§2323. Πολλὰ δὲ καὶ ἄλλα καὶ ἔσω καὶ ἔξω τοῦ σώματος εἴδεα σχημάτων, ἃ μεγάλα ἀλλήλων διαφέρει πρὸς τὰ παθήματα καὶ νοσέοντι καὶ ὑγιαίνοντι, οἷον κεφαλαὶ σμικραὶ ἢ μεγάλαι, τράχηλοι λεπτοὶ ἢ παχέες, μακροὶ ἢ βραχέες, κοιλίαι μακραὶ ἢ στρογγύλαι, θώρηκος καὶ πλευρέων πλατύτητες ἢ στενότητες, καὶ ἄλλα μυρία, ἃ δεῖ πάντα εἰδέναι ᾗ διαφέρει, ὅπως, τὰ αἴτια ἑκάστων εἰδὼς, ὀρθῶς τηροίης.
23. また、身体の内部にも外部にも、形状の他の多くの種類が存在し、それらは病気の人にとっても健康な人にとっても、様々な状態に対して互いに大きく異なっている。 例えば、頭の大小、首の細太や長短、腹の長短や丸さ、胸や肋骨の広さや狭さ、その他無数のものがあり、これらすべてがどのように異なっているかを知らねばならない。 それは、それぞれの原因を知ることで、正しく観察できるようにするためである。
§2424. Περὶ δὲ δυνάμιων χυμῶν, αὐτέων τε ἕκαστος ὅ τι δύναται ποιέειν τὸν ἄνθρωπον ἐσκέφθαι, καὶ πρότερον εἴρηται, καὶ τὰς ξυγγενείας ὡς ἔχουσι πρὸς ἀλλήλους.
24. 体液の諸々の力について、それら各々が人間に何をもたらし得るかを検討すること、これについては以前にも述べられたし、またそれらが互いに対してどのような親和関係を持っているかについても同様である。
Λέγω δὲ τὸ τοιοῦτον·
私が言うのはこのようなことである。
εἰ γλυκὺς χυμὸς μεταβάλλοι ἐς ἄλλο εἶδος, μὴ ἀπὸ ξυγκρήσιος, ἀλλ᾿ αὐτὸς ἐξιστάμενος, ποῖός τις πρῶτος γένοιτο, πικρὸς, ἢ ἁλμυρὸς, ἢ στρυφνὸς, ἢ ὀξύς;
もし甘い体液が、混和によるのではなく、それ自体が変質することによって別の種類へと変化するとしたら、最初にどのようなものになるだろうか。 苦いものか、塩辛いものか、渋いものか、それとも酸っぱいものか。
Οἶμαι μὲν, ὀξύς.
私は、酸っぱいものであると思う。
Ὁ ἄρα ὀξὺς χυμὸς ἀνεπιτήδειος προσφόρων ἂν τῶν λοιπῶν μάλιστα εἴη, εἴπερ ὁ γλυκύς γε πάντων ἐπιτηδειότατος.
したがって、もし甘いものがすべての中で最も適しているとすれば、酸っぱい体液は、他の食べ物の中で最も不適当なものとなるだろう。
Οὕτως, εἴ τις δύναιτο ζητέων ἔξωθεν ἐπιτυγχάνειν, δύναιτ᾿ ἂν πάντων ἐκλέγεσθαι αἰεὶ τὸ βέλτιστον·
このように、もし人が外部から探求して成功を収めることができるなら、常にすべての中から最善のものを選択することができるだろう。
βέλτιστον δέ ἐστι τὸ προσωτάτω τοῦ ἀνεπιτηδείου ἀπέχον.
そして最善のものとは、不適当なものから最も遠く離れているものである。