§2222. Δεῖν δέ μοι δοκέει καὶ ταῦτ᾿ εἰδέναι, ὅσα τῷ ἀνθρώπῳ παθήματα ἀπὸ δυνάμιων ἔρχεται, καὶ ὅσα ἀπὸ σχημάτων.
22. 私には、これらについても、すなわち、体液の諸々の力から人間にいかなる苦痛が生じるか、また諸々の形状からいかなるものが生じるかを知ることが必要であると思われる。
Λέγω δὲ τί τοῦτο;
私がこれを言うのはどういう意味か。
Δύναμιν μὲν εἶναι τῶν χυμῶν τὰς ἀκρότητάς τε καὶ ἰσχῦς· σχήματα δὲ λέγω ὅσα ἔνεστιν ἐν τῷ ἀνθρώπῳ.
力とは体液の極端さと強さであり、形状とは人間の中に存在するあらゆる形のことであると私は言う。
Τὰ μὲν γὰρ κοῖλά τε καὶ ἐξ εὐρέος ἐς στενόν ἐστι συνηγμένα, τὰ δὲ καὶ ἐκπεπταμένα, τὰ δὲ στερεά τε καὶ στρογγύλα, τὰ δὲ πλατέα καὶ ἐπικρεμάμενα, τὰ δὲ διατεταμένα, τὰ δὲ μακρὰ, τὰ δὲ πυκνὰ, τὰ δὲ μανά τε καὶ τεθηλότα, τὰ δὲ σπογγοειδέα καὶ ἀραιά.
あるものは中空で広いところから狭いところへと窄まっており、あるものは平らに広がっており、あるものは固く丸く、あるものは扁平で垂れ下がっており、あるものは引き伸ばされ、あるものは長く、あるものは密であり、あるものは疎らで瑞々しく、あるものは海綿状で隙間が多い。
Τοῦτο μὲν, ἑλκύσαι ἐφ᾿ ἑωυτὸ καὶ ἐπισπάσασθαι ὑγρότητα ἐκ τοῦ ἄλλου σώματος, πότερον τὰ κοῖλά τε καὶ ἐκπεπταμένα, ἢ τὰ στερεά τε καὶ στρογγύλα, ἢ τὰ κοῖλά τε καὶ ἐς στενὸν ἐξ εὐρέος συνηγμένα, δύναιτ᾿ ἂν μάλιστα;
一方では、それ自体へ引き寄せ、身体の他の部分から水分を吸引することは、中空で平らに広がっているものか、固く丸いものか、それとも中空で広いところから狭いところへと窄まっているもののうち、どれが最も可能であろうか。
Οἶμαι μέντοι τὰ τοιαῦτα ἐς στενὸν συνηγμένα ἐκ κοίλου τε καὶ εὐρέος.
私は、中空で広いところから狭いところへと窄まっている、そのようなものが最も可能であると思う。
Καταμανθάνειν δὲ δεῖ αὐτὰ ἔξωθεν ἐκ τῶν φανερῶν.
これらは、外部の目に見えるものから学び知るべきである。
Τοῦτο μὲν γὰρ, τῷ στόματι κεχηνὼς ὑγρὸν οὐδὲν ἀνασπάσαις· προμυλλήνας δὲ καὶ συστείλας, πιέσας τε τὰ χείλεα, ἔτι τε αὐλὸν προσθέμενος, ῥηϊδίως ἀνασπάσαις ἂν ὅ τι θέλοις.
なぜなら、一方では、口を開けたままであれば水分を全く吸い上げることはできないが、口を窄めて縮め、唇を押し当て、さらに管をあてがえば、望むものを容易に吸い上げることができるからである。
Τοῦτο δὲ, αἱ σικύαι προσβαλλόμεναι ἐξ εὐρέος ἐς στενώτερον ἐστενωμέναι πρὸς τοῦτο τετεχνέαται, πρὸς τὸ ἕλκειν ἀπὸ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτότροπα.
他方では、あてがわれる吸角は、広いところからより狭いところへと狭められており、肉から引き寄せ吸引するためにこれに合わせて工夫されている。 その他にもこれと同様のものが多くある。
Τῶν δ᾿ ἔσω τοῦ ἀνθρώπου φύσις καὶ σχῆμα τοιοῦτον·
人間の内部の本性と形状もこのようである。
κύστις τε καὶ κεφαλὴ, καὶ ὑστέρα γυναιξί· καὶ φανερῶς ταῦτα μάλιστα ἕλκει, καὶ πλήρεά ἐστιν ἐπάκτου ὑγρότητος αἰεί.
すなわち、膀胱や頭、そして女性の子宮であり、これらは明らかに最もよく吸引し、常に外部から入ってきた水分で満ちている。
Τά δὲ κοῖλα καὶ ἐκπεπταμένα ἐπιῤῥυεῖσαν μὲν ἂν ὑγρότητα μάλιστα δέξαιτο πάντων, ἐπισπάσαιτο δ᾿ἂν οὐχ ὁμοίως.
他方、中空で平らに広がっているものは、流れ込んできた水分を何よりもよく受け入れるだろうが、吸引することは同様にはいかない。
Τὰ δέ γε στερεὰ καὶ στρογγύλα οὔτ᾿ ἂν ἐπισπάσαιτο οὔτ᾿ ἂν ἐπιῤῥυεῖσαν δέξαιτο·
固く丸いものは、吸引することも、流れ込んできたものを受け入れることもない。
περιολισθάνοι τε γὰρ ἂν, καὶ οὐκ ἔχοι ἕδρην ἐφ᾿ ἧς μένοι.
なぜなら、滑り落ちてしまい、留まるための座を持たないからである。
Τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιὰ, οἶον σπλὴν, πλεύμων καὶ μαζοὶ, προσκαθεζόμενα μάλιστα ἀναπίοι καὶ σκληρυνθείη καὶ αὐξηθείη, ὑγρότητος προσγενομένης, ταῦτα μάλιστα.
海綿状で隙間が多いもの、例えば脾臓、肺、乳房などは、隣接して水分が加わると、何よりもこれを吸い込み、硬くなり、肥大する。 これらが最もそうである。
Οὐ γὰρ ἂν ἐν σπληνὶ, ὥσπερ ἐν κοιλίῃ ἐν ἧ τὸ ὑγρὸν, ἔξω τε περιέχοι αὕτη ἡ κοιλίη καὶ ἐξαλίζοιτ᾿ ἂν καθ᾿ ἑκάστην ἡμέρην·
なぜなら、脾臓においては、水分が入っている胃のようではないからである。 胃は外部を取り囲んで、毎日排泄する。
ἀλλ᾿ ὅταν πίῃ καὶ δέξηται αὐτὸς ἐς ἑωυτὸν τὸ ὑγρὸν, τὰ κενὰ καὶ ἀραιὰ ἐπληρώθη, καὶ τὰ σμικρὰ πάντα, καὶ ἀντὶ ἀραιοῦ τε καὶ μαλθακοῦ σκληρός τε καὶ πυκνὸς ἐγένετο, καὶ οὔτ᾿ ἐκπέσσει οὔτ᾿ ἀφίησι·
しかし、水分を自らの中へ飲み込み受け入れると、空隙や隙間、そしてすべての微細な部分が満たされ、疎らで柔らかい代わりに、硬く密になり、消化することも排出することもない。
ταῦτα δὲ πάσχει διὰ τὴν φύσιν τοῦ σχήματος.
これが起きるのは、形状の本性のためである。
Ὅσα δὲ φῦσάν τε καὶ ἀνειλήματα ἐνεργάζονται ἐν τῷ σώματι, προσήκει ἐν μὲν τοῖσι κοίλοισί τε καὶ εὐρυχώροισιν, οἷον κοιλίῃ τε καὶ θώρηκι, ψόφον τε καὶ πάταγον ἐμποιέειν.
また、風や腹鳴を体内で引き起こすものは、中空で広い空間、例えば胃や胸腔においては、音や轟音を引き起こすのが適している。
Ὅτε γὰρ ἂν μὴ ἀποπληρώσῃ οὕτως ὥστε στῆναι, ἀλλ᾿ ἔχῃ μεταβολάς τε καὶ κινήσιας, ἀνάγκη ὑπ᾿ αὐτέων καὶ ψόφον καὶ καταφανέας κινήσιας γίνεσθαι.
なぜなら、それが一杯になって静止するのではなく、変化や動きを持つとき、それらによって音や明らかな動きが生じることが不可避だからである。
Ὅσα δὲ σαρκώδεά τε καὶ μαλθακὰ, ἐν τοῖσι τουτέοισι νάρκαι τε καὶ πληρώματα, οἷα ἐν τοῖσιν ἀποπληγεῖσι γίνεται·
しかし、肉質で柔らかいところでは、これらによって麻痺や膨満が生じる。 それは脳卒中にかかった者たちに生じるようなものである。
ὅταν δ᾿ ἐγκύρσῃ πλατέϊ τε καὶ ἀντικειμένῳ, καὶ πρὸς αὐτὸ ἀντιπαίσῃ, καὶ φύσει τοῦτο τύχῃ, μήτε ἰσχυρὸν ἐὸν; ὥστε δύνασθαι ἀντέχεσθαι τῆς βίης καὶ μηδὲν κακὸν παθεῖν, μήτε μαλθακόν τε καὶ ἀραιὸν, ὥστ᾿ ἐκδέξασθαί τε καὶ ὑπεῖξαι, ἁπαλὸν δὲ καὶ τεθηλὸς καὶ ἔναιμον καὶ πυκνὸν, οἷον ἧπαρ, διὰ μὲν. τὴν πυκνότητα καὶ πλατύτητα ἀνθέστηκέ τε καὶ. οὐχ ὑπείκει.
しかし、それが扁平で対抗するものに行き当たり、それに対して衝突し、それが本性上、その力に対抗して何の害も受けないほど強くもなく、それを受け入れて屈するほど柔らかく疎らでもなく、むしろ柔らかく瑞々しく、血が多くて密であるもの、例えば肝臓のようなものであるとき、その密さと扁平さのために対抗して屈しない。
Φῦσα δὲ ὑποδεχομένη αὔξεταί τε καὶ ἰσχυροτέρη γίνεται, καὶ ὁρμᾷ μάλίστα πρὸς τὸ ἀντιπαῖον.
風は受け止められて増大し、より強力になり、対抗するものに向かって特に突進する。
Διὰ δὲ τὴν ἁπαλότητα καὶ τὴν ἐναιμότητα οὐ δύναται ἄνευ πόνων εἶναι, καὶ διὰ ταύτας τὰς προφάσιας ὀδύναι τε ὀξύταται καὶ πυκνόταται πρὸς τοῦτό τὸ χωρίον· γίνονται, ἐκπυήματά τε καὶ φύματα πλεῖστα.
そして、その柔らかさと血の多さのために、痛みなしにはあり得ず、これらの原因のために、極めて鋭く頻繁な痛みがこの部位に生じ、膿瘍や腫瘍が最も多く生じる。
Γίνεται δὲ καὶ ὑπὸ φρένας ἰσχυρῶς, ἧσσον δὲ πολλόν·
また、横隔膜の下でも強く生じるが、はるかに少ない。
διάτασις μὲν γὰρ φρενῶν πλατείη καὶ ἀντικειμένη, φύσις δὲ νευρωδεστέρη τε καὶ ἰσχυροτέρη, διὸ ἧσσον ἐπώδυνά ἐστι.
なぜなら、横隔膜の広がりは扁平で対抗しているが、その本性はより腱のようで強いため、痛みがより少ないからである。
Γίνονται δὲ καὶ περὶ ταῦτα καὶ πόνοι καὶ φύματα.
しかし、これらについても痛みや腫瘍は生じる。