§33. Τὴν γὰρ ἀρχὴν οὔτ᾿ ἂν εὑρέθη ἡ τέχνη ἡ ἰητρικὴ, οὔτ᾿ ἂν ἐζητήθη (οὐδὲν γὰρ αὐτέης ἔδει), εἰ τοῑσι κάμνουσι τῶν ἀνθρώπων, τὰ αὐτὰ διαιτωμένοισί τε καὶ προσφερομένοισιν, ἅπερ οἱ ὑγιαίνοντες ἐσθίουσί τε καὶ πίνουσι καὶ τἄλλα διαιτέονται, ξυνέφερε, καὶ εἰ μὴ ἦν ἕτερα τουτέων βελτίω.
3. そもそも、もし病気の人々に対して、健康な人々が食べたり飲んだり、その他の生活を送ったりしているのとまさに同じものを生活に用い、摂取することが有益であり、これらよりも優れた他のものが存在しなかったならば、医術という技術は発見されもしなかっただろうし、探求されもしなかっただろう(なぜなら、それは全く必要なかったからである)。
Νῦν δ᾿ αὐτὴ ἡ ἀνάγκη ἰητρικὴν ἐποίησε ζητηθῆναί τε καὶ εὑρεθῆναι ἀνθρώποισιν·
しかし現実には、まさにその必要性が、人間にとって医術が探求され、発見されるようにした。
ὅτι κάμνουσι ταὐτὰ προσφερομένοισιν, ἅπερ οἱ ὑγιαίνοντες, οὐ ξυνέφερεν, ὡς οὐδὲ νῦν ξυμφέρει.
なぜなら、病気の人々に対して、健康な人々と同じものを摂取していることが、有益ではなかったからであり、それは現在でも有益でないのと同様である。
Ἔτι δ᾿ ἄνωθεν ἔγωγε ἀξιῶ οὐδ᾿ ἂν τῶν ὑγιαινόντων δίαιτάν τε καὶ τροφὴν, ᾗ νῦν χρέονται, εὑρεθῆναι, εἰ ἐξήρκεε τῷ ἀνθρώπῳ ταὐτὰ ἐσθίοντι καὶ πίνοντι βοΐ τε καὶ ἵππῳ καὶ πᾶσιν ἐκτὸς ἀνθρώπου, οἷον τὰ ἐκ τῆς γῆς φυόμενα, καρπούς τε καὶ ὕλην καὶ χόρτον·
さらに遡って、私は、健康な人々の生活様式や食物で彼らが現在用いているものさえも、もし人間が、牛や馬や、人間以外のすべての動物と同じもの、すなわち地面から生えてくる果実や草木や草などを食べ、飲むことで十分であったならば、発見されなかっただろうと考える。
ἀπὸ τουτέων γὰρ καὶ αὔξονται καὶ ἄπονοι διάγουσιν, οὐδὲν προσδεόμενοι ἄλλης διαίτης.
なぜなら、それらの動物はこれらによって成長し、苦痛なく暮らし、他のいかなる生活様式も追加して必要としないからである。
Καί τοι τὴν ἀρχὴν ἔγωγε ἀξιῶ καὶ τὸν ἄνθρωπον τοιαύτῃ τροφῇ κεχρῆσθαι.
そして実際、私は、そもそも人間もまたそのような食物を用いていたと考える。
Τὰ δέ γε νῦν διαιτήματα εὑρημένα καὶ τετεχνημένα ἐν πολλῷ χρόνῳ γεγενῆσθαί μοι δοκέει.
しかし、現在発見され、技術化されている生活様式は、長い時間をかけて生み出されたものだと私には思われる。
Ὡς γὰρ ἔπασχον πολλά τε καὶ δεινὰ ἀπὸ ἰσχυρῆς τε καὶ θηριώδεος διαίτης, ὠμά τε καὶ ἄκρητα καὶ μεγάλας δυνάμιας ἔχοντα ἐσφερόμενοι, οἷά περ ἂν καὶ νῦν ὑπ᾿ αὐτέων πάσχοιεν, πόνοισί τε ἰσχυροῖσι καὶ νούσοισι περιπίπτοντες, καὶ διὰ ταχέος θανάτοισιν.
というのも、彼らが強烈で野獣のような生活様式から、生で、混じり気がなく、強力な作用を持つものを摂取することによって、多くの恐ろしい苦痛を被っていたからである――それらによって現在でも苦痛を被るであろうが――、激しい痛みや病気、そして速やかな死に陥っていたのである。
Ἧσσον μὲν οὖν ταῦτα τότε εἰκὸς ἦν πάσχειν διὰ τὴν συνήθειαν· ἰσχυρῶς δὲ καὶ τότε·
もっとも、当時は慣れのために、これらの苦痛を被ることはより少なかったと思われるが、当時もやはり激しく被っていた。
καὶ τοὺς μὲν πλείστους τε καὶ ἀσθενεστέρην φύσιν ἔχοντας ἀπόλλυσθαι εἰκὸς, τοὸς δὲ τουτέων ὑπερέχοντας πλείω χρόνον ἀντέχειν·
そして、大多数の人々や、より弱い体質を持つ人々は滅びるのが自然であり、これらより強い体質を持つ人々はより長い時間持ちこたえたのが自然であった。
ὥσπερ καὶ νῦν ἐκ τῶν ἰσχυρῶν βρωμάτων·
それは現在、強い食物から被る影響と同様である。
οἱ μὲν γὰρ ῥηϊδίως ἀπαλλάσσονται, οἱ δὲ μετὰ πολλῶν πόνων τε καὶ κακῶν.
すなわち、ある人々は容易に切り抜けるが、他の人々は多くの苦痛と害苦を伴って切り抜けるからである。
Διὰ δὴ ταύτην τὴν χρείην καὶ οὗτοί μοι δοκέουσι ζητῆσαι τροφὴν ἁρμόζουσαν τῇ φύσει, καὶ εὑρεῖν ταύτην, ᾗ νῦν χρεόμεθα·
まさにこの必要性のために、彼らもまた、人間の本性に適した食物を探求し、私たちが現在用いているこれを発見したのだと私には思われる。
ἐκ μὲν οὖν τῶν πυρῶν, βρέξαντες καὶ πτίσαντες καὶ καταλέσαντες πάντα, καὶ διασήσαντες, καὶ φορύξαντες, καὶ ὀπτήσαντες, ἀπετέλεσαν ἄρτον· ἐκ δέ γε τῶν κριθέων μᾶζαν, ἄλλα τε συχνὰ περὶ ταύτην πρηγματευσάμενοι, ἥψησάν τε καὶ ὤπτησαν, καὶ ἔμιξαν, καὶ ἐκέρασαν τὰ ἰσχυρά τε καὶ ἄκρητα τοῖσιν ἀσθενεστέροισι, πλάσσοντες πάντα πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν τε καὶ δύναμιν, ἡγεύμενοι, ὅτι ὅσα μὲν ἂν ἰσχυρότερα ᾖ, οὐ δυνήσεται κρατέειν ἡ φύσις, ἢν ἐσβάληται, ἀπὸ τουτέων δ᾿ αὐτέων πόνους τε καὶ νούσους καὶ θανάτους ἔσεσθαι·
すなわち、小麦からは、浸水させ、脱穀し、すべてを粉に挽き、ふるいにかけ、こねて、焼き上げて、パンを作り出し、大麦からは大麦パンを、これに関して他の多くの処理を施しつつ、茹で、焼き、混ぜ、強いものや生のままのものをより弱いものと混和させ、すべてを人間の本性と能力に合わせて形作ったのである。
ὅσων δ᾿ ἂν δύνηται ἐπικρατέειν, ἀπὸ τουτέων τροφήν τε καὶ αὔξησιν καὶ ὑγιείην.
それは次のように考えたからである。 すなわち、過度に強力なものはすべて、体内に取り入れたときに本性が克服することができず、まさにこれらから苦痛や病気や死が生じるだろうが、克服できるものすべてからは、栄養と成長と健康が生じるだろうと。
Τῷ δ᾿ εὑρήματι τούτῳ καὶ ζητήματι τί ἄν τις οὔνομα δικαιότερον ἢ προσῆκον μᾶλλον θείη ἢ ἰητρικήν;
この発見と探求に対して、医術という名よりも正当でふさわしい名を、誰が与えうるだろうか。
ὅτι γε εὕρηται ἐπὶ τῇ τοῦ ἀνθρώπου ὑγιείῃ τε καὶ τροφῇ καὶ σωτηρίῃ, ἄλλαγμα κείνης τῆς διαίτης, ἐξ ἧς οἱ πόνοι καὶ νοῦσοι καὶ θάνατοι ἐγίνοντο.
なぜなら、まさにそれは、かつて苦痛や病気や死が生じていたあの生活様式の代替として、人間の健康、栄養、そして生存のために発見されたものだからである。
§44. Εἰ δὲ μὴ τέχνη αὐτὴ νομίζεται εἶναι, οὐκ ἀπεικός·
4. しかし、もしこれが技術自体であると見なされないとしても、それは不合理ではない。
ἧς γὰρ μηδείς ἐστιν ἰδιώτης, ἀλλὰ πάντες ἐπιστήμονες διὰ τὴν χρῆσίν τε καὶ ἀνάγκην, οὐ προσήκει ταύτης οὐδένα τεχνίτην καλέεσθαι·
なぜなら、それについては誰も素人ではなく、その使用と必要性のために誰もが知識を持っているのだから、その技術の専門家と誰かを呼ぶのはふさわしくないからである。
ἐπεὶ τό γε εὅρημα καὶ μέγα καὶ πολλῆς τέχνης τε καὶ σκέψιος.
もっとも、その発見自体は大きく、多くの技術と考察を要するものである。
Ἔτι γοῦν καὶ νῦν οἱ τῶν γυμνασίων τε καὶ ἀσκησίων ἐπιμελόμενοι αἰεί τι προσεξευρίσκουσι, κατὰ τὴν αὐτέην ὁδὸν ζητέοντες ὅ τι ἔδων τε καὶ πίνων ἐπικρατήσει τε αὐτέων μάλιστα, καὶ ἰσχυρότερος αὐτὸς ἑωυτοῦ ἔσται.
さらに現在でも、体育や訓練を監督する人々は、常に何か新しいことを発見しつつあり、同じ方法に沿って、何を食べて飲めばそれらを最もよく克服し、自分自身よりも強力になれるかを探求している。