§1## ΠΡΟΓΝΩΣΤΙΚΟΝ
1. Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν·
【予後論】 1. 医師にとって、予後を修めることは最善であると私には思われる。
προγιγνώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ᾿ ἂν μᾶλλον γιγνώσκειν τὰ τῶν νοσεόντων πρήγματα, ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ἑωυτοὺς τῷ ἰητρῷ.
なぜなら、病人のもとで、現在の状態、過去に起こったこと、そして将来起こるであろうことをあらかじめ知り、あらかじめ告げ、さらに病人が語り落としていることをことごとく詳しく説明するならば、医師は病人の状態をよりよく理解していると信頼され、その結果、人々はあえて自分自身をその医師に委ねるようになるからである。
Τὴν δὲ θεραπείην ἄριστα ἂν ποιέοιτο, προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων.
また、現在の病状から将来起こることをあらかじめ知っていれば、治療を最も適切に行うことができるだろう。
Ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον·
すべての病人を健康にすることは不可能だからである。
τοῦτο γὰρ τοῦ προγιγνώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν·
もしそれが可能であったなら、将来どうなるかをあらかじめ知ることよりも優れていただろう。
ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν, οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ τῆς ἰσχύος τῆς νούσου, οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον, πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι·
しかし、人間は死ぬものであり、ある者は医師を呼ぶ前に病の勢いによって死に、またある者は、医師を呼んだものの直後に死亡し、ある者は一日だけ生き延び、またある者は、医師がそれぞれの病気に対してその技術をもって立ち向かう前に、わずかばかり長い時間しか生きられない。
γνῶναι οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων, ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι, καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν.
それゆえ、このような病気については、それらが身体の力をどれほど超えているか、その性質を知らねばならず、同時に、病気の中に何か神的なものが存在するかどうか、そしてこれについての予見をも十分に学ばねばならない。
Οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως, καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη·
このようにすれば、彼は正当に称賛され、優れた医師となるだろう。
καὶ γὰρ οῦς οἷόν τε περιγίγνεσθαι, τοὐτους ἔτι μᾶλλον δύναιτ᾿ ἂν ὀρθῶς διαφυλάσσειν, ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα, καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγιγνώσκων καὶ προαγορεύων ἀναίτιος ἂν εἴη.
なぜなら、生き残ることが可能な人々を、より長い時間からそれぞれについてあらかじめ考慮することによって、さらに正しく守ることができるからであり、また、死ぬ者と救われる者をあらかじめ知り、あらかじめ告げることで、非難されることがないからである。
§22. Σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νουσήμασι·
2. 急性の病気においては、次のように観察しなければならない。
πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ, εἰ αὐτὸ ἑωυτέῳ.
第一に病人の顔を、それが健康な人々の顔に似ているか、そして特に、それ自身の顔に似ているかどうか。
Οὕτω γὰρ ἂν εἴη ἄριστον, τὸ δ᾿ ἐναντιώτατον τοῦ ὁμοίου, δεινότατον.
このようにであるのが最善であり、その反対で、最も似ていない状態が最も危険である。
Εἴη δ᾿ ἂν τὸ τοιόνδε·
それは次のようなものである。
ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ καὶ ξυνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον καὶ καρφαλέον ἐόν.
尖った鼻、落ち込んだ眼、窪んだこめかみ、冷たく縮こまった耳、反り返った耳たぶ、額の皮膚は硬く、突っ張り、乾燥している。
Καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε ἢ καὶ μέλαν ἐὸν, καὶ πελιὸν, ἢ μολιβδῶδες.
そして顔全体の皮膚の色が、青白い、あるいは黒ずんでおり、鉛色、ないしは鉛のような色であること。
Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ, καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνησεν ὁ νοσέων, ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ᾖ ἰσχυρῶς, ἢ λιμῶδές τι ἔχῃ αὐτόν·
もし病気の初期に顔がこのようであり、まだ他の兆候から判断することができないならば、病人が不眠であったか、あるいは腹が激しく下っているか、あるいは飢えがあるかを重ねて問わねばならない。
κἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον νομίζειν δεινὸν εἶναι·
もしこれらのどれかを認めるならば、危険は少ないとみなすべきである。
κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ.
もしこれらの原因のために顔がこのようになっているのであれば、そうした事態は一昼夜で決着がつく。
Ἢν δὲ μηδὲν τουτέων φῇ εἶναι, μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ ἐγγὺς ἐόντα τοῦ θανάτου.
しかし、これらのいずれでもないと彼が言い、かつ前述の時間内に回復しないならば、死が近いことを知るべきである。
Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος, ἢ τριταίου ἢ τεταρταίου, τὸ πρόσωπον τοιοῦτον ᾖ, περὶ τουτέων ἐπανε ρέσθαι, περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ, τά τε ἐν τῷ σώματι, καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν.
また、病気がより長引いており、三日目あるいは四日目であって、顔がこのようであるならば、先に私が命じたことについて重ねて問い、顔全体、身体、そして両眼の中にある他の兆候を観察しなければならない。
Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν, ἢ δακρύωσιν ἀπροαιρέτως, ἢ διαστρέφωνται, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίγνηται, ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν, ἢ πελιὰ, ἢ φλέβια μέλανα ἐν ἑωυτέοισιν ἔχωσιν, ἢ λῆμαι φαίνωνται περὶ τὰς ὄψιας, ἢ καὶ ἐναιωρεύμενοι, ἢ ἐξίσχοντες, ἢ ἔγκοιλοι ἰσχυρῶς γιγνόμενοι, ἢ αἱ ὄψιες αὐχμῶσαι καὶ ἀλαμπέες, ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ, ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι.
なぜなら、もし両眼が光を避け、あるいは思わず涙を流し、あるいは歪み、あるいは一方が他方より小さくなり、あるいは白眼の部分が赤く、あるいは鉛色になり、あるいはその中に黒い血管があり、あるいは目やにが眼の周りに現れ、あるいは眼球が浮き出たり、激しく窪んだりし、あるいは視線が乾燥して輝きを失い、あるいは顔全体の色彩が変色しているならば、これらすべてを不吉であり致命的であるとみなさなければならない。
Σκοπέειν δὲ χρὴ καὶ τὰς ὁποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν·
また、睡眠中における眼の隙間も観察しなければならない。
ἢν γάρ τι ὑποφαίνηται τοῦ λευκοῦ, τῶν βλεφάρων μὴ ξυμβαλλομένων, μὴ ἐκ διαῤῥοίης ἢ φαρμακοποσίης ἐόντι, ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδειν, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες λίην.
もし、まぶたが閉じずに、白眼がいくらか見えているならば、下痢や薬の服用によるものでなく、またそのような眠り方に慣れていない病人においては、その兆候は不吉であり、極めて致命的である。
Ἢν δὲ καμπύλον γένηται, ἢ πελιὸν, ἢ ὠχρὸν βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου·
もし、まぶた、唇、あるいは鼻が歪むか、鉛色になるか、あるいは青白くなり、他の兆候のいずれかを伴っているならば、死が近いと知るべきである。
θανατῶδες δὲ καὶ χείλεα ἀπολυόμενα, καὶ κρεμάμενα, καὶ ψυχρὰ, καὶ ἔκλευκα γιγνόμενα.
唇が弛緩し、垂れ下がり、冷たくなり、ひどく白くなることもまた致命的である。