§1212. Ὁκόσοι πῦον πολλὸν πτύουσιν ἄτερ πυρετοῦ ἐόντες, καὶ ὁκόσοισιν ὑπὸ τὸ οὖρον πῦον ὑφίσταται πολλὸν ἄτερ ὀδύνης ἐούσης, καὶ ὁκόσοισι τὰ ὑποχωρήματα αἱματώδεα ὥσπερ ἐν τῇσι δυσεντερίῃσι καὶ χρόνιά ἐστιν ἐοῦσι πέντε καὶ τριήκοντα ἐτέων καὶ γεραιτέροισι, τουτέοισι πᾶσιν ἀπὸ τοῦ αὐτέου τὰ νουσήματα γίνεται·
12. 凡是在没有发热的情况下吐出大量脓液的人,以及尿液中在没有疼痛的情况下沉淀有大量脓液的人,以及大便带血如患痢疾且病程迁延、年龄在三十五岁及以上的人,所有这些人的疾病都源于同一个原因。
ἀνάγκη γὰρ τουτέους ταλαιπώρους τε γενέσθαι καὶ φιλοπόνους τῷ σώματι καὶ ἐργάτας νεηνίσκους ἐόντας, ἔπειτα δὲ ἐξανεθέντας τῶν πόνων σαρκωθῆναι μαλθακῇ σαρκὶ καὶ πουλὺ διαφερούσῃ τῆς προτέρης, καὶ πολλὸν διακεκριμένον ἔχειν τὸ σῶμα τό τε προϋπάρχον καὶ τὸ ἐπιτραφὲν, ὥστε μὴ ὁμονοεῖν.
因为这些人年轻时必然是身体劳苦、勤奋工作并从事体力劳动的,随后他们从劳苦中解脱出来,长出了柔软且与以前大不相同的肌肉,并且他们身体中原有的部分与后来滋养的部分大相径庭,以至于不能和谐一致。
Ὁκόταν οὖν νόσημά τι καταλάβῃ τοὺς οὕτω διακειμένους, τὸ μὲν παραχρῆμα διαφεύγουσιν, ὕστερον δὲ μετὰ τὴν νοῦσον χρόνῳ τήκεται τὸ σῶμα, καὶ διαῤῥέει διὰ τῶν φλεβῶν, ᾗ ἂν εὐρυχωρίης μάλιστα τύχῃ, ἰχωροειδές·
因此,当任何疾病侵袭这些处于这种状态的人时,他们目前能够避开,但随后在病后,随着时间的推移,身体开始消耗,并像浆液一样通过血管中空间最大的地方流出。
ἢν μὲν οὖν ὁρμήσῃ ἐς τὴν κοιλίην τὴν κάτω, σχεδόν τι οἷόν περ ἐν τῷ σώματι ἂν ἐνέῃ τοιοῦτον καὶ τὸ διαχώρημα γίνεται· ἅ τε γὰρ τῆς ὁδοῦ κατάντεος ἐούσης, οὐχ ἵσταται πολλὸν χρόνον ἐν τῷ ἐντέρῳ.
因此,如果它涌向下腹,排泄物就变得几乎与体内存在的物质相同;因为由于通道是向下的,它不会在肠道内停留很长时间。
Ὁκόσοισι δ’ ἂν ἐς τὸ στῆθος ἐσρυῇ, ὑπόπυοι γίνονται· ἅτε γὰρ τῆς καθάρσιος ἀνάντεος ἐούσης, καὶ χρόνον ἐναυλιζόμενον πουλὺν ἐν τῷ στήθει, κατασήπεται καὶ γίνεται πυοειδές.
但对于那些流入胸部的人,他们会产生脓胸;因为排出的通道是向上的,且在胸部停留时间很长,它就会腐烂并变得像脓液。
Ὁκόσοισι δ’ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται, ὑπὸ τῆς θερμότητος τοῦ χωρίου τοῦτο καὶ θερμὸν καὶ λευκὸν γίνεται, καὶ διακρίνεται· καὶ τὸ μὲν ἀραιότατον ἐφίσταται ἄνω, τὸ δὲ παχύτατον κάτω, ὃ δὴ πῦον καλέεται.
但对于那些排入膀胱的人,由于该部位的温热,这物质变得既温热又呈白色,并且发生分离;最稀薄的部分浮在上面,最粘稠的部分沉在下面,这就被称为脓。
Γίνονται δὲ καὶ οἱ λίθοι τοῖσι παιδίοισι διὰ τὴν θερμότητα τοῦ χωρίου τε τουτέου καὶ τοῦ ὅλου σώματος, τοῖσι δὲ ἀνδράσιν οὐ γίνονται λίθοι διὰ τὴν ψυχρότητα τοῦ σώματος.
儿童也会形成结石则是由于该部位以及全身的温热,而成年男子则因为身体寒冷而不形成结石。
Εὖ γὰρ χρὴ εἰδέναι, ὅτι ὁ ἄνθρωπος τῇ πρώτῃ τῶν ἡμερέων θερμότατός ἐστιν αὐτὸς ἑωυτοῦ, τῇ δὲ ὑστάτῃ ψυχρότατος· ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην θερμὸν εἶναι· ὁκόταν δὲ ἄρχηται μαραίνεσθαι τὸ σῶμα, καταῤῥέον πρὸς εὐπέτειαν, ψυχρότερον γίνεται·
因为必须清楚地知道,人在其日子的最初自身最热,而在其最后最冷;因为成长且强力运动的身体必然是温热的;而当身体开始衰退、顺势衰亡时,就会变得较冷。
καὶ κατὰ τοῦτον τὸν λόγον, ὁκόσον τῇ πρώτῃ τῶν ἡμερέων πλεῖστον αὔξεται ὁ ἄνθρωπος, τοσοῦτον θερμότερος γίνεται, καὶ τῇ ὑστάτῃ τῶν ἡμερέων, ὁκόσον πλεῖστον καταμαραίνεται, τοσοῦτον ἀνάγκη ψυχρότερον εἶναι.
根据这一道理,人在其日子的最初成长得最多,他就变得越热,而在其日子的最后衰亡得最多,他必然越冷。
Ὑγιέες δὲ γίγνονται αὐτόματοι οἱ οὕτω διακείμενοι, πλεῖστοι μὲν ἐν τῇ ὥρῃ, ᾗ ἂν ἄρξωνται τήκεσθαι, πεντεκαιτεσσαρακονθήμεροι· ὁκόσοι δ’ ἂν τὴν ὥρην ταύτην ὑπερβάλλωσιν, ἐνιαυτῷ αὐτόματοι ὑγιέες γίνονται, ἢν μή τι ἄλλο κακουργῆται ὥνθρωπος.
处于这种状态的人会自然痊愈,大多数人在他们开始消耗的季节中的四十五天内痊愈;而那些超过这一期限的人则在一年内自然痊愈,只要该人没有受到其他损害。
§1313. Ὁκόσα τῶν νουσημάτων ἐξ ὀλίγου γίνεται, καὶ ὁκόσων αἱ προφάσιες εὔγνωστοι, ταῦτα δὲ ἀσφαλέστατά ἐστι προαγορεύεσθαι·
13. 凡是突然发生的疾病,以及病因易于得知的疾病,这些都是最安全予以预后的。
τὴν δὲ ἴησιν χρὴ ποιέεσθαι αὐτὸν ἐναντιούμενον τῇ προφάσει τῆς νούσου· οὕτω γὰρ ἂν λύοιτο τὸ τὴν νοῦσον παρασχὸν ἐν τῷ σώματι.
而治疗应当通过对抗病因来进行;因为这样,在体内引起疾病的因素就会得到消除。