§77. Τοῖσι μὲν οὖν τῇ τύχῃ τὴν ὑγιείην προστιθεῖσι, τῆς δὲ τέχνης ἀφαιρέουσι, τοιαῦτ’ ἄν τις λέγοι·
7. それゆえ、健康を偶然に帰し、技術からそれを奪い去る者たちに対しては、このように言えるであろう。
τοὺς δ’ ἐν τῇσι τῶν ἀποθνησκόντων ξυμφορῇσι τὴν τέχνην ἀφανίζοντας θαυμάζω, ὅτεῳ ἐπαιρεόμενοι ἀξιοχρέῳ λόγῳ τὴν μὲν τῶν ἀποθνησκόντων ἀκρησίην οὐκ αἰτίην καθιστᾶσι, τὴν δὲ τῶν τὴν ἰητρικὴν μελετησάντων ξύνεσιν αἰτίην·
しかし、死者の不幸において技術を無効にする者たちについては私は驚かざるを得ない。 いかなる信頼に足る議論に促されて、彼らは死者の節制のなさを原因とせず、医術を修めた者たちの理解力を原因とするのだろうか。
ὡς τοῖσι μὲν ἰητροῖσιν ἔνεστι τὰ μὴ δέοντα ἐπιτάξαι, τοῖσι δὲ νοσέουσιν οὐκ ἔνεστι τὰ προσταχθέντα παραβῆναι.
まるで、医師たちには不適切なことを命じることがあり得るが、病者たちには命じられたことに違反することがあり得ないかのように。
Καὶ μὴν πολύ γε εὐλογώτερον τοῖσι κάμνουσιν ἀδυνατέειν τὰ προστασσόμενα ὑπουργέειν, ἢ τοῖσιν ἰητροῖσι τὰ μὴ δέοντα ἐπιτάσσειν·
しかし実際、病んでいる者たちが命じられたことを実行できないことの方が、医師たちが不適切なことを命じることよりも、はるかに理にかなっている。
οἱ μὲν γὰρ ὑγιαινούσῃ γνώμῃ μεθ’ ὑγιαίνοντος σώματος ἐγχειρέουσι, λογισάμενοι τά τε παρεόντα, τῶν τε παροιχομένων τὰ ὁμοίως διατεθέντα τοῖσι παρεοῦσιν, ὥστε ποτὲ θεραπευθέντα εἰπεῖν, ὅτι ἀπήλλαξαν·
なぜなら、前者(医師たち)は健康な体とともに健康な精神をもって着手し、現在の状況と、過去の病気のうちで現在の状況と同様の状態にあったものとを熟考し、それゆえかつて治療された患者が「彼ら(医師たち)が病から解放してくれた」と言えるようにするからである。
οἱ δὲ οὔτε ἃ κάμνουσιν, οὔτε δι’ ἃ κάμνουσιν, οὔθ’ ὅ τι ἐκ τῶν παρεόντων ἔσται, οὔθ’ ὅ τι ἐκ τῶν τουτέοισιν ὁμοίων γίνεται, εἰδότες, ἐπιτάσσονται, ἀλγέοντες μὲν ἐν τῷ παρεόντι, φοβεύμενοι δὲ τὸ μέλλον, καὶ πλήρεες μὲν τῆς νούσου, κενεοὶ δὲ σιτίων, ἐθέλοντες τὰ πρὸς τὴν νοῦσον ἡδέα μᾶλλον, ἢ τὰ πρὸς τὴν ὑγιείην προσδέχεσθαι, οὐκ ἀποθανεῖν ἐρῶντες, ἀλλὰ καρτερεῖν ἀδυνατέοντες.
しかし後者(患者たち)は、自分が何の病気にかかっているのかも、なぜ病気になっているのかも、現在の状態から何が生じるのかも、これらと同様の病気から何が生じるのかも知らずに、指示を受ける。 彼らは現在において苦痛を感じ、未来を恐れ、病気に満ちて食事は空っぽであり、健康に役立つものよりも病気にとって快いものを受け入れることを望んでおり、死ぬことを望んでいるわけではないが、耐えることができないのである。
Οὕτω δὲ διακειμένους, πότερον εἰκὸς τούτους τὰ ὑπὸ τῶν ἰητρῶν ἐπιτασσόμενα [μὴ] ποιέειν, ἢ ἄλλα ποιέειν, ἃ οὐκ ἐπετάχθησαν, ἢ τοὺς ἰητροὺς τοὺς ἐκείνως διακειμένους, ὡς ὁ πρόσθεν λόγος ἡρμήνευσεν, ἐπιτάσσειν τὰ μὴ δέοντα;
このように置かれている彼らが、医師たちによって命じられたことを実行しないか、あるいは命じられていない他のことを実行するのが自然だろうか。 それとも、前述の議論が説明したような状態にある医師たちが、不適切なことを命じるのが自然だろうか。
ἆρ’ οὐ πολὺ μᾶλλον, τοὺς μὲν δεόντως ἐπιτάσσειν, τοὺς δὲ εἰκότως ἀδυνατέειν πείθεσθαι, μὴ πειθομένους δὲ περιπίπτειν τοῖσι θανάτοισιν, ὧν οἱ μὴ ὀρθῶς λογιζόμενοι τὰς αἰτίας τοῖς οὐδὲν αἰτίοις ἀνατιθέασι, τοὺς αἰτίους ἐλευθεροῦντες;
むしろ、一方(医師たち)は適切に命令し、他方(患者たち)は当然ながら従うことができず、従わないことによって死に至り、正しく考えない者たちがその原因を全く原因のない者たちに帰し、本当の原因のある者たちを免責している、ということの方がはるかにありそうなことではないか。
§88. Εἰσὶ δέ τινες οἳ καὶ διὰ τοὺς μὴ ἐθέλοντας ἐγχειρέειν τοῖσι κεκρατημένοισιν ὑπὸ τῶν νουσημάτων μέμφονται τὴν ἰητρικὴν, λέγοντες ὡς ταῦτα μὲν καὶ αὐτὰ ὑφ’ ἑαυτῶν ἂν ἐξυγιάζοιτο, ἃ ἐγχειρέουσιν ἰῆσθαι, ἃ δ’ ἐπικουρίης δεῖται, οὐχ ἅπτονται, δεῖν δὲ, εἴπερ ἦν ἡ τέχνη, πάνθ’ ὁμοίως ἰῆσθαι.
8. また、病気によって圧倒されている者たちに手を下そうとしないことを理由に、医術を非難する人々もいる。 彼らの言い分では、彼らが治療しようとするものは、治療しなくても自ずと治るものであり、一方で本当に助けを必要とするものには手をつけない。 そして、もし技術が存在するならば、すべてを同様に治すべきだ、というのである。
Οἱ μὲν οὖν ταῦτα λέγοντες, εἰ ἐμέμφοντο τοῖς ἰητροῖς, ὅτι αὐτέων τοιαῦτα λεγόντων οὐκ ἐπιμελοῦνται ὡς παραφρονεύντων, εἰκότως ἂν ἐμέμφοντο μᾶλλον ἢ ἐκεῖνα μεμφόμενοι·
それゆえ、このようなことを言う者たちが、もし医師たちを非難するとして、そのようなことを言う自分たちを精神を病んだ者として医師たちが相手にしないという理由で非難するならば、あの事柄を非難するよりも、はるかに道理にかなっているであろう。
εἰ γάρ τις ἢ τέχνην, ἐς ἃ μὴ τέχνη, ἢ φύσιν, ἐς ἃ μὴ φύσις πέφυκεν, ἀξιώσειε δύνασθαι, ἀγνοεῖ ἄγνοιαν ἁρμόζουσαν μανίῃ μᾶλλον ἢ ἀμαθίῃ.
というのも、もし誰かが、技術が及ばないことに対して技術が力を持ち得る、あるいは自然が及び得ないことに対して自然が力を持ち得ると要求するなら、その人は無知というよりはむしろ狂気にふさわしい無知をさらしているからである。
Ὧν γάρ ἐστιν ἡμῖν τοῖσί τε τῶν φυσίων τοῖσι τε τῶν τεχνέων ὀργάνοις ἐπικρατέειν, τουτέων ἐστὶν ἡμῖν δημιουργοῖς εἶναι, ἄλλων δὲ οὔκ ἐστιν.
なぜなら、私たちが自然の道具、あるいは技術の道具によって克服できる事柄においてのみ、私たちは専門家たり得るのであり、それ以外の事柄においてはそうではないからである。
Ὅταν οὖν τι πάθῃ ἄνθρωπος κακὸν ὃ κρέσσον ἐστὶ τῶν ἐν ἰητρικῇ ὀργάνων, οὐδὲ προσδοκᾶσθαι τοῦτό που δεῖ ὑπὸ ἰητρικῆς κρατηθῆναι ἄν·
したがって、人間が医術における道具よりも強力な悪を被ったとき、それが医術によって克服されうると期待されるべきではない。
αὐτίκα γὰρ τῶν ἐν ἰητρικῇ καιόντων τὸ πῦρ ἐσχάτως καίει, τουτέου δὲ ἧσσον καὶ ἄλλα πολλά·
たとえば、医術において焼灼を行うもののうち、火は最も強力に焼き、他の多くのものはそれよりも弱く焼く。
τῶν μὲν οὖν ἡσσόνων τὰ κρέσσω οὔπω δηλονότι ἀνίητα·
それゆえ、より弱い手段を上回る病気は、まだ治療不可能とは限らないことは明らかである。
τῶν δὲ κρατίστων τὰ κρέσσω πῶς οὐ δηλονότι ἀνίητα;
しかし、最も強力な手段を上回る病気は、どうして治療不可能ではないと言えようか。
ἃ γὰρ πῦρ οὐ δημιουργέει, πῶς οὐ τὰ τούτῳ μὴ ἁλισκόμενα δηλονότι ἄλλης δεῖται τέχνης, καὶ οὐ ταύτης, ἧς ἔνι τὸ πῦρ. ὄργανον;
なぜなら、火が作り出せないもの、それによって捉えられないものは、明らかに別の技術を必要とし、火が道具として含まれているこの技術を必要としないのは、どうしてではないと言えようか。
ωὑτὸς δέ μοι λόγος καὶ ὑπὲρ τῶν ἄλλων, ὅσα τῇ ἰητρικῇ ξυνεργέει, ὧν ἁπάντων φημὶ δεῖν ἑκάστου μὴ κατατυχόντα τὸν ἰητρὸν τὴν δύναμιν αἰτιᾶσθαι τοῦ πάθεος, μὴ τὴν τέχνην.
これと同じ議論が、医術に協力する他のすべての手段についても私には当てはまる。 それらのどれ一つとして成功しなかったとき、医師は病気の力を非難すべきであり、技術を非難すべきではない、と私は主張する。
Οἱ μὲν οὖν μεμφόμενοι τοῖσι κεκρατημένοισι μὴ ἐγχειρέοντας παρακελεύονται καὶ ὧν μὴ προσήκει ἅπτεσθαι οὐδὲν ἧσσον ἢ ὧν προσήκει·
したがって、病気に圧倒された者たちに手を下さないことを非難する人々は、手を下すべきでない者たちに対しても、手を下すべき者たちに対しても、劣らず治療を試みるよう勧告しているのである。
παρακελευόμενοι δὲ ταῦτα, ὑπὸ μὲν τῶν οὐνόματι ἰητρῶν θαυμάζονται, ὑπὸ δὲ τῶν καὶ τέχνῃ καταγελῶνται.
そして、このようなことを勧告することによって、彼らは名ばかりの医師たちからは称賛されるが、真に技術を持つ者たちからは物笑いにされるのである。
Οὐ μὴν οὕτως ἀφρόνων οἱ ταύτης τῆς δημιουργίης ἔμπειροι οὔτε μωμητῶν οὔτ’ ἐπαινετῶν δέονται·
もっとも、この専門知識に熟達した者たちは、そのような愚かな非難者や称賛者を必要としない。
ἀλλὰ λελογισμένων πρὸς ὅ τι αἱ ἐργασίαι τῶν δημιουργῶν τελευτώμεναι πλήρεις εἰσὶ, καὶ ὅτευ ὑπολειπόμεναι ἐνδεεῖς, ἔτι τε τῶν ἐνδειῶν, ἅς τε τοῖς δημιουργοῦσιν ἀναθετέον, ἅς τε τοῖσι δημιουργεομένοισιν.
そうではなく、彼らは、専門家の作業が完遂されたときに何において十分であり、何に及ばないときに不十分であるか、さらにはその不十分さのうち、どれを専門家のせいにすべきであり、どれを制作される対象のせいにすべきかを熟考した人々を必要とするのである。