§1414. Ὁκόσοισι ψαμμοειδέα ὑφίσταται ἢ πῶροι ἐν τοῖσιν οὔροισι, τουτέοισι τὴν ἀρχὴν φύματα ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ, καὶ διεπύησεν, ἔπειτα δὲ, ἅτε οὐ ταχέως ἐκραγέντων τῶν φυμάτων, πῶροι ξυνετράφησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῆς φλεβὸς σὺν τῷ οὔρῳ ἐς τὴν κύστιν.
14. 尿の中に砂のような沈殿物や結石が生じる人々においては、そもそも太い血管の近くに腫瘍が生じて膿み、その後、それらの腫瘍が速やかに破れなかったために、膿から結石が形成され、これらが血管を通って尿とともに膀胱へと押し出されるのである。
Ὁκόσοισι δὲ μοῦνον αἱματώδεα τὰ οὐρήματα, τουτέοισι δὲ αἱ φλέβες πεπονήκασιν·
尿がただ血液混じりである人々においては、血管が損なわれている。
ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι παχεῖ ἐόντι σαρκία σμικρὰ τριχοειδέα συνεξέρχεται, ταῦτα δὲ ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα καὶ ἀπὸ ἀρθριτικῶν·
また、濃厚な尿の中に、毛髪のような小さな肉片が一緒に排出される人々においては、これらは腎臓から、また関節炎の疾患から生じているものであると知るべきである。
ὁκόσοισι δὲ καθαρὸν τὸ οὖρον ἄλλοτε καὶ ἄλλοτε, ὁκοῖον δὲ πίτυρα ἐπιφέρεται ἐν τῷ οὐρήματι, τουτέων δὲ ἡ κύστις ψωριᾷ.
また、尿がある時は澄んでおり、またある時は尿の中に糠のようなものが浮かんでいる人々においては、彼らの膀胱が疥癬にかかっている。
§1515. Οἱ πλεῖστοι τῶν πυρετῶν γίνονται ἀπὸ χολῆς·
15. 発熱の大部分は胆汁から生じる。
εἴδεα δὲ σφέων ἐστὶ τέσσαρα, χωρὶς τῶν ἐν τῇσιν ὀδύνῃσι γινομένων τῇσιν ἀποκεκριμένῃσιν·
それらの種類は、他と区別される特定の痛みにおいて生じるものを除けば、4つある。
οὐνόματα δ’ αὐτέοισίν ἐστι ξύνοχος, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος.
それらの名前は、稽留熱、日周熱、三日熱、四日熱である。
Ὁ μὲν οὖν ξύνοχος καλεόμενος γίνεται ἀπὸ πλείστης χολῆς καὶ ἀκρητεστάτης, καὶ τὰς κρίσιας ἐν ἐλαχίστῳ χρόνῳ ποιέεται·
さて、稽留熱と呼ばれるものは、最も多量で最も純粋な胆汁から生じ、最も短い時間で危機を迎える。
τὸ γὰρ σῶμα οὐ διαψυχόμενον οὐδένα χρόνον συντήκεται ταχέως, ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ θερμαινόμενον.
なぜなら、身体は少しの時間も冷やされることがなく、多量の熱によって温められるために、速やかに消耗するからである。
Ὁ δὲ ἀμφημερινὸς μετὰ τὸν ξύνοχον ἀπὸ πλείστης χολῆς γίνεται, καὶ ἀπαλλάσσεται τάχιστα τῶν ἄλλων, μακρότερος δέ ἐστι τοῦ ξυνόχου, ὁκόσῳ ἀπὸ ἐλάσσονος γίνεται χολῆς, καὶ ὅτι ἔχει ἀνάπαυσιν τὸ σῶμα, ἐν δὲ τῷ ξυνόχῳ οὐκ ἀναπαύεται οὐδένα χρόνον.
また、日周熱は稽留熱に次いで多量の胆汁から生じ、他の熱よりは最も速く治るが、稽留熱よりは長引く。 それは、より少ない胆汁から生じること、また身体に休息があることによるが、これに対して稽留熱においては身体は少しの時間も休むことがないからである。
Ὁ δὲ τριταῖος μακρότερός ἐστι τοῦ ἀμφημερινοῦ, καὶ ἀπὸ χολῆς ἐλάσσονος γίνεται·
また、三日熱は日周熱より長引き、より少ない胆汁から生じる。
ὁκόσῳ δὲ πλείονα χρόνον ἐν τῷ τριταίῳ ἢ ἐν τῷ ἀμφημερινῷ τὸ σῶμα διαναπαύεται, τοσούτῳ χρονιώτερος οὗτος ὁ πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν.
日周熱におけるよりも三日熱において、身体がより長い時間休みをとる分だけ、それだけこの発熱は日周熱よりも長引くのである。
Οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονιώτεροι δὲ μάλα τῶν τριταίων εἰσὶν, ὁκόσῳ ἔλασσόν τι μέρος μετέχουσι χολῆς τῆς τὴν θερμασίην παρεχούσης, τοῦ τε διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσιν·
また、四日熱は、他の点では同じ理屈であるが、三日熱よりもはるかに長引く。 それは、熱を与える胆汁の関与がより少ない割合であり、身体が冷やされることへの関与がより大きい分だけである。
προσγίνεται δὲ αὐτέοισιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ δυσαπάλλακτον·
そして、彼らには黒胆汁から、この余分な長さと治りにくさが加わるのである。
μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι ἐνεόντων χυμῶν γλισχρότατον, καὶ τὰς ἕδρας χρονιωτάτας ποιέεται.
なぜなら、黒胆汁は体内に存在する体液の中で最も粘り気があり、その滞留を最も長引かせるからである。
Γνώσῃ δὲ ἐν τῷδε, ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ·
四日熱が黒胆汁の性質を帯びていることは、次のことから知るであろう。
φθινοπώρου γὰρ μάλιστα οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτέων ἕως τῶν πέντε καὶ τεσσαράκοντα, ὅτι καὶ ἡ ἡλικίη αὕτη ὑπὸ μελαίνης χολῆς κατέχεται μάλιστα πασέων τῶν ἡλικιῶν, ἥ τε φθινοπωρινὴ ὥρη μάλιστα πασέων τῶν ὡρέων ἐπιτηδειοτάτη.
すなわち、人々は秋に最も多く四日熱にかかり、年齢としては25歳から45歳までの間にかかるが、それはこの年齢層がすべての年齢層の中で最も黒胆汁に支配されており、また秋という季節がすべての季節の中で最もこれに適しているからである。
Ὁκόσοι δ’ ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετὸν, ἢν μὴ ἄλλο τι κακουργῆται ὥνθρωπος.
しかし、この季節や年齢から外れて四日熱にかかる人々においては、その人が他に損なわれることがなければ、その熱は長引かないであろうということをよく知っておくべきである。