Humanitext Reader

ヒポクラテス · 人間の自然性について §8-9

対立による治療原則と流行病と個人病の原因

5 / 8 箇所 · ギリシア語

要旨

季節による病気の推移と、過剰・空虚などの対立関係を利用した基本治療原則を述べる。また、同一の病気が流行する原因は共通して呼吸する空気にあり、多様な病気が併発する原因は個人の食生活にあるという診断の区別と、それぞれの対処法を説明する。

§88. Ὀφείλει οὖν, τουτέων ὧδε ἐχόντων, ὁκόσα μὲν τῶν νουσημάτων χειμῶνος αὔξεται, θέρεος λήγειν, ὁκόσα δὲ θέρεος αὔξεται, χειμῶνος λήγειν, ὁκόσα μὴ αὐτέων ἐν περιόδῳ ἡμερέων ἀπαλλάσσεται·
8. したがって、これらがこのようであるので、冬に増加する病気は夏に終息し、夏に増加する病気は冬に終息すべきである ―― それらが日数の周期のうちに解決されない限りは。
τὴν δὲ περίοδον αὖθις φράσω τὴν τῶν ἡμερέων.
なお、日数の周期については後で改めて説明しよう。
Ὁκόσα δὲ ἦρος γίνεται νουσήματα, προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔσεσθαι αὐτέων· ὁκόσα δὲ φθινοπωρινὰ νουσήματα, τουτέων τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν γενέσθαι·
春に生じる病気は、秋にその終息がもたらされると予期すべきであり、秋の病気は、春にその終息が起こるのが必然である。
ὅ τι δ’ ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νούσημα, εἰδέναι χρὴ ὡς ἐνιαύσιον αὐτὸ ἐσόμενον.
もしこれらの季節を超えて長引く病気があるなら、それは一年に及ぶもの(慢性的)になると知るべきである。
Καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἰῆσθαι τὰ νουσήματα ὡς ἑκάστου τουτέων ἰσχύοντος ἐν τῷ σώματι κατὰ τὴν ὥρην τὴν αὐτῷ κατὰ φύσιν ἐοῦσαν μάλιστα.
そして医師は、これら(の要素)の各々が、その自然に最も適した季節に体内で最も強くなっているという前提のもとで、病気を治療しなければならない。
§99.
9. また、それらに加えて次のことも知っておくべきである。
Εἰδέναι δὲ χρὴ καὶ τάδε πρὸς ἐκείνοισιν, ὅτι ὁκόσα πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται, ὁκόσα δὲ ἀπὸ κενώσιος γίνεται νουσήματα, πλησμονὴ ἰῆται, ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται, ὁκόσα δ’ ὑπ’ ἀργίης τίκτεται, ταλαιπωρίη ἰῆται.
過剰がもたらす病気は排泄が治し、排泄から生じる病気は過剰が治し、疲労から生じるものは休息が治し、怠惰によってもたらされるものは活動が治す。
Τὸ δὲ ξύμπαν γνῶναι, δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστεῶσι καὶ νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσι, καὶ τὰ ξυντείνοντα λύειν, καὶ τὰ λελυμένα ξυντείνειν·
要するに、医師は確立された病気、体質、季節、年齢に対抗して立ち、緊縮しているものは緩め、緩んでいるものは緊縮させるべきである。
οὕτω γὰρ ἂν μάλιστα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε ἴησις τοῦτό μοι δοκέει εἶναι.
そうすれば病んでいる者は最もよく休息を得られるだろうし、治療とはこのようなものだと私には思われる。
Αἱ δὲ νοῦσοι γίνονται, αἱ μὲν ἀπὸ τῶν διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν.
病気は、あるものは食生活から生じ、あるものは私たちが吸い込んで生きている空気から生じる。
Τὴν δὲ διάγνωσιν χρὴ ἑκατέρου ὧδε ποιέεσθαι·
この二つの診断は次のように行わなければならない。
ὁκόταν μὲν ὑπὸ νουσήματος ἑνὸς πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ ὅ τι κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεώμεθα· ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν.
一つの病気に多くの人々が同時に罹患するとき、その原因は最も共通しており、私たち全員が最も用いているもの、すなわち私たちが呼吸するものに帰せられるべきである。
Φανερὸν γὰρ δὴ ὅτι τά γε διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν, ὅτε ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων, καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως, καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων, καὶ τῶν μάζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτευμένων, καὶ τῶν πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα·
なぜなら、病気が若者にも老人にも、女性にも男性にも同様に、酒飲みにも水飲みにも、大麦のパンを食べる者にも小麦のパンを食べる者にも、よく働く者にも怠ける者にも、次々とすべての人に襲いかかる以上、個々の食生活が原因でないことは明らかだからである。
οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτεύμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκωνται ὑπὸ τῆς αὐτέης νούσου.
したがって、人々があらゆる方法の食生活を送っているにもかかわらず、同一の病気に罹患するとき、食生活が原因であるはずがない。
Ὁκόταν δὲ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα ἑκάστοισι, καὶ τὴν θεραπείην χρὴ ποιέεσθαι ἐναντιούμενον τῇ προφάσει τῆς νούσου, ὥσπερ μοι πέφρασται καὶ ἑτέρωθι, καὶ τῇ τῶν διαιτημάτων μεταβολῇ.
他方、多種多様な病気が同時に発生するときは、それぞれの食生活がそれぞれの原因であることが明らかであり、治療は病気の原因に対抗し、また食生活の変更によって行われなければならない。
Δῆλον γὰρ ὅτι οἷσί γε χρέεσθαι εἴωθεν ὥνθρωπος διαιτήμασιν, οὐκ ἐπιτήδειά οἵ ἐστιν ἢ πάντα, ἢ τὰ πλείω, ἢ ἕν γέ τι αὐτέων·
というのも、人間が習慣的に用いている食生活の、すべて、あるいはその大部分、あるいはそのうちの一つが彼に適していないことは明らかだからである。
ἃ δεῖ καταμαθόντα μεταβάλλειν, καὶ σκεψάμενον τοῦ ἀνθρώπου τὴν φύσιν τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νούσου τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι, ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἕκαστα τῶν ἡλικιέων καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων ἔν τε τῇσι φαρμακείῃσι προτρέπεσθαι καὶ ἐν τοῖσι διαιτήμασιν.
それを把握した上で変更を加え、人間の本性、年齢、体質、一年の季節、病気の現れ方を考慮して治療を行わなければならない。 かつて私が述べたように、それぞれの年齢、季節、体質、病気に対して、投薬においても食生活においても、ある時は減らし、ある時は加えるように促すのである。
Ὁκόταν δὲ νουσήματος ἑνὸς ἐπιδημίη καθεστήκῃ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλ’ ὃ ἀναπνέομεν, τοῦτο αἴτιόν ἐστι, καὶ δῆλον ὅτι τοῦτο νοσηρήν τινα ἀπόκρισιν ἔχον ἀνίει.
しかし、一つの病気の流行が定着しているときは、食生活が原因ではなく、私たちが呼吸する空気、これが原因であることは明らかであり、これが何らかの有害な滲出物を含んで放出されていることは明らかである。
Τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς παραινέσιας ποιέεσθαι τοῖσιν ἀνθρώποισι τοιάσδε·
したがって、この時期には、人々に次のような勧告をすべきである。
τὰ μὲν διαιτήματα μὴ μεταβάλλειν, ὅτι γε οὐκ αἴτιά ἐστι τῆς νούσου, τὸ δὲ σῶμα ὁρῆν, ὅκως ἔσται ὡς ἀογκότατον καὶ ἀσθενέστατον, τῶν τε σιτίων ἀφαιρέοντα καὶ τῶν ποτῶν, οἷσιν εἰώθει χρέεσθαι, κατ’ ὀλίγον (ἢν γὰρ μεταβάλλῃ ταχέως τὴν δίαιταν, κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώτερόν τι γενέσθαι ἐν τῷ σώματι, ἀλλὰ χρὴ τοῖσι μὲν διαιτήμασιν οὕτω χρέεσθαι, ὅτε γε φαίνεται μηδὲν ἀδικέοντα τὸν ἄνθρωπον)·
すなわち、食生活は病気の原因ではないので変更しないこと、しかし身体をできるだけ膨らんでいない、最も弱い状態に保つようにすること。 それには習慣的に用いている食事や飲み物を少しずつ減らす(もし食生活を急激に変更すれば、その変更自体から体内に新たな異変が生じる危険があるからである。 しかし、食生活が人間に何ら害を及ぼしていないことが明らかな間は、このように用いるべきである)。
τοῦ δὲ πνεύματος ὅκως ἡ ῥύσις ὡς ἐλαχίστη ἐς τὸ στόμα ἐσίῃ καὶ ὡς ξενωτάτη ἔσται, προμηθέεσθαι, τῶν τε χωρίων τοὺς τόπους μεταβάλλοντα ἐς δύναμιν, ἐν οἷσιν ἂν ἡ νοῦσος καθεστήκῃ, καὶ τὰ σώματα λεπτύνοντα·
また、空気の流入が口へ入るのに最小限となり、できるだけ異質なものとならないように注意し、病気の定着している場所からできる限り居住地を変え、身体を細くすること。
οὕτω γὰρ ἂν ἥκιστα πολλοῦ τε καὶ πυκνοῦ πνεύματος χρῄζοιεν οἱ ἄνθρωποι.
そうすれば、人々は多量で頻繁な呼吸を最も必要としなくなるからである。

語釈・文法注

  1. 8Ὀφείλει... λήγειν — 非人称動詞 ὀφείλει に対し、後続する不定詞句(ὁκόσα μὲν των νουσημάτων... λήγειν)が主語の役割を果たしており、「〜が終息する義務がある(終息すべきである)」という必然的な推移を表している。
  2. 9τὸ δὲ ξύμπαν γνῶναι — 文脈の中で「要するに」「一言で言えば」という意味を表す絶対不定詞(infinitive absolute)の慣用的な表現である。
  3. 9ὡς ἀογκότατον — 接続詞 ὡς が形容詞の最上級を伴って「できるだけ〜」を表す。ἀογκότατος は ἄογκος(体積のない、腫れや無駄な肉のない)の最上級で、ここでは有害な空気の吸入を抑えるために、身体を無駄な水気や脂肪のない、引き締まった極限の状態に保つことを意味する。

この箇所を引用する

ヒポクラテス, 人間の自然性について §8-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg019.humanitext-grc1:8-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。