§1010. Ὁκόσα δὲ τῶν νουσημάτων γίνεται ἀπὸ τοῦ σώματος τῶν μελέων τοῦ ἰσχυροτάτου, ταῦτα δεινότατά ἐστιν·
10. 体の部位のうち最も強いところから生じる病気は、最も深刻である。
καὶ γὰρ ἢν αὐτοῦ μένῃ ἔνθα ἂν ἄρξηται, ἀνάγκη, τοῦ ἰσχυροτάτου τῶν μελέων πονεομένου, ἅπαν τὸ σῶμα πονέεσθαι·
なぜなら、もしそれが始まったその場所にとどまるなら、最も強い部位が病むことで全身が病むことが必然だからである。
καὶ ἢν ἐπί τι τῶν ἀσθενεστέρων ἀφίκηται ἀπὸ τοῦ ἰσχυροτέρου, χαλεπαὶ αἱ ἀπολύσιες γίνονται.
また、もしそれが強い部位からより弱い部位のいずれかへと至るなら、その快復は困難になる。
Ὁκόσα δ’ ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτώτερά ἐστιν, ὑπὸ γὰρ τῆς ἰσχύος ἀναλώσεται ῥηϊδίως τὰ ἐπιῤῥέοντα.
これに対し、より弱い部位からより強い部位へと移行する病気は、より解決しやすい。 なぜなら、その強さによって、流れ込むものが容易に消散されるからである。
§1111. Αἱ παχύταται δὲ τῶν φλεβῶν ὧδε πεφύκασιν·
11. 最も太い血管は次のような自然な配置を持っている。
τέσσαρα ζεύγεά ἐστιν ἐν τῷ σώματι, καὶ ἓν μὲν αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν ἐπὶ τὴν ῥάχιν ἔνθεν τε καὶ ἔνθεν παρὰ τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα, ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας διήκει.
体内には四つの対がある。 そして、その第一の対は、頭の後ろから首を通り、外側を通って脊椎の両側に沿って腰へと至り、脚へと、次いで下腿を通って外くるぶしへと、そして足へと達する。
Δεῖ οὖν τὰς φλεβοτομίας τὰς ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν.
したがって、背中や腰の痛みに対する瀉血は、膝窩から、また外くるぶしから行うべきである。
Αἱ δ’ ἕτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένος, αἱ σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς, καὶ διὰ τῶν ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος, ἔπειτα διὰ τῶν κνημέων παρὰ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ ἐς τοὺς πόδας.
第二の血管は、頭から耳の脇を通り、首を通るもので、「頸血管」と呼ばれ、内側を脊椎の両側に沿って腰筋の脇を通って睾丸と大腿へと走り、さらに膝窩の内側を通って、それから下腿を通って内くるぶしの脇を通り、足へと至る。
Δεῖ οὖν τὰς φλεβοτομίας πρὸς τὰς ὀδύνας ποιέεσθαι τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν.
したがって、腰筋や睾丸の痛みに対する瀉血は、膝窩から、また内くるぶしから行うべきである。
Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πλεύμονα καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερὰ, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ, καὶ ἡ μὲν δεξιὴ ἀφικνέεται ἐκ τοῦ πλεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πλεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρὸν, τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἑκάτεραι.
第三の血管は、こめかみから首を通って肩甲骨の下へと至り、それから肺へと合流し、一方は右側から左側へ、他方は左側から右側へと達する。 そして、右側の血管は肺から乳房の下を通って脾臓と腎臓へと至り、左側から右側へと走る血管は肺から乳房の下を通って肝臓と腎臓へと至り、これら両者はそれぞれ直腸へと終端する。
Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ τὰς κληῗδας, ἔπειτα δὲ ὑπὲρ τῶν βραχιόνων ἄνωθεν ἐς τὰς ξυγκαμπὰς, ἔπειτα δὲ διὰ τῶν πήχεων ἐπὶ τοὺς καρποὺς καὶ τοὺς δακτύλους, ἔπειτα ἀπὸ τῶν δακτύλων πάλιν διὰ τῶν στηθέων τῶν χειρῶν καὶ τῶν πήχεων ἄνω ἐς τὰς ξυγκαμπὰς, καὶ διὰ τῶν βραχιόνων τοῦ κάτωθεν μέρεος ἐς τὰς μασχάλας, καὶ ἀπὸ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ ἐς τὸ ἧπαρ, ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι.
第四の血管は、頭の前面と目から、首と鎖骨の下を通り、それから上腕の上側を通って屈曲部へと至り、それから前腕を通って手首と指へと達する。 それから指から再び手のひらと前腕を通って上方の屈曲部へと戻り、上腕の下側を通って腋窩へと至り、脇腹の上部から、一方は脾臓へと至り、他方は肝臓へと至り、それから腹部の上を通って、両者ともに陰部へと終端する。
Καὶ αἱ μὲν παχέαι τῶν φλεβῶν ὧδε ἔχουσιν.
太い血管についてはこのようになっている。
Εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίης φλέβες ἀνὰ τὸ σῶμα πάμπολλαί τε καὶ παντοῖαι, καὶ δι’ ὧν ἡ τροφὴ τῷ σώματι ἔρχεται.
また、腹部からも体中に非常に多くの、様々な血管が走っており、これらを通じて栄養が体に供給される。
Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχεῶν φλεβῶν ἐς τὴν κοιλίην καὶ ἐς τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἔξω καὶ ἀπὸ τῶν εἴσω, καὶ ἐς ἀλλήλας διαδιδόασιν αἵ τε εἴσωθεν ἔξω καὶ αἱ ἔξωθεν εἴσω.
また、それらは太い血管から腹部やその他の体へと、外側からも内側からも通じており、内側のものは外側へ、外側のものは内側へと、互いに分配し合っている。
Τὰς οὖν φλεβοτομίας δεῖ ποιέεσθαι κατὰ τουτέους τοὺς λόγους·
したがって、瀉血はこれらの原則に従って行われなければならない。
ἐπιτηδεύειν δὲ χρὴ τὰς τομὰς ὡς προσωτάτω τάμνειν ἀπὸ τῶν χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι καὶ τὸ αἷμα ξυλλέγεσθαι·
そして、痛みが日常的に生じ、血液が集まる傾向にある場所から、できるだけ遠く離れた場所を切開するように心がけるべきである。
οὕτω γὰρ ἂν ἥ τε μεταβολὴ ἥκιστα μεγάλη γίνοιτο ἐξαπίνης, καὶ τὸ ἔθος μεταστήσαις ἂν ὥστε μηκέτι ἐς τὸ αὐτὸ χωρίον ξυλλέγεσθαι.
そうすれば、急激な大変化が起こるのを最小限に抑えることができ、また血液が集まる習慣を転換させて、二度と同じ場所に集まらないようにすることができるからである。