§5.20.1Καθ’ ἕτερον μὲν λόγον ἡμῖν ἐστιν οἰκειότατον ἄνθρωπος, καθ’ ὅσον εὖ ποιητέον αὐτοὺς καὶ ἀνεκτέον·
ある関係においては、人間は我々にとって最も親しいものである。 我々が彼らに対して善をなし、彼らを耐え忍ばねばならない限りにおいて。
καθ̓ ὅσον δὲ ἐνίστανταί τινες εἰς τὰ οἰκεῖα ἔργα, ἕν τι τῶν ἀδιαφόρων μοι γίνεται ὁ ἄνθρωπος οὐχ ἧσσον ἢ ἥλιος ἢ ἄνεμος ἢ θηρίον.
しかし、ある人々が我々自身の活動を妨げる限りにおいて、人間は私にとって、太陽や風や野獣と何ら変わることのない、どうでもよいものの一つとなる。
ὑπὸ τούτων δὲ ἐνέργεια μέν τις ἐμποδισθείη ἄν, ὁρμῆς δὲ καὶ διαθέσεως οὐ γίνεται ἐμπόδια διὰ τὴν ὑπεξαίρεσιν καὶ τὴν περιτροπήν.
これらによって、ある活動は妨げられるかもしれないが、留保と転換のおかげで、衝動や心の構えの妨げにはならない。
περιτρέπει γὰρ καὶ μεθίστησι πᾶν τὸ τῆς ἐνεργείας κώλυμα ἡ διάνοια εἰς τὸ προηγούμενον καὶ πρὸ ἔργου γίνεται τὸ τοῦ ἔργου τούτου ἐφεκτικὸν καὶ πρὸ ὁδοῦ τὸ τῆς ὁδοῦ ταύτης ἐνστατικόν.
なぜなら、精神は活動に対するあらゆる障害を転換し、自らの主たる目的へと移行させるからである。 そして、その活動を阻むものがその活動を前進させるものとなり、その道を妨げるものがその道を進めるものとなる。