Humanitext Reader

希波克拉底 · 论古医学 §22

器官形态与体液强度对病理状态的影响

第 10 段,共 11 段 · 希腊语

内容简介

作者探讨了身体器官的“力量”(体液强度)和“形状”(如中空、平展、海绵状等)对病态的影响,结合生活中的物理现象和具体脏器实例,解释了不同形状在吸引水分、滞留气体和引发疼痛时的不同机制。

§2222. Δεῖν δέ μοι δοκέει καὶ ταῦτ᾿ εἰδέναι, ὅσα τῷ ἀνθρώπῳ παθήματα ἀπὸ δυνάμιων ἔρχεται, καὶ ὅσα ἀπὸ σχημάτων.
22. 在我看来,同样有必要了解这些:由于体液的力量给人类带来了多少痛苦,以及由于形状带来了多少痛苦。
Λέγω δὲ τί τοῦτο;
我这话是什么意思?
Δύναμιν μὲν εἶναι τῶν χυμῶν τὰς ἀκρότητάς τε καὶ ἰσχῦς· σχήματα δὲ λέγω ὅσα ἔνεστιν ἐν τῷ ἀνθρώπῳ.
我说,“力量”是指体液的极端性和强度,而“形状”是指人体内存在的一切形态。
Τὰ μὲν γὰρ κοῖλά τε καὶ ἐξ εὐρέος ἐς στενόν ἐστι συνηγμένα, τὰ δὲ καὶ ἐκπεπταμένα, τὰ δὲ στερεά τε καὶ στρογγύλα, τὰ δὲ πλατέα καὶ ἐπικρεμάμενα, τὰ δὲ διατεταμένα, τὰ δὲ μακρὰ, τὰ δὲ πυκνὰ, τὰ δὲ μανά τε καὶ τεθηλότα, τὰ δὲ σπογγοειδέα καὶ ἀραιά.
因为有些器官是中空且从宽处向窄处收窄的,有些是平展的,有些是坚实且圆的,有些是宽扁且悬挂着的,有些是伸展的,有些是长的,有些是致密的,有些是疏松且润泽的,有些是海绵状且多孔的。
Τοῦτο μὲν, ἑλκύσαι ἐφ᾿ ἑωυτὸ καὶ ἐπισπάσασθαι ὑγρότητα ἐκ τοῦ ἄλλου σώματος, πότερον τὰ κοῖλά τε καὶ ἐκπεπταμένα, ἢ τὰ στερεά τε καὶ στρογγύλα, ἢ τὰ κοῖλά τε καὶ ἐς στενὸν ἐξ εὐρέος συνηγμένα, δύναιτ᾿ ἂν μάλιστα;
一方面,为了将水分吸引到自身并从身体的其他部分汲取水分,在这些器官中,哪一种最具有这种能力:是中空且平展的,坚实且圆的,还是那些中空且从宽处向窄处收窄的?
Οἶμαι μέντοι τὰ τοιαῦτα ἐς στενὸν συνηγμένα ἐκ κοίλου τε καὶ εὐρέος.
我认为,自然是那些从中空且宽处向窄处收窄的器官最具有这种能力。
Καταμανθάνειν δὲ δεῖ αὐτὰ ἔξωθεν ἐκ τῶν φανερῶν.
我们必须通过外部显而易见的事物来了解这些。
Τοῦτο μὲν γὰρ, τῷ στόματι κεχηνὼς ὑγρὸν οὐδὲν ἀνασπάσαις· προμυλλήνας δὲ καὶ συστείλας, πιέσας τε τὰ χείλεα, ἔτι τε αὐλὸν προσθέμενος, ῥηϊδίως ἀνασπάσαις ἂν ὅ τι θέλοις.
因为一方面,如果你张开嘴,你无法吸起任何液体;但如果你抿起并收紧双唇,甚至放上一根管子,你就可以很容易地吸起任何你想要的东西。
Τοῦτο δὲ, αἱ σικύαι προσβαλλόμεναι ἐξ εὐρέος ἐς στενώτερον ἐστενωμέναι πρὸς τοῦτο τετεχνέαται, πρὸς τὸ ἕλκειν ἀπὸ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτότροπα.
另一方面,当使用拔罐器时,它们从宽处向较窄处收窄,正是为此目的而设计的:从肉中吸引并汲取水分,还有许多其他类似的事物。
Τῶν δ᾿ ἔσω τοῦ ἀνθρώπου φύσις καὶ σχῆμα τοιοῦτον· κύστις τε καὶ κεφαλὴ, καὶ ὑστέρα γυναιξί· καὶ φανερῶς ταῦτα μάλιστα ἕλκει, καὶ πλήρεά ἐστιν ἐπάκτου ὑγρότητος αἰεί.
人体内部的性质和形状也是如此:如膀胱、头部以及女性的子宫;显然,这些器官最能吸引水分,并且总是充满了外来的水分。
Τά δὲ κοῖλα καὶ ἐκπεπταμένα ἐπιῤῥυεῖσαν μὲν ἂν ὑγρότητα μάλιστα δέξαιτο πάντων, ἐπισπάσαιτο δ᾿ἂν οὐχ ὁμοίως.
而那些中空且平展的部分最容易接受流过来的水分,但它们汲取水分的能力却不尽相同。
Τὰ δέ γε στερεὰ καὶ στρογγύλα οὔτ᾿ ἂν ἐπισπάσαιτο οὔτ᾿ ἂν ἐπιῤῥυεῖσαν δέξαιτο· περιολισθάνοι τε γὰρ ἂν, καὶ οὐκ ἔχοι ἕδρην ἐφ᾿ ἧς μένοι.
至于坚实且圆的部分,既不能汲取水分,也不能接受流过来的水分;因为水分会从其表面滑落,没有可以停留的座基。
Τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιὰ, οἶον σπλὴν, πλεύμων καὶ μαζοὶ, προσκαθεζόμενα μάλιστα ἀναπίοι καὶ σκληρυνθείη καὶ αὐξηθείη, ὑγρότητος προσγενομένης, ταῦτα μάλιστα.
而那些海绵状且多孔的部分,如脾脏、肺和乳房,当水分增加并附着于其上时,最能吸收水分,并变得坚硬和增大,这些器官最是如此。
Οὐ γὰρ ἂν ἐν σπληνὶ, ὥσπερ ἐν κοιλίῃ ἐν ἧ τὸ ὑγρὸν, ἔξω τε περιέχοι αὕτη ἡ κοιλίη καὶ ἐξαλίζοιτ᾿ ἂν καθ᾿ ἑκάστην ἡμέρην·
因为在脾脏中,并不像在装有液体的胃中那样;胃本身从外部包裹它并每天将其排出。
ἀλλ᾿ ὅταν πίῃ καὶ δέξηται αὐτὸς ἐς ἑωυτὸν τὸ ὑγρὸν, τὰ κενὰ καὶ ἀραιὰ ἐπληρώθη, καὶ τὰ σμικρὰ πάντα, καὶ ἀντὶ ἀραιοῦ τε καὶ μαλθακοῦ σκληρός τε καὶ πυκνὸς ἐγένετο, καὶ οὔτ᾿ ἐκπέσσει οὔτ᾿ ἀφίησι· ταῦτα δὲ πάσχει διὰ τὴν φύσιν τοῦ σχήματος.
然而,当脾脏自身饮入并将液体吸收到自身内部时,空隙和多孔的部分就被填满,所有微小的部分也被填满,从而由疏松和柔软变得坚硬和致密,既不消化也不排出;它遭受这些痛苦是由于其形状的性质。
Ὅσα δὲ φῦσάν τε καὶ ἀνειλήματα ἐνεργάζονται ἐν τῷ σώματι, προσήκει ἐν μὲν τοῖσι κοίλοισί τε καὶ εὐρυχώροισιν, οἷον κοιλίῃ τε καὶ θώρηκι, ψόφον τε καὶ πάταγον ἐμποιέειν.
至于那些在体内产生气体和腹胀的事物,在胃和胸腔等中空且宽敞的地方,它们自然会产生噪音和轰鸣。
Ὅτε γὰρ ἂν μὴ ἀποπληρώσῃ οὕτως ὥστε στῆναι, ἀλλ᾿ ἔχῃ μεταβολάς τε καὶ κινήσιας, ἀνάγκη ὑπ᾿ αὐτέων καὶ ψόφον καὶ καταφανέας κινήσιας γίνεσθαι.
因为只要气体没有填满它们以致静止,而是发生变化和运动,就不可避免地会因它们而产生噪音和显而易见的运动。
Ὅσα δὲ σαρκώδεά τε καὶ μαλθακὰ, ἐν τοῖσι τουτέοισι νάρκαι τε καὶ πληρώματα, οἷα ἐν τοῖσιν ἀποπληγεῖσι γίνεται·
但在那些多肉且柔软的地方,则会产生麻木和充血,就像在那些中风患者身上发生的那样。
ὅταν δ᾿ ἐγκύρσῃ πλατέϊ τε καὶ ἀντικειμένῳ, καὶ πρὸς αὐτὸ ἀντιπαίσῃ, καὶ φύσει τοῦτο τύχῃ, μήτε ἰσχυρὸν ἐὸν; ὥστε δύνασθαι ἀντέχεσθαι τῆς βίης καὶ μηδὲν κακὸν παθεῖν, μήτε μαλθακόν τε καὶ ἀραιὸν, ὥστ᾿ ἐκδέξασθαί τε καὶ ὑπεῖξαι, ἁπαλὸν δὲ καὶ τεθηλὸς καὶ ἔναιμον καὶ πυκνὸν, οἷον ἧπαρ, διὰ μὲν. τὴν πυκνότητα καὶ πλατύτητα ἀνθέστηκέ τε καὶ. οὐχ ὑπείκει.
但当气体遇到宽扁且对立的器官,并与其相撞,而该器官在本性上既不够强壮以致能够抵御这种力量而不受伤害,也不够柔软和疏松以致能够接受并屈服,而是娇嫩、润泽、多血且致密的(例如肝脏)——由于其致密和宽扁,它对抗而不屈服。
Φῦσα δὲ ὑποδεχομένη αὔξεταί τε καὶ ἰσχυροτέρη γίνεται, καὶ ὁρμᾷ μάλίστα πρὸς τὸ ἀντιπαῖον.
气体被接纳后不断积聚并变得更强,且主要冲向与之对抗的障碍物。
Διὰ δὲ τὴν ἁπαλότητα καὶ τὴν ἐναιμότητα οὐ δύναται ἄνευ πόνων εἶναι, καὶ διὰ ταύτας τὰς προφάσιας ὀδύναι τε ὀξύταται καὶ πυκνόταται πρὸς τοῦτό τὸ χωρίον· γίνονται, ἐκπυήματά τε καὶ φύματα πλεῖστα.
由于其娇嫩和多血,它不可能没有痛苦,并且由于这些原因,在这个部位会产生最剧烈、最频繁的疼痛,且脓肿和肿瘤最多。
Γίνεται δὲ καὶ ὑπὸ φρένας ἰσχυρῶς, ἧσσον δὲ πολλόν· διάτασις μὲν γὰρ φρενῶν πλατείη καὶ ἀντικειμένη, φύσις δὲ νευρωδεστέρη τε καὶ ἰσχυροτέρη, διὸ ἧσσον ἐπώδυνά ἐστι.
横隔膜下方也会强烈产生,但要少得多;因为横隔膜的伸展虽然是宽扁且对立的,但其性质更偏向腱质且更强壮,因此疼痛较少。
Γίνονται δὲ καὶ περὶ ταῦτα καὶ πόνοι καὶ φύματα.
然而,在这些部分周围也会产生疼痛和肿瘤。

词汇与语法注释

  1. 22Δεῖν δέ μοι δοκέει — 不定式 `δεῖν` 与动词 `δοκέει`(在我看来)连用。通常情况下使用无人称直陈式动词 `δεῖ`(有必要)已足够,在此处受 `δοκέει` 支配而重叠使用不定式 `δεῖν`,是爱奥尼亚方言中一种特征性的冗余表现或句法混淆。
  2. 22Τοῦτο μὲν... Τοῦτο δὲ... — 中性单数指示代词 `τοῦτο` 在没有介词和冠词的情况下作副词使用,分别与 `μὲν` 和 `δὲ` 呼应,用于引出“一方面……另一方面……”的对比。这种用法与古典时期的 `τὸ μὲν ... τὸ δέ` 句式相同。
  3. 22μήτε ἰσχυρὸν ἐὸν... μήτε μαλθακόν... — 中性单数现在分词 `ἐὸν`(对应雅典方言的 `ὄν` 的爱奥尼亚方言形式)在第一个分句中明示,但在随后的 `μήτε μαλθακόν` 和 `ἁπαλὸν δὲ` 分句中被省略。这一系列短语共同构成了一个让步或条件性的分词结构,用于修饰后文的中性名词 `ἧπαρ`(肝脏)。

引用这一段

希波克拉底, 论古医学 §22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。