§2020. Ὅταν δ᾿ ἐπὶ τρώματι ἐν κεφαλῇ ἀνθρώπου ἢ πεπριωμένου ἢ ἀπριώτου, ἐψιλωμένου δὲ τοῦ ὀστέου, οἴδημα ἐπιγένηται ἐρυθρὸν καὶ ἐρυσιπελατῶδες ἐν τῷ προσώπῳ, καὶ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἀμφοτέροισιν, ἢ τῷ ἑτέρῳ, καὶ, εἴ τις ἅπτοιτο τοῦ οἰδήματος, ὀδυνῷτο, καὶ πυρετὸς ἐπιλαμβάνοι καὶ ῥῖγος, τὸ δὲ ἕλκος αὐτό τε ἀπὸ τῆς σαρκὸς καλῶς ἔχοι ἰδέσθαι, καὶ τἀπὸ τοῦ ὀστέου, καὶ τὰ περιέχοντα τὸ ἕλκος ἔχοι καλῶς, πλὴν τοῦ οἰδήματος τοῦ ἐν τῷ προσῴπῳ, καὶ ἄλλην ἁμαρτάδα μηδεμίαν ἔχοι τὸ οἴδημα τῆς ἄλλης διαίτης, τούτου χρὴ τὴν κάτω κοιλίην ὑποκαθῆραι φαρμάκῳ, ὅ τι χολὴν ἄγει·
20. 一方、人の頭部の傷において、骨が鋸で挽かれているかいないかにかかわらず、骨が剥き出しになっており、顔面や、両目あるいは片目に赤く丹毒のような腫れが生じ、その腫れに触れると痛みを覚え、発熱と悪寒が襲うとき、もし傷口自体が肉の側からも骨の側からも見たところ良好な状態であり、傷の周囲も良好な状態であるにもかかわらず、顔面の腫れだけが例外であり、かつその腫れに他の養生によるいかなる誤りも伴っていないならば、この患者の下腹部を、胆汁を排出する薬で下さねばならない。
καὶ οὕτω καθαρθέντος, ὅ τε πυρετὸς ἀφίησι, καὶ τὸ οἴδημα καθίσταται, καὶ ὑγιὴς γίνεται.
そして、このようにして排泄が行われれば、熱は引き、腫れは引き、健康になる。
Τὸ δὲ φάρμακον χρὴ διδόναι πρὸς τὴν δύναμιν τοῦ ἀνθρώπου ὁρῶν, ὡς ἂν ἔχῃ ἰσχύος.
薬は、患者の体力を見極め、どれほどの強さがあるかに応じて与えねばならない。
§2121. Περὶ δὲ πρίσιος, ὅταν καταλάβῃ ἀνάγκη πρίσαι ἄνθρωπον, ὧδε γινώσκειν·
21. 鋸で挽くことについて、人を鋸で挽く必要が生じたときには、次のように判断せよ。
ἢν ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα πρίῃς, οὐ χρὴ ἐκπρίειν τὸ ὀστέον πρὸς τὴν μήνιγγα αὐτίκα·
もし最初から治療を引き受けて鋸で挽くならば、すぐに骨を硬膜に達するまで挽き切ってはならない。
οὐ γὰρ συμφέρει τὴν μήνιγγα ψιλὴν εἶναι τοῦ ὀστέου ἐπὶ πουλὺν χρόνον κακοπαθοῦσαν, ἀλλὰ τελευτῶσά πη καὶ διεμύδησεν.
なぜなら、硬膜が長期間にわたって骨から剥き出しのまま害を被ることは有益ではなく、最後にはどうにかして腐食してしまうからである。
Ἔστι δὲ καὶ ἕτερος κίνδυνος, ἢν αὐτίκα ἀφαιρέῃς πρὸς τὴν μήνιγγα ἐκπρίσας τὸ ὀστέον, τρῶσαι ἐν τῷ ἔργῳ τῷ πρίονι τὴν μήνιγγα.
また、すぐに硬膜に達するまで骨を挽き切って取り除くならば、作業中に鋸で硬膜を傷つけるという、もう一つの危険もある。
Ἀλλὰ χρὴ πρίοντα, ἐπειδὰν ὀλίγον πάνυ δέῃ διαπεπρίσθαι, καὶ ἤδη κινέηται τὸ ὀστέον, παύσασθαι πρίοντα, καὶ ἐᾷν ἐπὶ τὸ αὐτόματον ἀποστῆναι τὸ ὀστέον.
そうではなく、鋸で挽く際には、あとほんの少しで挽き切れるところまで達し、骨がすでに動くようになったならば、鋸で挽くのをやめ、自然に骨が剥離するのを待たねばならない。
Ἐν γὰρ τῷ διαπριωτῷ δστέῳ καὶ ἐπιλελειμμένῳ τῆς πρίσιος οὐκ ἂν ἐπιγένοιτο κακὸν οὐδέν·
なぜなら、鋸で挽かれたものの、挽き切られずに残された骨においては、いかなる害も生じないからである。
λεπτὸν γὰρ τὸ λειπόμενον ἤδη γίνεται.
残された部分はすでに薄くなっているからである。
Τὰ δὲ λοιπὰ ἰῆσθαι χρὴ, ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ.
その後の治療は、傷口にとって有益と思われるように行うべきである。
Πρίοντα δὲ χρὴ πυκινὰ ἐξαιρέειν τὸν πρίονα τῆς θερμασίης εἵνεκα τοῦ ὀστέου, καὶ ὕδατι ψυχρῷ ἐναποβάπτειν.
また、鋸で挽く際には、骨の過熱を防ぐために、頻繁に鋸を取り出して冷水に浸さねばならない。
Θερμαινόμενος γὰρ ὑπὸ τῆς περιόδου ὁ πρίων, καὶ τὸ ὀστέον ἐκθερμαίνων καὶ ἀναξηραίνων, κατακαίει, καὶ μεῖζον ποιέει ἀφίστασθαι τὸ ὀστέον τὸ περιέχον τὴν πρίσιν, ἢ ὅσον μέλλει ἀφίστασθαι.
なぜなら、回転によって熱せられた鋸は、骨を過熱させ乾燥させて焼き焦がし、鋸で挽いた周囲の骨を、本来剥離するはずの量よりも多く剥離させてしまうからである。
Καὶ ἢν αὐτίκα βούλῃ ἐκπρίσαι τὸ πρὸς τὴν μήνιγγα, ἔπειτα ἀφελέειν τὸ ὀστέον, ὡσαύτως χρὴ πυκινά τε ἐξαιρέειν τὸν πρίονα, καὶ ἐναποβάπτειν τῷ ὕδατι τῷ ψυχρῷ.
また、もしすぐに硬膜に達するまで挽き切り、その上で骨を取り除きたい場合にも、同様に頻繁に鋸を取り出して冷水に浸さねばならない。
Ἢν δὲ μὴ ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα, ἀλλὰ παρ᾿ ἄλλου παραδέχῃ ὐστερίζων τῆς ἰήσιος, πρίονι χρὴ χαρακτῷ ἐκπρίειν μὲν αὐτίκα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, θαμινὰ δὲ ἐξαιρεῦντα τὸν πρίονα σκοπεῖσθαι καὶ ἄλλως καὶ τῇ μήλῃ πέριξ κατὰ τὴν ὁδὸν τοῦ πρίονος.
しかし、最初から治療を引き受けるのではなく、他者から引き継いで治療に遅れて加わる場合には、目のある(ぎざぎざの)鋸を用いて、すぐに骨を硬膜に達するまで挽き切らねばならず、頻繁に鋸を取り出して、他の方法でも、また探針を用いても、鋸の通り道に沿って周囲を観察せよ。
Καὶ γὰρ πουλὺ θᾶσσον διαπρίεται τὸ ὀστέον, ἢν ὑπόπυόν τε ἐήν ἤδη καὶ διάπυον πρίῃς, καὶ πολλάκις τυγχάνει ἐπιπόλαιον ἐὸν τὸ ὀστέον, ἄλλως τε καὶ ἢν ταύτῃ τῆς κεφαλῆς ᾖ τὸ τρῶμα, ᾗ τυγχάνει λεπτότερον ἐὸν τὸ ὀστέον ἢ παχύτερον.
なぜなら、すでに化膿し、膿が満ちているときに鋸で挽くならば、骨ははるかに早く挽き切れるからであり、また往々にして、特に骨が厚いというよりは薄い部位の頭部に傷がある場合には、骨が浅いところにあるからである。
Ἀλλὰ φυλάσσεσθαι χρὴ, ὡς μὴ λάθῃς προσβαλὼν τὸν πρίονα, ἀλλ᾿ ὅπη δοκέῃ παχύτατον εἶναι τὸ ὀστέον, ἐς τοῦτο αἰεὶ ἐνστηρίζειν τὸν πρίονα, θαμινὰ σκοπούμενος, καὶ πειρᾶσθαι ἀνακινέων τὸ ὀστέον ἀναβάλλειν, ἀφελὼν δὲ, τὰ λοιπὰ ἰητρεύειν ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ.
しかし、誤って鋸を[硬膜に]押し当ててしまわないよう用心せねばならず、骨が最も厚いと思われる場所に常に鋸を固定し、頻繁に観察し、骨を揺らしながら取り除くよう努めねばならない。 取り除いた後は、傷口にとって有益と思われるようにその後の治療を行え。
Καὶ ἢν, ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα, αὐτίκα βούλῃ ἐκπρίσας τὸ ὀστέον ἀφελεῖν ἀπὸ τῆς μήνιγγος, ὡσαύτως χρὴ πυκινά τε σκοπεῖσθαι τῇ μήλῃ τὴν περίοδον τοῦ πρίονος, καὶ ἐς τὸ παχύτατον ἀεὶ τοῦ ὀστέου τὸν πρίονα ἐνστηρίζειν, καὶ ἀνακινέων βούλεσθαι ἀφελέειν τὸ ὀστέον.
また、最初から治療を引き受けて、すぐに骨を挽き切って硬膜から取り除きたい場合にも、同様に頻繁に探針で鋸の通り道を確認し、常に骨の最も厚い部分に鋸を固定し、揺らしながら骨を取り除くようにせよ。
Ἢν δὲ τρυπάνῳ χρῇ, πρὸς δὲ τὴν μήνιγγα μὴ ἀφικνέεσθαι, ἢν ἐξ ἀρχῆς λαμβάνων τὸ ἴημα τρυπᾷς, ἀλλ᾿ ἐπιλιπεῖν τοῦ ὀστέου λεπτὸν, ὥσπερ καὶ ἐν τῇ πρίσει γέγραπται.
もし穿孔器を用いる場合、最初から治療を引き受けて穿孔するならば、硬膜に達してはならず、鋸で挽く場合について書かれているように、骨の薄い層を残さねばならない。