§33. Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν γίνεσθαι μὴ ἀφ’ ἑνός· πῶς γὰρ ἂν ἕν γ’ ἐόν τι γεννήσειεν, εἰ μή τινι μιχθείη;
3. 因而,首先,生成绝不可能仅源于单一事物;因为倘若不与他物混合,一个单一存在的东西又怎能有所生育呢?
ἔπειτα οὐδ’, ἐὰν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ, οὐδ’ ἂν ταῦτα ἡμῖν ξυντελέοιτο.
其次,即使相互混合,如果它们并非同族且不具有相同的能力,它们也无法生育,而这些事情对我们来说也就无法完成。
Καὶ πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον θατέρου πουλὺ προέξει καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο.
再次,如果热与冷、燥与湿之间没有保持适度且平等的比例,而是一方大大超过另一方,强者压倒弱者,那么生成便不会发生。
Ὥστε πῶς εἰκὸς ἀπὸ ἑνός τι γεννηθῆναι, ὅτε γε οὐδ’ ἀπὸ τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς κρήσιος τῆς πρὸς ἄλληλα;
因此,既然连多种事物在彼此没有达到良好混合状态时都无法生育,那又怎能想象仅从单一事物中会有所生成呢?
Ἀνάγκη τοίνυν, τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ’ ἕκαστον τῶν ξυμβαλλομένων ἐς τὴν γένεσιν ἔχειν τὴν δύναμιν ἐν τῷ σώματι, οἵην περ ξυνεβάλετο.
所以,既然一切他物及人类的本性皆是如此,那么人必然不是单一的,而是每一个参与生成的要素都在体内保持着与它参与时相同的能力。
Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν ἐς τὴν ἑωυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν.
此外,当人的身体走向死亡时,每个要素必然各自回归其自身的本性:湿归于湿,燥归于燥,热归于热,冷归于冷。
Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστὶν ἡ φύσις, καὶ τῶν ἄλλων πάντων· γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως πάντα·
动物的本性及其他所有事物的本性也是如此;一切事物都以同样的方式生成,也以同样的方式消亡。
ξυνίσταταί τε γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων πάντων, καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα ἐς τωὐτὸ ὅθεν περ ξυνέστη ἕκαστον, ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν.
因为它们的本性是由上述所有这些要素构成的,并且如前所述,各自消亡并回归到它们最初被构成的同一地方。
§44. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτ’ ἐστὶν αὐτέῳ ἡ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει.
4. 人的身体内含有血液、粘液、以及黄胆汁和黑胆汁,这些构成了他身体的本性,人也正是因为它们而感到痛苦或保持健康。
Ὑγιαίνει μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστα μεμιγμένα ᾖ· ἀλγέει δὲ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ᾖ ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι ξύμπασιν.
当这些要素在相互的混合、能力和数量上处于适度状态,且混合得最均匀时,人最为健康;而当其中任何一种要素过多、过少,或者在体内发生分离而未能与其余要素混合时,人就会感到痛苦。
Ἀνάγκη γὰρ, ὁκόταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ἔνθεν ἐξέστη, ἐπίνοσον γίνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν ἐπιχυθῇ, ὑπερπιμπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν.
因为必然的是,当其中某种要素分离并独立存在时,不仅它所离开的那个部位会产生疾病,而且它所流入的部位也会因过度充盈而带来痛楚和劳苦。
Καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις.
再者,当这些要素中的任何一种流出体外、超过了表层的适量时,这种排空就会带来痛楚。
Ἤν τ’ αὖ πάλιν ποιήσηται ἔσω τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέῳ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν.
反之,如果这种排空、转移以及与其他要素的分离发生在体内,那么根据前述,它必然会在其离开的地方和过度流入的地方同时带来双重的痛楚。