§22. Παχύτητι δὲ καὶ λεπτότητι, ξυμπάσης τῆς κεφαλῆς τὸ ὀστέον λεπτότατόν ἐστιν καὶ ἀσθενέστατον τὸ κατὰ βρέγμα, καὶ σάρκα ὀλιγίστην καὶ λεπτοτάτην ἔχει ἐφ᾿ ἑωυτέῳ ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον, καὶ ὁ ἐγκέφαλος κατὰ τοῦτο τῆς κεφαλῆς πλεῖστος ὕπεστιν.
2. 厚さと薄さについて言えば、頭全体の骨の中で、頭頂部の骨が最も薄く最も弱い。 そして頭のこの部分の骨は、その上に乗っている肉が最も少なく最も薄い。 また、脳はこの頭の部分の下に最も多く存在している。
Καὶ δὴ, ὅτι οὕτω ταῦτα ἔχει, τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων τε ἐόντων κατὰ μεγέθος, καὶ ἐλασσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, τὸ ὀστέον ταύτῃ τῆς κεφαλῆς φλᾶταί τε μᾶλλον καὶ ῥήγνυται, καὶ ἔσω ἐσφλᾶται, καὶ θανασιμώτερά ἐστι καὶ χαλεπώτερα ἰητρεύεσθαί τε καὶ ἐκφυγγάνειν τὸν θάνατον ταύτῃ ἤπου ἄλλοθι τῆς κεφαλῆς·
そして実に、これらのことがこのようになっているため、傷や飛び道具が、大きさが同じであっても、あるいはより小さくても、また同様に傷つけられた場合でも、あるいはより軽度であっても、頭のこの部分の骨はより押し潰されやすく、裂けやすく、内側に陥没しやすく、またこの部分では、頭の他のどの部分と比べても、死に至りやすく、治療することや死を免れることがより困難である。
ἐξίσων τε ἐόντων τῶν τρωμάτων καὶ ἡσσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, ἀποθνήσκει ὁ ἄνθρωπος, ὁταν καὶ ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ἐν ἐλάσσονι χρόνῳ ὁ ταύτῃ ἔχων τὸ τρῶμα τῆς κεφαλῆς, ἤπου ἄλλοθι.
傷が同じであったり、より軽度であったり、同様に傷つけられたり、より軽度であったりしても、もしその傷からいずれにせよ死ぬことになっているならば、頭のこの部分に傷を負った人は、他のどこよりも短い時間で死亡する。
Ὁ γὰρ ἐγκέφαλος τάχιστά τε καὶ μάλιστα κατὰ τὸ βρέγμα αἰσθάνεται τῶν κακῶν τῶν γιγνομένων ἔν τε τῇ σαρκὶ καὶ τῷ ὀστέῳ·
なぜなら、脳は、肉や骨に生じた害を、頭頂部において最も早く、かつ最も強く感知するからである。
ὑπὸ λεπτοτάτῳ γὰρ ὀστέῳ ἐστὶ ταύτῃ ὁ ἐγκέφαλος καὶ ὀλιγίστῃ σαρκὶ, καὶ ὁ πλεῖστος ἐγκέφαλος ὑπὸ τῷ βρέγματι κεῖται.
というのも、この部分では脳は最も薄い骨と最も少ない肉の下にあり、また最も多くの脳が頭頂部の下に位置しているからである。
Τῶν δὲ ἄλλων τὸ κατὰ τοὺς κροτάφους ἀσθενέστατόν ἐστιν·
他の部分については、こめかみの部分が最も弱い。
ξυμβολή τε γὰρ τῆς κάτω γνάθου πρὸς τὸ κρανίον, καὶ κίνησις ἔνεστιν ἐν τῷ κροτάφῳ ἄνω καὶ κάτω ὥσπερ ἄρθρου·
なぜなら、そこには下顎の頭蓋骨への結合があり、こめかみには関節のように上下の運動があるからである。
καὶ ἡ ἀκοὴ πλησίον γίγνεται αὐτέου, καὶ φλὲψ διὰ τοῦ κροτάφου τέταται κοίλη τε καὶ ἰσχυρή.
また、聴覚(器官)がその近くにあり、中空で強力な血管がこめかみを通って伸びているからである。
Ἰσχυρότερον δ᾿ ἐστὶ τῆς κεφαλῆς τὸ ὀστέον ἅπαν τὸ ὄπισθεν τῆς κορυφῆς καὶ τῶν οὐάτων, ἢ ἅπαν τὸ πρόσθεν, καὶ σάρκα πλέονα καὶ βαθυτέρην ἐφ᾿ ἑωυτέῳ ἔχει τοῦτο τὸ ὀστέον.
一方、頭頂および両耳の後ろの骨はすべて、前部全体よりも頑丈であり、この骨はそれ自体のうえに、より多く、より厚い肉を有している。
Καὶ δὴ, τουτέων οὕτως ἐχόντων ὑπὸ τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων ἐόντων καὶ ὁμοίων, καὶ μεζόνων, καὶ ὁμοίως τιτρωσκόμενος καὶ μᾶλλον, ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον ἧσσον ῥήγνυται καὶ φλᾶται ἔσω·
そして実に、これらの事情がこのようであるため、同じで同様の、あるいはより大きな傷や飛び道具によって、同様に傷つけられたり、よりひどく傷つけられたりしても、頭のこの部分の骨は、裂けたり内側に陥没したりすることがより少ない。
κἢν μέλλῃ ὥνθρωπος ἀποθνήσκειν καὶ ἄλλως ἐκ τοῦ τρώματος, ἐν τῷ ὄπισθεν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα, ἐν πλέονι χρόνῳ ἀποθανεῖται·
また、たとえその人がその傷からいずれにせよ死ぬことになっているとしても、頭の後部に傷を負っているならば、より長い時間をかけて死ぬことになるだろう。
ἐν πλέονι γὰρ χρόνῳ τὸ ὀστέον ἐμπυΐσκεταί τε καὶ διαπυΐσκεται κάτω ἐπὶ τὸν ἐγκέφαλον διὰ τὴν παχύτητα τοῦ ὀστέου, καὶ ἐλάσσων ταύτῃ τῆς κεφαλῆς ὁ ἐγκέφαλος ὕπεστι, καὶ πλέονες ἐκφυγγάνουσι τὸν θάνατον τῶν ὄπισθεν τιτρωσκομένων τῆς κεφαλῆς ὡς ἐπιτοπολὺ, ἢ τῶν ἔμπροσθεν.
なぜなら、骨の厚さのために、骨が化膿し、脳の方へと下向きに膿が浸透するのに、より長い時間がかかるからであり、また頭のこの部分の下にある脳はより少ないからである。 そして、一般に、頭の後部を傷つけられた人々は、前部を傷つけられた人々よりも多くが死を免れる。
Καὶ ἐν χειμῶνι πλέονα χρόνον ζῇ ὥνθρωπος ἢ ἐν θέρει, ὅστις καὶ ἄλλως μέλλει ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁκουοῦν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα.
また、冬には、傷からいずれにせよ死ぬことになっている人は、頭のどこに傷を負っていようとも、夏よりも長い時間生きながらえる。
§33. Αἱ δὲ ἕδραι τῶν βελέων τῶν ὀξέων καὶ κουφοτέρων, αὐταὶ ἐπὶ σφῶν αὐτέων γινόμεναι ἐν τῷ ὀστέῳ, ἄνευ ῥωγμῆς τε καὶ φλάσιος, ἢ ἔσω ἐσφλάσιος (αὗται δὲ γίνονται ὁμοίως ἔν τε τῷ ἔμπροσθεν τῆς κεφαλῆς, καὶ ἐν τῷ ὄπισθεν), ἐκ τουτέων ὁ θάνατος οὐ γίνεται κατά γε δίκην, οὐδ᾿ ἢν γένηται.
3. 鋭く、かつより軽い飛び道具の痕が、それ自体単独で骨に生じた場合、すなわち、亀裂も押し潰しも内側への陥没も伴わない場合には(これらは頭の前部でも後部でも同様に生じるが)、これらから死が生じることは、通常は(道理としては)なく、たとえ生じるとしても(それ自体のせいではない)。
Ῥαφὴ δὲ ἐν ἕλκει φανεῖσα, ὀστέου ψιλωθέντος, πανταχοῦ τῆς κεφαλῆς τοῦ ἕλκεος γενομένου, ἀσθενέστατον γίγνεται τῇ τρώσει καὶ τῷ βέλει ἀντέχειν, εἰ τύχοι τὸ βέλος ἐς αὐτὴν τὴν ῥαφὴν στηριχθέν·
しかし、傷口の中に縫合線が見えている場合で、骨が露出しており、その傷が頭のどこに生じたものであっても、もし飛び道具がその縫合線そのものに命中して留まったならば、その縫合線は傷や飛び道具に抵抗する上で最も弱い部分となる。
πάντων δὲ μάλιστα ἐν τῷ βρέγματι γενόμενον κατὰ τὸ ἀσθενέστατον τῆς κεφαλῆς, καὶ αἱ ῥαφαὶ εἰ τύχοιεν ἐοῦσαι περὶ τὸ ἕλκος, καὶ τὸ βέλος αὐτέων τύχοι τῶν ῥαφῶν.
とりわけ、それが頭の最も弱い部分である頭頂部に生じ、傷の周囲に縫合線が存在し、飛び道具がそれらの縫合線に命中した場合には、すべてのうちで最も(危険)である。