοῖσι καὶ ὠμοῖσιν·
春が始まる時には、その時には飲み物をより多く、より水で薄めたワインを少しずつ飲むべきであり、主食はより柔らかく、より少なく用いるべきであり、パンを減らして大麦の練り物を加えるべきであり、おかずも同じ割合で減らし、焼いたものの代わりにすべて煮たものにすべきであり、そして春にはすでに野菜を少しずつ用いるべきである。 それは、人が夏に向けて、より柔らかい主食を用い、煮たおかず、煮た野菜、そして生の野菜を用いるように移行するためである。
ὡσαύτως καὶ τοῖσι πόμασιν, ὡς ὑδαρεστάτοισι καὶ πλείστοισιν, ἀλλ’ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μικρὸν μὴ ἐξαπίνης χρεομένῳ.
同様に飲み物についても、できるだけ水で薄め、かつできるだけ多く用いるように(移行するためである)。 ただし、変化が急激にならないように、突然ではなく少しずつ用いることで(移行すべきである)。
Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσιν·
夏には、柔らかい大麦の練り物で栄養を摂り、水で薄めた多くの飲み物を摂り、おかずはすべて煮たものにすべきである。
δεῖ γὰρ χρέεσθαι τουτέοισιν, ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν ᾖ τὸ σῶμα καὶ μαλακόν·
なぜなら、夏であるときには、これらを用いるべきだからであり、それは体が冷たく、かつ柔らかくあるためである。
καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ, καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐχμηρά·
実のところ、その季節は暑く乾燥しており、体を熱く乾燥した状態にする。
δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασι τουτέοισιν ἀλέξασθαι.
したがって、これらの習慣によって防ぐべきである。
Κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος ἐς τὸ ἦρ, οὕτω καὶ ἐκ τοῦ ἦρος ἐς τὸ θέρος καταστήσεται, τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθείς·
そして、冬から春へと移行したのとまさに同じ割合で、春から夏へと移行すべきであり、主食を減らし、飲み物を増やすべきである。
καὶ οὕτω τὰ ἐναντία ποιέοντα καταστῆσαι ἐκ τοῦ θέρεος ἐς τὸν χειμῶνα.
そして、このように反対のことを行いながら、夏から冬へと移行させるべきである。
Ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ μὲν σιτία πλέω ποιεύμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὥνθρωπος διαχρήσεται τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν·
秋には再び、主食をより多く、より乾燥したものにし、おかずもそれに応じて増やし、飲み物はより少なく、より薄めていないものにしながら(移行すべきである)。 それは、冬が良好なものとなり、人がより薄めておらず少ない飲み物と、できるだけ多くかつ最も乾燥した主食を用いて過ごせるようにするためである。
οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἤκιστα·
このようにすれば、最も健康であり、かつ最も寒さを感じないからである。
ἡ γὰρ ὥρη λίαν ψυχρή τε καὶ ὑγρή.
なぜなら、その季節は非常に冷たく湿っているからである。
§22. Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ μαλθακοῖσι καὶ ἐρυθροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυτοῦ ξηροτέροισι διαιτήμασι χρέεσθαι·
2. 肉付きがよく、柔らかく、赤みのある体質の人々には、一年の大半の時間を、より乾燥した養生法を用いることがまさに適している。
ὑγρὴ γὰρ ἡ φύσις τῶν εἰδέων τουτέων.
これらの体質の性質は湿っているからである。
Τοὺς δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ μέλανας τῇ ὑγροτέρῃ διαίτῃ χρὴ τὸ πλεῖον τοῦ χρόνου ἐνδιαιτᾶσθαι·
一方、引き締まっていて、縮んでおり、赤褐色や黒い人々は、一年の大半の時間を、より湿った養生法のもとで生活すべきである。
τὰ γὰρ σώματα τοιαῦτα ὑπάρχει ξηρὰ ἐόντα.
そのような体はもともと乾燥しているからである。
Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν·
また、若い体には、より柔らかく、より湿った養生法を用いることが適している。
ἡ γὰρ ἡλικίη ξηρὴ, καὶ τὰ σώματα πέπηγεν.
若い年齢は乾燥しており、体は固まっているからである。
Τοὺς δὲ πρεσβυτέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλέον τοῦ χρόνου διάγειν·
これに対し、高齢者は、一年の大半の時間をより乾燥した方法で過ごすべきである。
τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλθακὰ καὶ ψυχρά.
なぜなら、この年齢における体は湿っていて、柔らかく、冷たいからである。
Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χειμῶσιν·
したがって、年齢、季節、習慣、土地、体質に応じて、現れる暑さや寒さに対抗するように養生を定めるべきである。
οὕτω γὰρ ἂν μάλιστα ὑγιαίνοιεν.
このようにすれば、人々は最も健康でいられるからである。
§33. Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέρεος ἡσυχῆ, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ·
3. また、旅をすることは、冬には速く、夏には穏やかにすべきである(ただし暑さの中を旅するのでなければ)。
δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶσσον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον.
また、肉付きの良い人はより速く歩き、痩せた人はより穏やかに歩くべきである。
Λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι, χρὴ δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων.
入浴については、夏には多く用い、冬にはより少なく用いるべきである。 また、引き締まった体質の人は、肉付きの良い人よりも多く入浴すべきである。
Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα.
衣類をまとうことについては、冬には清潔な外衣を、夏には油の染みた外衣をまとうべきである。

語釈・文法注

  1. 1Τοὺς ἰδιώτας — 非人称動詞 `χρή` の意味上の主語(対格)。医学の専門家(医師)に対する「一般人」を意味する。
  2. 1ὅκως ἐς τὴν θερίην καταστήσεται — 接続詞 `ὅκως`(ὅπως のイオン方言)が未来直説法 `καταστήσεται` を伴い、目的(〜するために)を表す。動詞 `καθίστημι` の中動態未来形はここでは「(新しい状態に)移行する、順応する」の意味で用いられている。
  3. 1ἀλλ’ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται — 警戒や予防を表す `ὅκως μὴ` +未来直説法の独立構文(主節の「注意すべきである」等の表現が省略されている)、あるいは直前の文脈を受けた目的・制限の節。与格分詞 `χρεομένῳ` は行為者(「これらを用いる人」)を表す。
  4. 2Τοῖσι δὲ εἴδεσι — 非人称動詞 `ξυμφέρει`(適している)が支配する与格。名詞 `εἶδος` はここでは「体つき、体質、体型」を意味する。

この箇所を引用する

ヒポクラテス, 健康時の摂政法について §1-3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg020.humanitext-grc1:1-3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。