§1## ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ.
1. Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν ἐφήκει, τουτέῳ·
## 人間の本性について 1. 人間の本性について、それが医術に及ぶ範囲を超えてはるかに遠くまで論じる人々の話を聞くことに慣れている人にとって、この議論を聞くことはふさわしくない。
μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν· οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτ’ ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἐνεὸν ἐν τῷ ἀνθρώπῳ·
というのも、私は人間がまったくの空気であるとも、火であるとも、水であるとも、土であるとも、あるいは人間に存在していることが明らかでないような他のいかなるものであるとも言わないからである。
ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι.
しかし、そうしたことを語りたがる人々には、それを委ねることにする。
Δοκέουσι μέντοι μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα λέγοντες·
しかしながら、そうしたことを語る人々は正しく認識していないと私には思われる。
γνώμῃ μὲν γὰρ τῇ αὐτέῃ πάντες χρέονται, λέγουσι δὲ οὐ ταὐτά·
というのも、彼らは皆同じ考えを用いているのに、同じことを語ってはいないからである。
ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται.
しかし、彼らはその考えの帰結を同じものにしている。
Φασί τε γὰρ ἕν τι εἶναι, ὅ τί ἐστι, καὶ τοῦτ’ εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ οὐνόματα οὐχ ὁμολογέουσιν·
すなわち、存在するものは何らかの一つのものであり、これが「一にして全」であると言うのだが、名称については同意していない。
λέγει δ’ αὐτέων ὁ μέν τις φάσκων ἠέρα εἶναι τοῦτο τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν, καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ γέ ἐστιν οὐδέν.
彼らのうち、ある者はこの「一にして全」が空気であると主張し、別の者は火、別の者は水、別の者は土であると言い、それぞれが自らの議論に証拠や根拠を付け加えるが、それらはまったく無に等しい。
Ὅτε γὰρ τῇ μὲν αὐτέῃ γνώμῃ πάντες χρέονται, λέγουσι δ’ οὐ τὰ αὐτὰ, δῆλον ὅτι οὐδὲ γινώσκουσιν αὐτά.
なぜなら、彼らが皆同じ考えを用いながら、同じことを語っていないとき、彼らがそれらのことを認識さえしていないことは明らかだからである。
Γνοίη δ’ ἄν τις τόδε μάλιστα παραγενόμενος αὐτέοισιν ἀντιλέγουσιν·
このことは、彼らが互いに反論し合っている場に居合わせれば、最もよく分かるだろう。
πρὸς γὰρ ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτέων ἐναντίον ἀκροατέων οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς περιγίνεται ἐν τῷ λόγῳ, ἀλλὰ ποτὲ μὲν οὗτος ἐπικρατέει, ποτὲ δὲ οὗτος, ποτὲ δὲ ᾧ ἂν τύχῃ μάλιστα ἡ γλῶσσα ἐπιῤῥυεῖσα πρὸς τὸν ὄχλον.
というのも、同じ男たちが、同じ聴衆の前で、互いに反論し合うとき、同じ人間が議論において三回続けて勝利することは決してなく、ある時はこの者が勝ち、またある時はあの者が勝ち、ある時は、群衆に対してたまたま最も舌が滑らかに回った者が勝つからである。
Καίτοι δίκαιόν ἐστι τὸν φάντα ὀρθῶς γινώσκειν ἀμφὶ τῶν πρηγμάτων παρέχειν αἰεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωυτοῦ, εἴπερ ἐόντα γινώσκει καὶ ὀρθῶς ἀποφαίνεται.
しかしながら、諸事物について正しく認識していると主張する者は、もし彼が実在するものを認識しており、かつ正しく表明しているならば、自らの議論を常に勝利するものとして提示するのが当然である。
Ἀλλ’ ἐμοί γε δοκέουσιν οἱ τοιοῦτοι ἄνθρωποι αὐτοὶ ἑωυτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτέων ὑπὸ ἀσυνεσίης, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν.
しかし、私には、そのような人々は理解力のなさのゆえに、自らの議論の言葉において自分自身を打ち倒しており、むしろメリッソスの議論を正しいと証明しているように思われる。
§22. Περὶ μὲν οὖν τουτέων ἀρκέει μοι τὰ εἰρημένα.
2. さて、これらのことについては、語られたことで十分である。
Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὥνθρωπος αἷμα μοῦνόν ἐστιν, οἱ δ’ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα·
一方、医師たちの中には、人間は血液だけであると言う者もいれば、彼らのうち人間は胆汁であると言う者もおり、またある者は粘液であると言う。
ἐπίλογον δὲ ποιεῦνται καὶ οὗτοι πάντες τὸν αὐτόν·
そして、彼らもまた皆、同じ帰結に達する。
ἓν γάρ τι εἶναί φασιν, ὅ τι ἕκαστος αὐτέων βούλεται ὀνομάσας, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν, ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖόν τι ἄλλο.
というのも、彼らは、各自が名づけたいと思う何らかの一つのものが存在し、そしてこの一つのものが、熱や冷によって強制されて、その姿や働きを変化させ、甘くも苦くも白くも黒くも、その他あらゆるものになると言うからである。
Ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει ὧδε ἔχειν·
しかし、私にはこれらのこともこのようであるとは思われない。
οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα καὶ ἔτι ἐγγύτατα τουτέων ἀποφαίνονται.
さて、大部分の人々はこのようなこと、あるいはこれらにきわめて近いことを表明している。
Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν·
しかし私は、もし人間が単一のものであるなら、決して苦痛を感じることはないだろうと主張する。
οὐδὲ γὰρ ἂν ἦν ὑφ’ ὅτου ἀλγήσειεν ἓν ἐών·
なぜなら、単一のものであるなら、それによって苦痛を感じるような対象が存在しないからである。
εἰ δ’ οὖν καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι·
しかし、仮に苦痛を感じるとしても、治療するものもまた一つでなければならない。
νυνὶ δὲ πολλά·
ところが実際には、多くのものがある。
πολλὰ γάρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, ἃ, ὁκόταν ὑπ’ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ ψύχηται, καὶ ξηραίνηταί τε καὶ ὑγραίνηται, νούσους τίκτει·
というのも、身体の中には多くの存在するものがあり、それらが自然に反して互いによって温められたり冷やされたり、乾燥させられたり湿らされたりするとき、病気を生み出すからである。
ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νουσημάτων, πολλὴ δὲ καὶ ἡ ἴησις αὐτέων ἐστίν.
したがって、病気の現れも多く、その治療もまた多様なのである。
Ἀξιῶ δὲ ἔγωγε τὸν φάσκοντα αἷμα εἶναι μοῦνον τὸν ἄνθρωπον, καὶ ἄλλο μηδὲν, δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίνεσθαι παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ·
私は、人間は血液のみであり他には何もないと主張する者自身に対して、それがその姿を変化させず、またあらゆるものにならないことを示すよう要求する。 ただし、一年のうちの特定の季節、あるいは人間の年齢のうちの特定の時期であって、そこにおいて血液だけが人間に存在しているように見える時期を示すことは認める。
εἰκὸς γὰρ εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ ἑωυτοῦ ἐνεόν·
というのも、それがそれ自体として存在しているのが見える時期が、少なくとも何か一つはあるのが当然だからである。
τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος φλέγμα μοῦνον εἶναι τὸν ἄνθρωπον, καὶ περὶ τοῦ χολὴν φάσκοντος εἶναι.
同じことを私は、人間は粘液のみであると主張する者や、胆汁であると主張する者についても言う。
Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ τὰ αὐτὰ ἐόντα ὁμοίως, καὶ νέου ἐόντος καὶ γέροντος, καὶ τῆς ὥρης ψυχρῆς ἐούσης καὶ θερμῆς, καὶ τεκμήρια παρέξω, καὶ ἀνάγκας ἀποφανῶ, δι’ ἃς ἕκαστον αὔξεταί τε καὶ φθίνει ἐν τῷ σώματι.
というのも、私が人間の本性であると主張するものは、合意に照らしても自然に照らしても、若者においても老人においても、また季節が寒かろうと暑かろうと、常に同じように同一であり続けることを私は証明し、そして証拠を提示し、それによって各要素が身体の中で増大し、また減少する必然的な原因を明らかにするからである。