Humanitext Reader

ヒポクラテス · 人間の自然性について §12-13

排膿や慢性赤痢の成因と体熱の加齢変化

7 / 8 箇所 · ギリシア語

要旨

熱を伴わない膿の喀出、血尿、血便の原因が、若い頃の肉体労働とその後の急激な怠惰による肉質の不調和にあることを説明し、体内の熱量の年齢変化と結石の関係、そして病気治療の原則を論じる。

§1212. Ὁκόσοι πῦον πολλὸν πτύουσιν ἄτερ πυρετοῦ ἐόντες, καὶ ὁκόσοισιν ὑπὸ τὸ οὖρον πῦον ὑφίσταται πολλὸν ἄτερ ὀδύνης ἐούσης, καὶ ὁκόσοισι τὰ ὑποχωρήματα αἱματώδεα ὥσπερ ἐν τῇσι δυσεντερίῃσι καὶ χρόνιά ἐστιν ἐοῦσι πέντε καὶ τριήκοντα ἐτέων καὶ γεραιτέροισι, τουτέοισι πᾶσιν ἀπὸ τοῦ αὐτέου τὰ νουσήματα γίνεται·
12. 発熱がないのに多くの膿を吐く人々、また痛みを伴わないのに尿の下に多くの膿が沈殿する人々、また35歳以上の高齢者であって、赤痢の時のように血の混じった便が長引く人々、これらすべての人々において、病気は同じ原因から生じる。
ἀνάγκη γὰρ τουτέους ταλαιπώρους τε γενέσθαι καὶ φιλοπόνους τῷ σώματι καὶ ἐργάτας νεηνίσκους ἐόντας, ἔπειτα δὲ ἐξανεθέντας τῶν πόνων σαρκωθῆναι μαλθακῇ σαρκὶ καὶ πουλὺ διαφερούσῃ τῆς προτέρης, καὶ πολλὸν διακεκριμένον ἔχειν τὸ σῶμα τό τε προϋπάρχον καὶ τὸ ἐπιτραφὲν, ὥστε μὴ ὁμονοεῖν.
なぜなら、彼らは若い頃、身体を酷使し、労働に勤しみ、働く者であったことが必然であり、その後、労働から解放されて、柔らかく以前のものとは大きく異なる肉が付き、そして、以前から存在していたものと、後から蓄積されたものとで、身体が大きく分離しており、互いに調和していない状態にあるからである。
Ὁκόταν οὖν νόσημά τι καταλάβῃ τοὺς οὕτω διακειμένους, τὸ μὲν παραχρῆμα διαφεύγουσιν, ὕστερον δὲ μετὰ τὴν νοῦσον χρόνῳ τήκεται τὸ σῶμα, καὶ διαῤῥέει διὰ τῶν φλεβῶν, ᾗ ἂν εὐρυχωρίης μάλιστα τύχῃ, ἰχωροειδές·
それゆえ、このように位置づけられた人々を何か病気が襲うとき、差し当たりはそれを逃れるが、後に病気ののち、時間が経つと身体は消耗し、最も広い場所を見出した血管を通って、漿液のようなものが流れ出す。
ἢν μὲν οὖν ὁρμήσῃ ἐς τὴν κοιλίην τὴν κάτω, σχεδόν τι οἷόν περ ἐν τῷ σώματι ἂν ἐνέῃ τοιοῦτον καὶ τὸ διαχώρημα γίνεται·
それゆえ、もしそれが下腹へと向かうなら、身体の中に存在しているのとほぼ同様のものが排泄物となる。
ἅ τε γὰρ τῆς ὁδοῦ κατάντεος ἐούσης, οὐχ ἵσταται πολλὸν χρόνον ἐν τῷ ἐντέρῳ.
なぜなら、通路が下り坂であるため、腸の中に長い間とどまらないからである。
Ὁκόσοισι δ’ ἂν ἐς τὸ στῆθος ἐσρυῇ, ὑπόπυοι γίνονται·
しかし、それが胸へと流れ込む人々においては、彼らは膿胸となる。
ἅτε γὰρ τῆς καθάρσιος ἀνάντεος ἐούσης, καὶ χρόνον ἐναυλιζόμενον πουλὺν ἐν τῷ στήθει, κατασήπεται καὶ γίνεται πυοειδές.
なぜなら、排出のための通路が上り坂であり、胸の中に長い時間とどまるため、腐敗して膿のようになるからである。
Ὁκόσοισι δ’ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται, ὑπὸ τῆς θερμότητος τοῦ χωρίου τοῦτο καὶ θερμὸν καὶ λευκὸν γίνεται, καὶ διακρίνεται·
しかし、それが膀胱へと流出する人々においては、その場所の熱によって、これは温かく白くなり、分離する。
καὶ τὸ μὲν ἀραιότατον ἐφίσταται ἄνω, τὸ δὲ παχύτατον κάτω, ὃ δὴ πῦον καλέεται.
そして最も希薄な部分が上に浮かび、最も濃厚な部分が下に沈み、これこそが膿と呼ばれる。
Γίνονται δὲ καὶ οἱ λίθοι τοῖσι παιδίοισι διὰ τὴν θερμότητα τοῦ χωρίου τε τουτέου καὶ τοῦ ὅλου σώματος, τοῖσι δὲ ἀνδράσιν οὐ γίνονται λίθοι διὰ τὴν ψυχρότητα τοῦ σώματος.
また、子供たちにはこの場所と全身の熱のために結石が生じるが、大人の男性には身体の冷たさのために結石は生じない。
Εὖ γὰρ χρὴ εἰδέναι, ὅτι ὁ ἄνθρωπος τῇ πρώτῃ τῶν ἡμερέων θερμότατός ἐστιν αὐτὸς ἑωυτοῦ, τῇ δὲ ὑστάτῃ ψυχρότατος·
よく知っておくべきことだが、人間は人生の最初の日において自身の中で最も温かく、最後の日において最も冷たい。
ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην θερμὸν εἶναι· ὁκόταν δὲ ἄρχηται μαραίνεσθαι τὸ σῶμα, καταῤῥέον πρὸς εὐπέτειαν, ψυχρότερον γίνεται·
なぜなら、成長し勢いよく進む身体は温かいことが必然であり、身体が衰え始め、容易に衰退に向かうときには、より冷たくなるからである。
καὶ κατὰ τοῦτον τὸν λόγον, ὁκόσον τῇ πρώτῃ τῶν ἡμερέων πλεῖστον αὔξεται ὁ ἄνθρωπος, τοσοῦτον θερμότερος γίνεται, καὶ τῇ ὑστάτῃ τῶν ἡμερέων, ὁκόσον πλεῖστον καταμαραίνεται, τοσοῦτον ἀνάγκη ψυχρότερον εἶναι.
そしてこの理屈に従えば、人生の最初の日において人間が最も成長する分だけ、それだけ温かくなり、最後の日において最も衰退する分だけ、それだけ冷たくなることが必然なのである。
Ὑγιέες δὲ γίγνονται αὐτόματοι οἱ οὕτω διακείμενοι, πλεῖστοι μὲν ἐν τῇ ὥρῃ, ᾗ ἂν ἄρξωνται τήκεσθαι, πεντεκαιτεσσαρακονθήμεροι·
このように位置づけられた人々は自然に治癒するが、その大部分は消耗が始まった季節において、45日以内に治癒する。
ὁκόσοι δ’ ἂν τὴν ὥρην ταύτην ὑπερβάλλωσιν, ἐνιαυτῷ αὐτόματοι ὑγιέες γίνονται, ἢν μή τι ἄλλο κακουργῆται ὥνθρωπος.
この期間を超える人々は、その人が他に損なわれることがなければ、1年で自然に治癒する。
§1313. Ὁκόσα τῶν νουσημάτων ἐξ ὀλίγου γίνεται, καὶ ὁκόσων αἱ προφάσιες εὔγνωστοι, ταῦτα δὲ ἀσφαλέστατά ἐστι προαγορεύεσθαι·
13. 急激に生じる病気、またその原因が容易に知られる病気、これらは最も安全に予後を告げることができる。
τὴν δὲ ἴησιν χρὴ ποιέεσθαι αὐτὸν ἐναντιούμενον τῇ προφάσει τῆς νούσου·
そして治療を行うにあたっては、病気の原因に対抗するようにすべきである。
οὕτω γὰρ ἂν λύοιτο τὸ τὴν νοῦσον παρασχὸν ἐν τῷ σώματι.
そうすれば、体内で病気を引き起こしているものが解消されるからである。

語釈・文法注

  1. p.62Ὁκόσοι ... καὶ ὁκόσοισιν ... καὶ ὁκόσοι ... τουτέοισι πᾶσιν — 文頭の Ὁκόσοι は主格(「〜する人々は」)であるが、続く二つの関係節 Ὁκόσοισιν... および Ὁκόσοι... は与格(「〜する人々においては」)となっており、主格から与格へと構文が変化(破格、anakolouthon)している。これは最終的な帰着先である τουτέοισι πᾶσιν(「これらすべての人々において」)という与格代名詞に引きずられたためである。
  2. §12τῇ πρώτῃ τῶν ἡμερέων — 直訳すると「日々の最初において」となり、人間の「生涯の最初(初期)」すなわち幼少・若年期を指す。対比される τῇ ὑστάτῃ (τῶν ἡμερέων) は「最後の日々」、すなわち老齢期を意味する。
  3. §13τὴν δὲ ἴησιν χρὴ ποιέεσθαι αὐτὸν ἐναντιούμενον — 非人称動詞 χρή に導かれる不定詞句であり、αὐτόν は不定詞 ποιέεσθαι および分詞 ἐναντιούμενον の意味上の主語(対格)である。ここでは文脈上「医師」または「治療を行う者」を指している。

この箇所を引用する

ヒポクラテス, 人間の自然性について §12-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg019.humanitext-grc1:12-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。