Humanitext Reader

ヒポクラテス · 予後 §12-14

尿と嘔吐物および痰の性状による予後判定

5 / 10 箇所 · ギリシア語

要旨

第12章から第14章にかけて、尿、嘔吐物、および痰のそれぞれの特徴と状態から、病気の今後の経過や治癒の可能性、あるいは差し迫った生命の危険を予測するための様々な指標が詳述されている。

§1212. Τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν ᾖ λευκή τε ἡ ὑπόστασις, καὶ λείη, καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ᾿ ἂν κριθῇ ἡ γοῦσος·
12. 尿については、沈殿物が白く、滑らかで、かつ病気が解決するまでの全期間を通じて均一であるものが最良である。
σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι.
なぜなら、それは安全であること、そして病気が短期間で終わることを意味するからである。
Εἰ δὲ διαλείποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέοιτο, ποτὲ δὲ ὑφίσταται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρη γίγνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής.
もし間隔があり、ある時は透明な尿が出て、ある時は白く滑らかな沈殿が生じるなら、病気は長引き、安全ではなくなる。
Εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου ὁμοίη καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίγνεται, σωτήριον δὲ κάρτα.
もし尿がやや赤っぽく、沈殿物も同様で滑らかなら、これは最初の場合より長引くが、非常に救いがある。
Κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν αἱ ὑποστάσιες, πονηραί·
尿の中の粗い粉のような沈殿物は好ましくない。
τουτέων δέ εἰσι κακίους αἱ πεταλώδεες· αἱ λευκαὶ δὲ καὶ λεπταὶ, κάρτα φλαῦραι·
これらより悪いのは鱗片状のものであり、白くて薄いものは非常に劣る。
τουτέων δ᾿ ἔτι κακίους εἰσὶν αἱ πιτυρώδεες.
これらよりさらに悪いのは糠のようなものである。
Νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι.
尿の中に漂う雲は、白いものは良いが、黒いものは劣る。
Ἔστ᾿ ἂν δὲ πυῤῥόν τε εἴη τὸ οὖρον καὶ λεπτὸν, σημαίνει τὸ νούσημα ἄπεπτον εἶναι·
尿が赤黄色で薄い間は、病気が未熟であることを意味する。
ἢν δὲ καὶ πουλυχρόνιον εἴη τοἰοῦτον ἐὸν, κίνδυνος μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ᾿ ἂν πεπανθῇ ἡ νοῦσος.
もしこのような状態が長引くなら、病気が熟するまで患者が持ちこたえられない危険がある。
Θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδεα καὶ ὑδατώδεα καὶ μέλανα καὶ παχέα·
尿の中で、悪臭のあるもの、水っぽいもの、黒いもの、濃いものはより致命的である。
ἔστι δὲ τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεκ.
成人男性と女性においては黒い尿が最悪であり、子供においては水っぽい尿が最悪である。
Ὁκόσοι δ᾿ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πουλὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία.
薄くて未熟な尿を長期間出す人々において、もし他の兆候が生還を示すものであるなら、それらの人々においては横隔膜より下の領域への膿瘍を予期すべきである。
Καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι·
尿の表面に浮かぶクモの巣のような油分は非難されるべきである。
ξυντήξιος γὰρ σημεῖα.
なぜなら、それは消耗の兆候だからである。
Σκοπέειν δὲ χρὴ τῶν οὔρων, ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε ἂνω, ἤν τε κάτω ἔωσι, καὶ τὰ χρώματα ὁκοῖα ἴσχουσι, καὶ τὰς μὲν κάτω φερομένας ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν, τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, κακὰς εἶναι, καὶ μέμφεσθαι.
尿の中の雲について、それが上部にあるか下部にあるか、またどのような色をしているかを観察すべきであり、先に述べたような色の下部に沈む浮遊物は、良いものとみなして称賛すべきであるが、先に述べたような色の上部に浮かぶ浮遊物は、悪いものとみなして非難すべきである。
Μὴ ἐξαπατάτω δέ σε, ἤν γε ἡ κύστις τι νούσημα ἔχουσα τῶν οὔρων τὰ τοιαῦτα ἀποδιδῷ·
膀胱自体が病気を患っていて、尿にそのような性質を与えている場合に騙されてはならない。
οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ᾿ αὐτῆς καθ᾿ ἑωυτῆς.
それは全身の兆候ではなく、膀胱自体の兆候だからである。
§1313. Ἔμετος δὲ ὠφελιμώτατος ὁ φλέγματος καὶ χολῆς ξυμμεμιγμένων ὅτι μάλιστα·
13. 嘔吐については、粘液と胆汁が可能な限り混ざり合ったものが最も有益である。
καὶ μὴ παχὺς κάρτα, μηδὲ πολὺς ἐμεέσθω·
そして過度に濃くなく、また多量に吐かれてはならない。
οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσίν.
なぜなら、混ざり気のない嘔吐物はより悪いからである。
Εἰ δὲ εἴη τὸ ἐμεύμενον πρασοειδὲς, ἢ πελιὸν, ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι·
もし吐かれたものがネギ緑色、青黒い、あるいは黒であれば、これらいずれの色であっても好ましくないとみなすべきである。
εἰ δὲ καὶ πάντα τὰ χρώματα δ ωὀτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον τοῦτο γίγνεται·
もし同じ人がこれらすべての色を吐くなら、非常に致命的となる。
τάχιστον δὲ θάνατον σημαίνει τὸ πελιὸν τῶν ἐμεσμάτων, εἰ ὄζει δυσῶδες.
嘔吐物の中で青黒いものが悪臭を放つ場合は、最も速い死を意味する。
Πᾶσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀσμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμεομένοισιν.
すべての腐敗したような、また悪臭のある臭いは、どのような嘔吐物にとっても好ましくない。
§1414. Πτύελον χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πλεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀναπτύεσθαι καὶ εὐπετέως, ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ.
14. 痰については、肺や脇腹に関するあらゆる痛みにおいて、速やかに、かつ容易に吐き出されるべきであり、非常に黄色い部分が痰とよく混ざり合って見えるべきである。
Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, ξανθὸν ἐὸν, ἢ πυῤῥὸν, ἢ πολλὴν βῆχα παρέχον, ἢ μὴ ἰσχυρῶς ξυμμεμιγμένον, κάκιον γίγνεται·
もし痛みの始まりからずっと後になってから吐き出され、それが黄色や赤黄色であったり、激しい咳を伴ったり、十分に混ざり合っていなかったりするなら、より好ましくない状態になる。
τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές.
なぜなら、混ざり気のない黄色い痰は危険であり、白く粘り気があり丸いものは役に立たないからである。
Κακὸν δὲ καὶ τὸ χλωρὸν ἐὸν κάρτα καὶ τὸ ἀφρῶδες·
非常に青緑色のものや、泡立っているものも好ましくない。
εἰ δὲ εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων·
もしそれが非常に混ざり気なく、黒く見えるほどであれば、それらよりもさらに恐ろしい。
κακὸν δὲ καὶ ἢν μηδὲν ἀνακαθαίρηται, μηδὲ προΐῃ ὁ πλεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῇ φάρυγγι.
また、何も吐き出されず、肺が排出しようとせず、満たされたまま喉でゴロゴロと鳴っている場合も好ましくない。
Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πλεύμονα νουσήμασι προγεγονέναι, ἢ ἐπιγενέσθαι, κακόν·
肺に関するあらゆる疾患において、鼻汁や噴しゃみが前もって生じていること、あるいは後から生じることは好ましくない。
ἀλλ᾿ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελέουσιν.
しかし、他のきわめて致命的な疾患においては、噴しゃみは有益である。
Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπλευμονικοῖσιν, ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον, περιεστικὸν καὶ κάρτα ὠφελεέι·
血液が多量ではなく混ざり合っている黄色い痰は、肺炎患者において病気の初期に吐き出されるなら、生存を予期させ、非常に有益である。
ἑβδομαίῳ δὲ ἐόντι καὶ παλαιοτέρῳ ἧσσον ἀσφαλές.
しかし、7日目やそれ以降になってもそのような場合は、安全性に欠ける。
Πάντα δὲ πτύελα πονηρά ἐστιν ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ.
痛みを和らげない痰は、すべて好ましくない。
Κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται.
最悪なのは、すでに記述したように、黒いものである。
Τὰ δὲ παύοντα ὀδύνην, πάντων ἀμείνω ἀναπτυόμενα.
痛みを和らげる痰は、吐き出されるものの中で最も優れている。

語釈・文法注

  1. p.140ἔστ᾿ ἂν κριθῇ ἡ γοῦσος — 時間制限を表す接続詞 ἔστε(〜するまでずっと)と小辞 ἄν に、アオリスト接続法受動態 κριθῇ が結びついており、病気の決着(危機)がつくまでの時間的限界を示している。なお、γοῦσος は νοῦσος(病気)の写本あるいは印刷上の誤記である。
  2. p.140κίνδυνος μὴ οὐ δυνήσεται — 懸念を表す名詞 κίνδυνος(危険)に導かれ、μὴ οὐ +直説法未来(δυνήσεται)の形で「〜できないのではないかという懸念(危険)」を表す。主節が「危険」などの否定的な概念を含む場合、従属節内の否定を強めるために二重否定の μὴ οὐ が好んで用いられる。
  3. p.142Ὁκόσοι δ᾿ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πουλὺν χρόνον... τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι — 関係代名詞 Ὁκόσοι を伴う一般条件節(〜するすべての人々)を、主節の指示代名詞(与格) τουτέοισιν(これら(の人々)において)で受ける照応関係。主節の非人称動詞 δεῖ(〜すべきである)の対象を文頭の関係節で明示した文構造である。
  4. p.144ἀκρητέστεροι — 形容詞 ἄκρητος(混ざり気のない、純粋な)の比較級。ここでは、粘液と胆汁が混ざり合わず、それぞれが分離した(純粋な)状態で吐き出されることを意味し、そうした状態の方がより予後が悪いことを説明している。
  5. p.144ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων — 複合関係代名詞 ὅστις と ἄν に接続法 ᾖ が結びついた、一般化あるいは譲歩を表す関係節。直前の名詞表現を制限しつつ、「これら(前出)の色のうち、それがいずれのものであっても」という意味を表す。

この箇所を引用する

ヒポクラテス, 予後 §12-14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:12-14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。