Humanitext Reader

希波克拉底 · 论人的本性 §10-11

疾病的转移与四对主血管及放血部位

第 6 段,共 8 段 · 希腊语

内容简介

第10章说明了疾病在身体强、弱器官之间转移的预后情况,第11章则详细描述了体内四对粗血管的解剖学路径以及相对应的放血治疗原则。

§1010. Ὁκόσα δὲ τῶν νουσημάτων γίνεται ἀπὸ τοῦ σώματος τῶν μελέων τοῦ ἰσχυροτάτου, ταῦτα δεινότατά ἐστιν· καὶ γὰρ ἢν αὐτοῦ μένῃ ἔνθα ἂν ἄρξηται, ἀνάγκη, τοῦ ἰσχυροτάτου τῶν μελέων πονεομένου, ἅπαν τὸ σῶμα πονέεσθαι· καὶ ἢν ἐπί τι τῶν ἀσθενεστέρων ἀφίκηται ἀπὸ τοῦ ἰσχυροτέρου, χαλεπαὶ αἱ ἀπολύσιες γίνονται.
10. 凡是源于身体最强壮器官的疾病都是最严重的;因为如果它留在其开始的同一地方,由于最强壮的器官受苦,全身也必然受苦;而如果它从较强壮的器官传到较虚弱的器官,其解脱就变得困难。
Ὁκόσα δ’ ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτώτερά ἐστιν, ὑπὸ γὰρ τῆς ἰσχύος ἀναλώσεται ῥηϊδίως τὰ ἐπιῤῥέοντα.
相反,凡是从较虚弱的器官传到较强壮器官的疾病则较易缓解,因为流入的物质很容易被其强壮的力量所消耗。
§1111. Αἱ παχύταται δὲ τῶν φλεβῶν ὧδε πεφύκασιν·
11. 最粗的血管其自然构造如下:体内共有四对。
τέσσαρα ζεύγεά ἐστιν ἐν τῷ σώματι, καὶ ἓν μὲν αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν ἐπὶ τὴν ῥάχιν ἔνθεν τε καὶ ἔνθεν παρὰ τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα, ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας διήκει.
其中第一对从脑后通过颈部,在脊椎外侧的左右两旁向下延伸至臀部并进入双腿,接着通过小腿延伸到外踝并进入双脚。
Δεῖ οὖν τὰς φλεβοτομίας τὰς ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν.
因此,对于背部和臀部的疼痛,必须在膝窝处以及外踝处进行放血。
Αἱ δ’ ἕτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένος, αἱ σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς, καὶ διὰ τῶν ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος, ἔπειτα διὰ τῶν κνημέων παρὰ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ ἐς τοὺς πόδας.
第二对血管从头部耳旁通过颈部——被称为“颈静脉”——在内侧沿着脊椎两旁,经过腰大肌通往睾丸和大腿,并通过膝窝的内侧,接着通过小腿经过内踝进入双脚。
Δεῖ οὖν τὰς φλεβοτομίας πρὸς τὰς ὀδύνας ποιέεσθαι τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν.
因此,对于腰大肌和睾丸的疼痛,必须在膝窝处以及内踝处进行放血。
Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πλεύμονα καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερὰ, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ, καὶ ἡ μὲν δεξιὴ ἀφικνέεται ἐκ τοῦ πλεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πλεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρὸν, τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἑκάτεραι.
第三对血管从太阳穴通过颈部到肩胛骨下方,然后汇合于肺部,其中一根从右侧通往左侧,另一根从左侧通往右侧;右侧的那根从肺部在乳房下方通往脾脏和肾脏,而那根从左侧通往右侧的血管则从肺部在乳房下方通往肝脏和肾脏,这两者最终都终止于直肠。
Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ τὰς κληῗδας, ἔπειτα δὲ ὑπὲρ τῶν βραχιόνων ἄνωθεν ἐς τὰς ξυγκαμπὰς, ἔπειτα δὲ διὰ τῶν πήχεων ἐπὶ τοὺς καρποὺς καὶ τοὺς δακτύλους, ἔπειτα ἀπὸ τῶν δακτύλων πάλιν διὰ τῶν στηθέων τῶν χειρῶν καὶ τῶν πήχεων ἄνω ἐς τὰς ξυγκαμπὰς, καὶ διὰ τῶν βραχιόνων τοῦ κάτωθεν μέρεος ἐς τὰς μασχάλας, καὶ ἀπὸ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ ἐς τὸ ἧπαρ, ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι.
第四对血管从头部的前面和眼睛,通过颈部和锁骨下方,然后从上方越过上臂进入肘关节弯曲处,接着通过前臂通往手腕和手指;随后又从手指通过手掌和前臂向上回到肘关节弯曲处,并通过上臂的下侧通往腋窝,再从肋骨上方,一根通往脾脏,另一根通往肝脏,接着越过腹部,两者都终止于生殖器。
Καὶ αἱ μὲν παχέαι τῶν φλεβῶν ὧδε ἔχουσιν.
粗血管的情况就是如此。
Εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίης φλέβες ἀνὰ τὸ σῶμα πάμπολλαί τε καὶ παντοῖαι, καὶ δι’ ὧν ἡ τροφὴ τῷ σώματι ἔρχεται.
此外,从腹部通往全身的血管也极多且各式样,营养正是通过它们输送到全身的。
Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχεῶν φλεβῶν ἐς τὴν κοιλίην καὶ ἐς τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἔξω καὶ ἀπὸ τῶν εἴσω, καὶ ἐς ἀλλήλας διαδιδόασιν αἵ τε εἴσωθεν ἔξω καὶ αἱ ἔξωθεν εἴσω.
它们还从粗血管输送到腹部和身体的其他部分,无论是从外侧还是从内侧,并且相互分配,内侧的通往外侧,外侧的通往内侧。
Τὰς οὖν φλεβοτομίας δεῖ ποιέεσθαι κατὰ τουτέους τοὺς λόγους· ἐπιτηδεύειν δὲ χρὴ τὰς τομὰς ὡς προσωτάτω τάμνειν ἀπὸ τῶν χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι καὶ τὸ αἷμα ξυλλέγεσθαι· οὕτω γὰρ ἂν ἥ τε μεταβολὴ ἥκιστα μεγάλη γίνοιτο ἐξαπίνης, καὶ τὸ ἔθος μεταστήσαις ἂν ὥστε μηκέτι ἐς τὸ αὐτὸ χωρίον ξυλλέγεσθαι.
因此,必须按照这些原则来进行放血;应当习惯于在尽可能远离日常发生疼痛和血液聚集的部位进行切口;因为这样,急剧的大变化才会降到最低,而且你可以改变这种习惯,使血液不再聚集在同一个地方。

词汇与语法注释

  1. §10τοῦ ἰσχυροτάτου τῶν μελέων πονεομένου — 属格独立结构。伴随动词 `πονέομαι`(“受苦、疼痛”)的现在分词,在此处表示原因,意为“因为最强壮的器官受苦”。
  2. §10τὰ ἐπιῤῥέοντα — 动词 `ἐπιῤῥέω`(“流入”)现在分词中性复数带冠词的名词性用法。指流入特定部位、导致疾病的体液或病原物质。
  3. §11μεμαθήκωσι γίνεσθαι — 动词 `μανθάνω` 的现在完成活性虚拟式 `μεμαθήκωσι`(因带 `ἔνθα ἄν` 的条件关系从句而使用虚拟式)后接不定词 `γίνεσθαι` 的结构。此惯用法表示习惯,意为“习惯于发生”或“经常发生”。

引用这一段

希波克拉底, 论人的本性 §10-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg019.humanitext-grc1:10-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。