§1414.
14. というのも、私は次のことも確かに知っているからである。
Οἶδα μὲν γὰρ καὶ τάδε δήπου, ὅτι διαφέρει ἐς τὸ σῶμα τοῦ ἀνθρώπου καθαρὸς ἄρτος ἢ ξυγκομιστὸς, ἢ ἀπτίστων πυρῶν ἢ ἐπτισμένων, ἢ πολλῷ ὕδατι πεφυρημένος, ἢ ὀλίγῳ, ἰσχυρῶς πεφυρημένος ἢ ἀφύρητος, ἢ ἔξοπτος, ἢ ἔνωμος, ἄλλα τε πρὸς τουτέοισι μυρία·
すなわち、人間の身体にとって、精製されたパンか全粒粉のパンか、あるいは脱穀されていない小麦から作られたか精製されたものからか、あるいは多量の水で練られたか少量の水でか、強く練られたか練られていないか、よく焼かれたか生焼けか、その他これらに加えて無数の違いが影響を及ぼすということである。
ὡς δ᾿ αὔτως καὶ περὶ μάζης·
大麦粥についても同様である。
καὶ αἱ δυνάμιες μεγάλαι τε ἑκάστου, καὶ οὐδὲν ἡ ἑτέρη τῇ ἑτέρῃ ἐοικυῖα.
そして、それぞれの力は大きく、一方の性質は他方の性質に全く似ていない。
Ὅστις δὲ ταῦτα οὐκ ἐπέσκεπται, ἢ σκεπτόμενος οὐκ οἶδε, πῶς ἄν τι οὗτος δύναιτο τῶν κατὰ τὸν ἄνθρωπον παθημάτων εἰδέναι;
これらのことを考察したことがない者、あるいは考察しても理解していない者が、どうして人間の身の上に起こる疾患について何かを知ることができようか。
ὑπὸ γὰρ ἑνὸς ἑκάστου τουτέων πάσχει τε καὶ ἑτεροιοῦται ὁ ἄνθρωπος ἢ τοῖον ἢ τοῖον·
なぜなら、これらの一つ一つによって、人間は影響を受け、このように、あるいはあのように変化させられるからである。
καὶ διὰ τουτέων πᾶς ὁ βίος καὶ ὑγιαίνοντι, καὶ ἐκ νούσου ἀνατρεφομένῳ, καὶ κάμνοντι.
そしてこれらを通じて、健康な人にとっても、病気から回復期にある人にとっても、病床にある人にとっても、生涯のすべてが左右されるのである。
Οὐκ ἂν οὖν ἕτερα τουτέων χρησιμώτερα, οὐδ᾿ ἀναγκαιότερα ἔῃ εἰδέναι δήπου.
したがって、これら以上に有用で、また知ることが不可欠な事柄は他にはあり得ない。
Ὥστε καλῶς καὶ λογισμῷ προσήκοντι ζητήσαντες πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν εὗρον αὐτὰ οἱ πρῶτοι εὑρόντες, καὶ ᾠήθησαν ἀξίην τὴν τέχνην θεῷ προσθεῖναι, ὡς καὶ νομίζεται.
それゆえ、最初の発見者たちは、人間の自然に照らし合わせて、見事に、かつ適切な思考によってこれらを発見し、この医術を神に帰するに値すると考えたのであり、現にそのように信じられている。
Οὐ γὰρ τὸ ξηρὸν, οὐδὲ τὸ ὑγρὸν, οὐδὲ τὸ θερμὸν, οὐδὲ τὸ ψυχρὸν, οὐδ᾿ ἄλλο τουτέων οὐδὲν ἡγησάμενοι οὔτε λυμαίνεσθαι οὔτε προσδέεσθαι οὐδενὸς τουτέων τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἰσχυρὸν ἑκάστου καὶ τὸ κρέσσον τῆς φύσιος τῆς ἀνθρωπίνης·
なぜなら彼らは、乾、湿、熱、冷、あるいはこれらの一切が、人間を害しているとも、あるいは人間がこれらの一切を必要としているとも考えなかったからである。
οὗ μὴ ἠδύνατο κρατέειν, τοῦτο βλάπτειν ἡγήσαντο, καὶ τοῦτο ἐζήτησαν ἀφελέειν.
そうではなく、それぞれの中の「強いもの」、すなわち人間の自然を超えて凌駕するもの、人間が克服し得なかったもの、これこそが害を及ぼすと彼らは考え、これを取り除こうとしたのである。
Ἰσχυρότατον δέ ἐστι τοῦ μὲν γλυκέος τὸ γλυκύτατον, τοῦ δὲ πικροῦ τὸ πικρότατον, τοῦ δὲ ὀξέος τὸ ὀξύτατον, ἑκάστου δὲ πάντων τῶν ἐόντων ἡ ἀκμή·
そして、最も強いものとは、甘いものの中では最も甘いもの、苦いものの中では最も苦いもの、酸っぱいものの中では最も酸っぱいもの、存在するすべてのものにおいてその極みである。
ταῦτα γὰρ ἑώρων καὶ τῷ ἀνθρώπῳ ἐνεόντα καὶ λυμαινόμενα τὸν ἄνθρωπον.
なぜなら彼らは、これらが人間の内にも存在し、人間を害しているのを見たからである。
Ἔνι γὰρ ἀνθρώπῳ καὶ πικρὸν καὶ ἁλμυρὸν, καὶ γλυκὺ καὶ ὀξὺ, καὶ στρυφνὸν καὶ πλαδαρὸν, καὶ ἄλλα μυρία, παντοίας δυνάμιας ἔχοντα, πλῆθός τε καὶ ἰσχύν.
実際、人間の内には、苦いもの、塩辛いもの、甘いもの、酸っぱいもの、渋いもの、生ぬるいもの、その他、あらゆる種類の効力、量、強さを持つ無数のものが含まれている。
Ταῦτα μὲν μεμιγμένα καὶ κεκρημένα ἀλλήλοισιν οὔτε φανερά ἐστιν, οὔτε λυπέει τὸν ἄνθρωπον·
これらは、互いに混合され調和しているときには、目に見えず、人間を苦しめることもない。
ὅταν δέ τι τουτέων ἀποκριθῇ, καὶ αὐτὸ ἐφ᾿ ἑωυτοῦ γένηται, τότε καὶ φανερόν ἐστι καὶ λυπέει τὸν ἄνθρωπον.
しかし、これらのうちのいずれかが分離し、それ自体で単独で存在するようになるとき、それは目に見えるものとなり、かつ人間を苦しめる。
Τοῦτο δὲ, τῶν βρωμάτων ὅσα ἡμῖν ἀνεπιτήδειά ἐστι καὶ λυμαίνεται τὸν ἄνθρωπον ἐμπεσόντα, τουτέων ἕκαστον ἢ πικρόν τι καὶ ἄκρητόν ἔστιν, ἢ ἁλμυρὸν ἢ ὀξὺ, ἢ ἄλλο τι ἄκρητόν τε καὶ ἰσχυρὸν, καὶ διὰ τοῦτο ταρασσόμεθα ὑπ᾿ αὐτέων, ὥσπερ καὶ ὑπὸ τῶν ἐν τῷ σώματι ἀποκρινομένων.
また、私たちにとって不適切であり、体内に入ることで人間を害する食物については、それらの一つ一つが、苦くて混じり気のないもの、あるいは塩辛いもの、あるいは酸っぱいもの、あるいはその他の混じり気のない強力なものであり、このために私たちは、身体の内に分離した物質によって攪乱されるのと同様に、それらによって攪乱されるのである。
Πάντα δὲ ὅσα ἄνθρωπος ἐσθίει ἢ πίνει, τὰ τοιαῦτα βρώματα ἥκιστα τουτέου χυμοῦ ἀκρήτου τε καὶ διαφέροντος δῆλα ἔσται μετέχοντα, οἷον ἄρτος τε καὶ μᾶζα καὶ τὰ ἑπόμενα τουτέοισιν οἷσιν εἴθισται ὥνθρωπος πλείστοισί τε καὶ αἰεὶ χρέεσθαι, ἔξω τῶν πρὸς ἡδονήν τε καὶ κόρον ἠρτυμένων τε καὶ ἐσκευασμένων·
しかし、人間が食べたり飲んだりするすべてのもののうち、人間が最も多く、かつ常に用いる習慣があるパンや大麦粥、およびこれらに類する食物(ただし、快楽や満腹のために調味され調理されたものを除く)は、このような混じり気がなく際立った体液を最も含んでいないことが明らかである。
καὶ ἀπὸ τουτέων πλείστων ἐσιόντων ἐς τὸν ἄνθρωπον ταραχή τε καὶ ἀπόκρισις τῶν ἀμφὶ τὸ σῶμα δυναμίων ἥκιστα γίνεται, ἰσχὺς δὲ, καὶ αὔξησις, καὶ τροφὴ μάλιστα, δι᾿ οὐδὲν ἕτερον γίνεται, ἢ ὅτι εὖ τε ξυγκέκρηται, καὶ οὐδὲν ἔχει ἄκρητον, οὐδὲ ἰσχυρὸν, ἀλλ᾿ ὅλον ἕν τε γέγονε καὶ ἁπλόον καὶ μὴ ἰσχυρόν.
そして、これらが多量に人間の体内に入っても、身体に関わる諸力の攪乱や分離はほとんど起こらず、むしろ体力、成長、栄養が最も多くもたらされる。 これは、それらがよく調和しており、混じり気のあるものや強いものを何も含まず、全体として一つの単純な、強すぎないものになっているからに他ならない。
§1515. Ἀπορέω δ᾿ ἔγωγε, οἱ τὸν λόγον ἐκεῖνον λέγοντες, καὶ ἀπάγοντες ἐκ ταύτης τῆς ὁδοῦ ἐπὶ ὑπόθεσιν τὴν τέχνην, τίνα ποτὲ τρόπον θεραπεύσουσι τοὺς ἀνθρώπους, ὥσπερ ὑποτίθενται.
15. しかし、私は、あの議論を主張し、この探求の道から医術を仮説へとそらす人々が、いったいどのようにして、自分たちの仮説通りに人間を治療するつもりなのか、疑問に思う。
Οὐ γάρ ἐστιν αὐτέοισιν, ὡς ἐγὼ οἶμαι, ἐξευρημένον αὐτό τι ἐφ᾿ ἑωυτοῦ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, μηδενὶ ἄλλῳ εἴδεϊ κοινωνέον, ἀλλ᾿ οἶμαι ἔγωγε ταῦτα πόματα καὶ βρώματα αὐτέοισιν ὑπάρχειν οἷσι πάντες χρεόμεθα.
なぜなら、私自身の考えるところでは、彼らにとって、他のいかなる性質とも結びついていない、それ自体で独立した「熱」や「冷」や「乾」や「湿」なるものが発見されているわけではなく、むしろ、私たちが皆用いているこれらの飲み物や食べ物が、彼らにとっても手元にあるすべてだからである。
Προστιθέασι δὲ τῷ μὲν εἶναι θερμῷ, τῷ δὲ ψυχρῷ, τῷ δὲ ξηρῷ, τῷ δὲ ὑγρῷ.
しかし、彼らは、あるものには「熱い」という性質を、別のものには「冷たい」という性質を、また別のものには「乾いた」を、また別のものには「湿った」という性質を付与しているのである。
Ἐπεὶ ἐκεῖνό γε ἄπορον προστάξαι τῷ κάμνοντι, θερμόν τι προσενέγκασθαι·
というのも、病人に対して「何か熱いものを摂取しなさい」と指示することは不可能だからである。
εὐθὺς γὰρ ἐρωτήσει, τί ἐστιν; ὥστε ληρέειν ἀνάγκη, ἢ ἐς τουτέων τι τῶν γινωσκομένων καταφεύγειν.
なぜなら、病人はすぐに「それは何ですか」と尋ねるであろうから、そうなれば、無意味なことを言うか、あるいは、これらの既知の食物のどれかに逃げ込むしかなくなるからである。
Εἰ δὲ δὴ τυγχάνει τὸ μὲν θερμὸν ἐὸν στριφνὸν, ἄλλο δὲ θερμὸν ἐὸν πλαδαρὸν, ἄλλο δὲ θερμὸν, ἄραδον ἔχον (ἔστι γὰρ καὶ ἄλλα πολλὰ θερμὰ καὶ ἄλλας πολλὰς δυνάμιας ὁπεναντίας ἑωυτοῖσιν ἔχοντα), δεήσει δέ τι αὐτέων προσενεγκεῖν, ἢ τὸ θερμὸν καὶ στριφνὸν, ἢ τὸ θερμὸν καὶ πλαδαρὸν, ἢ ἅμα τὸ ψυχρὸν καὶ στριφνὸν (ἔστι γὰρ καὶ τοῦτο), καὶ τὸ ψυχρόν τε καὶ πλαδαρόν·
もし、ある熱いものが渋いものであり、別の熱いものが生ぬるいものであり、また別の熱いものが動揺を引き起こすものであるとすれば(実際、互いに相反する他の多くの力を有する、多くの熱いものが存在する)、それらのうちのどれか、すなわち「熱くて渋いもの」、あるいは「熱くて生ぬるいもの」、あるいは同時に「冷たくて渋いもの」(このようなものも存在する)、あるいは「冷たくて生ぬるいもの」を投与しなければならなくなる。
ὡς μὲν γὰρ ἔγωγε οἶδα, πᾶν τοὐναντίον ἀφ᾿ ἑκατέρου αὐτέων ἀποβαίνει, καὶ οὐ μόνον ἐν ἀνθρώπῳ, ἀλλὰ καὶ ἐν σκύτεϊ καὶ ἐν ξύλῳ καὶ ἐν ἄλλοισι πολλοῖσιν ἅ ἐστιν ἀνθρώπου ἀναισθητότερα·
私が知る限りでは、それらの各々から全く逆の結果が生じる。 そしてそれは人間の身体においてだけでなく、革や木材、その他、人間よりもはるかに感覚を持たない多くのものにおいても同様である。
οὐ γὰρ τὸ θερμόν ἐστι τὸ τὴν μεγάλην δύναμιν ἔχον, ἀλλὰ τὸ στρυφνὸν καὶ τὸ πλαδαρὸν, καὶ τἆλλα ὅσα μοι εἴρηται, καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ ἕξω τοῦ ἀνθρώπου, καὶ ἐσθιόμενα καὶ πινόμενα καὶ ἔξωθεν ἐπιχριόμενά τε καί πως πλασσόμενα.
なぜなら、大きな力を持っているのは「熱」そのものではなく、「渋さ」や「生ぬるさ」、および私が述べたその他の性質であり、それは人間の内部においても外部においても、また食べたり飲んだりされる場合でも、外部から塗布されたり何らかの形で湿布されたりする場合でも同様だからである。