§88. Ὀφείλει οὖν, τουτέων ὧδε ἐχόντων, ὁκόσα μὲν τῶν νουσημάτων χειμῶνος αὔξεται, θέρεος λήγειν, ὁκόσα δὲ θέρεος αὔξεται, χειμῶνος λήγειν, ὁκόσα μὴ αὐτέων ἐν περιόδῳ ἡμερέων ἀπαλλάσσεται· τὴν δὲ περίοδον αὖθις φράσω τὴν τῶν ἡμερέων.
8. 因此,既然这些情况如此,凡是在冬季增加的疾病应当在夏季消除,凡是在夏季增加的疾病应当在冬季消除,除非它们在一定日数的周期内得以缓解;关于日数的周期,我稍后将另作说明。
Ὁκόσα δὲ ἦρος γίνεται νουσήματα, προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔσεσθαι αὐτέων· ὁκόσα δὲ φθινοπωρινὰ νουσήματα, τουτέων τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν γενέσθαι·
凡是在春季发生的疾病,应当预料到它们会在秋季消除;凡是秋季发生的疾病,则必然在春季消除。
ὅ τι δ’ ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νούσημα, εἰδέναι χρὴ ὡς ἐνιαύσιον αὐτὸ ἐσόμενον.
如果有什么疾病超出了这些季节,应当知道它将会持续一年。
Καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἰῆσθαι τὰ νουσήματα ὡς ἑκάστου τουτέων ἰσχύοντος ἐν τῷ σώματι κατὰ τὴν ὥρην τὴν αὐτῷ κατὰ φύσιν ἐοῦσαν μάλιστα.
医生应当这样去治疗疾病:假定这些要素中的每一个,在最符合其自身本性的季节里,在体内的作用最强。
§99. Εἰδέναι δὲ χρὴ καὶ τάδε πρὸς ἐκείνοισιν, ὅτι ὁκόσα πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται, ὁκόσα δὲ ἀπὸ κενώσιος γίνεται νουσήματα, πλησμονὴ ἰῆται, ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται, ὁκόσα δ’ ὑπ’ ἀργίης τίκτεται, ταλαιπωρίη ἰῆται.
9. 此外,在这些之外还应当知道:凡是由于过饱而产生的疾病,可用排泄来治疗;凡是由排泄产生的疾病,可用过饱来治疗;凡是由于劳累产生的疾病,可用休息来治疗;凡是由闲散产生的疾病,可用劳作来治疗。
Τὸ δὲ ξύμπαν γνῶναι, δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστεῶσι καὶ νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσι, καὶ τὰ ξυντείνοντα λύειν, καὶ τὰ λελυμένα ξυντείνειν·
总之,医生必须针对已确立的状态、疾病、体质、季节和年龄进行对抗治疗,使紧张的松弛,使松弛的紧张。
οὕτω γὰρ ἂν μάλιστα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε ἴησις τοῦτό μοι δοκέει εἶναι.
因为这样,病患最能得到休养,而这在我看来就是治疗的本质。
Αἱ δὲ νοῦσοι γίνονται, αἱ μὲν ἀπὸ τῶν διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν.
疾病的产生,有的源于饮食起居,有的源于我们吸入并借以生存的空气。
Τὴν δὲ διάγνωσιν χρὴ ἑκατέρου ὧδε ποιέεσθαι· ὁκόταν μὲν ὑπὸ νουσήματος ἑνὸς πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ ὅ τι κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεώμεθα· ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν.
对这两者的诊断应当这样进行:当许多人在同一时间被同一种疾病侵袭时,应当将原因归结于那最共同、且我们所有人最常使用的东西,也就是我们呼吸的气体。
Φανερὸν γὰρ δὴ ὅτι τά γε διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν, ὅτε ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων, καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως, καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων, καὶ τῶν μάζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτευμένων, καὶ τῶν πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα·
因为显而易见,我们每个人的饮食起居并不是原因,当疾病连续袭击所有人时,无论是年轻的还是年老的,无论是女性还是男性,同样地,无论是饮酒的还是饮水的,无论是吃大麦饼的还是吃面包的,也无论是多劳累的还是少劳累的。
οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτεύμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκωνται ὑπὸ τῆς αὐτέης νούσου.
因此,当以各种方式生活的人都被同一种疾病侵袭时,饮食起居绝不会是原因。
Ὁκόταν δὲ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα ἑκάστοισι, καὶ τὴν θεραπείην χρὴ ποιέεσθαι ἐναντιούμενον τῇ προφάσει τῆς νούσου, ὥσπερ μοι πέφρασται καὶ ἑτέρωθι, καὶ τῇ τῶν διαιτημάτων μεταβολῇ.
而当在同一时间产生各种各样的疾病时,显然是各自的饮食起居成为了各自的原因,应当通过对抗疾病的原因来进行治疗,正如我在别处也曾说明的那样,并通过饮食起居的改变来进行。
Δῆλον γὰρ ὅτι οἷσί γε χρέεσθαι εἴωθεν ὥνθρωπος διαιτήμασιν, οὐκ ἐπιτήδειά οἵ ἐστιν ἢ πάντα, ἢ τὰ πλείω, ἢ ἕν γέ τι αὐτέων·
因为显然,该人惯常使用的饮食起居,要么全部、要么大部分、要么其中的某一个对他是不适宜的。
ἃ δεῖ καταμαθόντα μεταβάλλειν, καὶ σκεψάμενον τοῦ ἀνθρώπου τὴν φύσιν τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νούσου τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι, ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἕκαστα τῶν ἡλικιέων καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων ἔν τε τῇσι φαρμακείῃσι προτρέπεσθαι καὶ ἐν τοῖσι διαιτήμασιν.
在了解这些之后,必须进行改变,并在考察了人的本性、年龄、体质、一年的季节以及疾病的方式后,进行治疗,有时予以减损,有时予以增补,正如我很久以前也说过的那样,针对每种年龄、季节、体质和疾病,在药物和饮食起居中做出调整。
Ὁκόταν δὲ νουσήματος ἑνὸς ἐπιδημίη καθεστήκῃ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλ’ ὃ ἀναπνέομεν, τοῦτο αἴτιόν ἐστι, καὶ δῆλον ὅτι τοῦτο νοσηρήν τινα ἀπόκρισιν ἔχον ἀνίει.
而当单一种疾病的流行病确立时,显然不是饮食起居的原因,而是我们所呼吸的气体,这就是原因,并且显然是这气体带有某种致病的渗出物而释放出来。
Τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς παραινέσιας ποιέεσθαι τοῖσιν ἀνθρώποισι τοιάσδε· τὰ μὲν διαιτήματα μὴ μεταβάλλειν, ὅτι γε οὐκ αἴτιά ἐστι τῆς νούσου, τὸ δὲ σῶμα ὁρῆν, ὅκως ἔσται ὡς ἀογκότατον καὶ ἀσθενέστατον, τῶν τε σιτίων ἀφαιρέοντα καὶ τῶν ποτῶν, οἷσιν εἰώθει χρέεσθαι, κατ’ ὀλίγον (ἢν γὰρ μεταβάλλῃ ταχέως τὴν δίαιταν, κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώτερόν τι γενέσθαι ἐν τῷ σώματι, ἀλλὰ χρὴ τοῖσι μὲν διαιτήμασιν οὕτω χρέεσθαι, ὅτε γε φαίνεται μηδὲν ἀδικέοντα τὸν ἄνθρωπον)·
因此,在这个时期,应当向人们提出如下建议:不要改变饮食起居,因为它绝不是疾病的原因,但要设法使身体保持尽可能不虚胖、最弱的状态,从习惯使用的食物和饮料中逐渐减损(因为如果迅速改变饮食,有危险因改变本身而在体内产生新的异变,相反,在显现出饮食起居不对人造成任何危害时,应当继续如此使用)。
τοῦ δὲ πνεύματος ὅκως ἡ ῥύσις ὡς ἐλαχίστη ἐς τὸ στόμα ἐσίῃ καὶ ὡς ξενωτάτη ἔσται, προμηθέεσθαι, τῶν τε χωρίων τοὺς τόπους μεταβάλλοντα ἐς δύναμιν, ἐν οἷσιν ἂν ἡ νοῦσος καθεστήκῃ, καὶ τὰ σώματα λεπτύνοντα· οὕτω γὰρ ἂν ἥκιστα πολλοῦ τε καὶ πυκνοῦ πνεύματος χρῄζοιεν οἱ ἄνθρωποι.
此外,必须预防,使吸入的气流进入口中的量尽可能少、且尽可能异质,尽量改变疾病确立之地的场所位置,并使身体变瘦;因为这样,人们才最不需要大量且频繁的呼吸。