§2121. Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ·
21. 熱を伴う、激しくかつ持続する頭痛について。
ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον κάρτα.
もし死を意味する兆候のいずれかがさらに加わるならば、極めて致命的である。
Εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία·
しかし、そのような兆候なしに痛みが二十日を超え、熱が持続するならば、鼻からの出血、あるいは下部への他の何らかの転移を予期しなければならない。
ἔστ᾿ ἂν δὲ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἐκπύησιν, ἄλλως τε ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους καὶ τὸ μέτωπον ᾖ·
痛みがまだ新しい(始まったばかりの)うちは、同様に鼻からの出血、あるいは化膿を予期すべきである。 特に痛みがこめかみや額の周辺にある場合はそうである。
μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῥῆξιν τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν.
ただし、三十五歳未満の若い人々には出血を、それより高齢の人々には化膿を、より多く予期すべきである。
§2222. Ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν·
22. 持続しかつ激しい熱を伴う、耳の鋭い痛みは恐ろしい。
κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι.
なぜなら、患者が譫妄状態に陥り、死亡する危険があるからである。
Ὡς οὖν τουτέου τοῦ τόπου σφαλεροῦ ἐόντος, ταχέως δεῖ προσέχειν τὸν νόον τοῖσι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης.
それゆえ、この部位は危険なものであるから、第一日から速やかにすべての兆候に注意を払わなければならない。
Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τουτέου τοῦ νουσήματος·
この病気によって、若い人々は七日目かそれよりもさらに早く死亡するが、高齢の人々ははるかに遅い。
οἱ δὲ γέροντες πολλῷ βραδύτερον· οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται, καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι·
なぜなら、彼らには熱も譫妄もそれほど起こらず、それゆえ耳が先に化膿するからである。
ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νουσήματος ἐπιγιγνόμεναι ἀποκτείνουσι τοὺς πλείστους.
しかし、この年齢層においては、病気の再発が起こってその多くを死に至らしめる。
Οἱ δὲ νεώτεροι, πρὶν ἐκπυῆσαι τὸ οὖς, ἀπόλλυνται·
一方、若い人々は耳が化膿する前に死亡する。
πλὴν ἀλλ᾿ ἤν γε ῥυῇ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς τῷ νεωτέρῳ περιγενέσθαι, ἤν γε καὶ ἄλλο τι αὐτέῳ ἐπιγένηται χρηστὸν σημεῖον.
ただし、もし白い膿が耳から流れ出るならば、その若い人が助かる望みがある。 もっとも、他にも何か良い兆候が彼に現れるならばであるが。
§2323. Φάρυγξ δὲ ἑλκουμένη ξὺν πυρετῷ δεινόν·
23. 熱を伴って咽頭が潰瘍化するのは恐ろしい。
ἀλλ᾿ ἤν τι καὶ ἄλλο σημεῖον γένηται τῶν προκεκριμένων πονηρῶν εἶναι· , προλέγειν δεῖ ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου.
しかし、もし悪質であるとあらかじめ判定されている他の兆候のいずれかが生じるならば、その人は危険な状態にあるとあらかじめ予告しなければならない。
Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι, καὶ τάχιστα ἀναιρέουσιν, ὁκόσαι μήτε ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι, μήτε ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν·
咽頭炎のうち、最も恐ろしく、最も速やかに命を奪うのは、咽頭にも頸部にも明らかな兆候を全く示さない一方で、最大の痛みと起坐呼吸をもたらすものである。
αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι, καὶ δευτεραῖαι, καὶ τριταῖαι, καὶ τεταρταῖαι.
なぜなら、これらは発症したその日のうちにも窒息死させ、あるいは二日目、三日目、四日目にそうするからである。
Ὅσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ, καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γίγνηται.
また、他は同様の痛みをもたらすが、腫れ上がり、咽頭に紅斑を生じさせるものは、極めて致命的である。 しかし、紅斑が大きく広がるならば、前のものよりは長引く。
Ὁκόσοισι δὲ ξυνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται δὴ χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων τινὲς περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ, καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας ἔσω.
咽頭と頸部が同時に赤くなるものは、さらに長引き、それらのうちで、特に頸部と胸部が紅斑を持ち、丹毒が内部に逆流しないならば、生き延びる者もいる。
Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν ἀφανίζηται τὸ ἐρυσίπελας, μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ, μήτε πῦον ἀποβήσσῃ, ῥηϊδίως τε καὶ ἀπόνως ἔχειν δοκέῃ, θάνατον σημαίνει, ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος.
しかし、危日に丹毒が消えることもなく、外の部位に腫瘍が形成されることもなく、膿が喀出されることもないのに、患者が容易に痛みのない状態にあるように見えるならば、それは死、あるいは紅斑の逆流を意味する。
Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα ὡς μάλιστα ἔξω τρέπεσθαι·
腫れや紅斑は、できるだけ外側に向かうのがより安全である。
ἢν δὲ ἐς τὸν πλεύμονα τραπείη, παράνοιάν τε ποιέει, καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς ὡς τὰ πολλὰ γίγνονται.
もし肺に向かうならば、錯乱を引き起こし、それらの多くはたいてい化膿に至る。
Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι, ἔστ᾿ ἂν ἐρυθροί τε ἔωσι καὶ μεγάλοι·
口蓋垂は、赤く大きい間は、切除することも切開することも危険である。
καὶ γὰρ φλεγμοναὶ ἐπιγίγνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι·
なぜなら、これらには炎症と出血が伴うからである。
ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι πειρῆσθαι κατισχναίνειν ἐν τουτέῳ τῷ χρόνῳ.
したがって、この時期には他の手段によってそのような状態を和らげるように努めなければならない。
Ὁκόταν δὲ ἀποκριθῇ πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν.
しかし、人々が「ぶどう」と呼ぶ全体がはっきりと区別され、口蓋垂の先端がより大きく丸くなり、上部がより細くなったときは、この時期に手術を行うことは安全である。
Ἄμεινον δὲ καὶ τὴν κοιλίην ὑποκενώσαντα τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ, καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.
また、時間が許し、患者が窒息しかけていないならば、腹をあらかじめ下した上で外科手術を用いるのがより良い。