Humanitext Reader

アルキメデス · 砂粒を数えるもの §2

宇宙の直径の限界とケシ粒による砂粒の測定

4 / 9 箇所 · ギリシア語

要旨

宇宙の直径が地球の直径の1万倍および100億スタディオン未満であることを論証し、次いで砂粒の数とケシ粒の直径に関する基礎的な仮定とその測定実験を提示する。

§2ΙΙ. Τούτων δὲ ὑποκειμένων δείκνυται καὶ τάδε·
Ⅱ. これらが前提とされると、以下のようなことも示される。
οἷον ἁ διάμετρος τοῦ κόσμου τᾶς διαμέτρου τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ μυριοπλασίων, καὶ ἔτι ἁ διάμετρος τοῦ κόσμου ἐλάττων ἐστὶν ἢ σταδίων μυριάκις μυριαδες ρ.
すなわち、宇宙の直径は地球の直径の一万倍よりも小さく、さらに宇宙の直径は百億スタディオンよりも小さい。
Ἐπεὶ γὰρ ὑπόκειται τὰν διάμετρον τοῦ ἁλίου μὴ μείζω εἶμεν ἢ τριακονταπλασίονα τᾶς διαμέτρου τᾶς σελήνας, τὰν δὲ διάμετρον τᾶς γᾶς μείζω εἶμεν τᾶς διαμέτρου τᾶς σελήνας, δῆλον ὡς ἁ διάμετρος τοῦ ἁλίου ἐλάττων ἐστὶν ἢ τριακονταπλασίων τᾶς διαμέτρου τᾶς γᾶς.
なぜなら、太陽の直径は月の直径の三十倍よりも大きくないと前提されており、地球の直径は月の直径よりも大きいと前提されているので、太陽の直径が地球の直径の三十倍よりも小さいことは明らかだからである。
Πάλιν δέ, ἐπεὶ ἐδείχθη ἁ διάμετρος τοῦ ἁλίου μείζων ἐοῦσα τᾶς τοῦ χιλιαγώνου πλευρᾶς τοῦ εἰς τὸν μέγιστον κύκλον ἐγγραφομένου τῶν ἐν τῷ κόσμῳ, φανερὸν ὅτι ἁ τοῦ χιλιαγώνου περίμετρος τοῦ εἰρημένου ἐλάττων ἐστὶν ἢ χιλιοπλασίων τᾶς διαμέτρου τοῦ ἁλίου.
他方、太陽の直径は、宇宙の中の最大の円に内接する千角形の辺よりも大きいことが示されたので、前述の千角形の周長が、太陽の直径の千倍よりも小さいことは明白である。
Ἁ δὲ διάμετρος τοῦ ἁλίου ἐλάττων ἐστὶν ἢ τριακονταπλασίων τᾶς διαμέτρου τᾶς γᾶς ὥστε ἁ περίμετρος τοῦ χιλιαγώνου ἐλάττων ἐστὶν ἢ τρισμυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς.
そして太陽の直径は地球の直径の三十倍よりも小さいので、千角形の周長は地球の直径の三万倍よりも小さい。
Ἐπεὶ οὖν ἁ περίμετρος τοῦ χιλιαγώνου τᾶς μὲν διαμέτρου τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ τρισμυριοπλασίων, τᾶς δὲ διαμέτρου τοῦ κόσμου μείζων ἢ τριπλασίων δέδεικται γάρ τοι διότι παντὸς κύκλου ἁ διάμετρος ἐλάττων ἐστὶν ἢ τρίτον μέρος παντὸς πολυγωνίου τᾶς περιμέτρου, ὅ κα ἰσόπλευρον ᾖ καὶ πολυγωνότερον τοῦ ἑξαγώνου ἐγγεγραμμένον ἐν τῷ κύκλῳ εἴη κα ἁ διάμετρος τοῦ κόσμου ἐλάττων ἢ μυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς.
したがって、千角形の周長は、地球の直径の三万倍よりも小さい一方、宇宙の直径の三倍よりも大きいので(というのも、円に内接するいかなる多角形も、それが等辺でありかつ六角形よりも多くの角を持つならば、その円の直径はその多角形の周長の三分の一よりも小さいことが、すでに証明されているからである)、宇宙の直径は地球の直径の一万倍よりも小さいであろう。
Ἁ μὲν οὖν διάμετρος τοῦ κόσμου ἐλάττων ἐοῦσα ἢ μυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς δέδεικται·
こうして、宇宙の直径が地球の直径の一万倍よりも小さいことが示された。
ὅτι δὲ ἐλάττων ἐστὶν ἁ διάμετρος τοῦ κόσμου ἢ σταδίων μυριάκις μυριάδες ρ ἐκ τούτου δῆλον·
そして、宇宙の直径が百億スタディオンよりも小さいことは、次のことから明らかである。
ἐπεὶ γὰρ ὑπόκειται τὰν περίμετρον τᾶς γᾶς μὴ μείζονα εἶμεν ἢ τριακοσίας μυριάδας σταδίων, ἁ δὲ περίμετρος τᾶς γᾶς μείζων ἐστὶν ἢ τριπλασία τᾶς διαμέτρου διὰ τὸ παντὸς κύκλου τὰν περιφέρειαν μείζονα εἶμεν ἢ τριπλασίονα τᾶς διαμέτρου, δῆλον ὡς ἁ διάμετρος τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ σταδίων μυριάδες.
というのも、地球の周長は三百万スタディオンよりも大きくないと前提されており、地球の周長は直径よりも三倍以上大きい(なぜなら、いかなる円の円周も直径の三倍より大きいからである)ので、地球の直径が百万スタディオンよりも小さいことは明らかだからである。
Ἐπεὶ οὖν ἁ τοῦ κόσμου διάμετρος ἐλάττων ἐστὶν ἢ μυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς, δῆλον ὡς ἁ τοῦ κόσμου διάμετρος ἐλάττων ἐστὶν ἢ σταδίων μυριάκις μυριάδες ρ.
したがって、宇宙の直径は地球の直径の一万倍よりも小さいので、宇宙の直径が百億スタディオンよりも小さいことは明らかである。
Περὶ μὲν οὖν τῶν μεγεθέων καὶ τῶν ἀποστημάτων ταῦτα ὑποτίθεμαι, περὶ δὲ τοῦ ψάμμου τάδε·
さて、大きさや距離については、私はこれらのことを前提とする。
εἴ κα ᾖ τι συγκείμενον μέγεθος ἐκ τοῦ ψάμμου μὴ μεῖζον μάκωνος, τὸν ἀριθμὸν αὐτοῦ μὴ μείζονα εἶμεν μυρίων, καὶ τὰν διάμετρον τᾶς μάκωνος μὴ ἐλάττονα εἶμεν ἢ τετρωκοστομόριον δακτύλου.
しかし、砂については以下の通りである。 もし砂からなるある大きさがケシ粒より大きくないならば、その個数は一万より大きくなく、ケシ粒の直径は指幅の四十分の一よりも小さくない、と。
Ὑποτίθεμαι δὲ τοῦτο ἐπισκεψάμενος τόνδε τὸν τρόπον ἐτέθεν ἐπὶ κανόνα λεῖον μάκωνες ἐπʼ εὐθείας ἐπὶ μίαν κείμεναι ἁπτόμεναι ἀλλαλᾶν, καὶ ἀνέλαβον αἱ κε μάκωνες πλέονα τόπον δακτυλιαίου μάκεος.
私がこのように仮定するのは、次のような方法で観察したからである。 平らな定規の上にケシ粒を、一列の直線上に互いに接するように並べたところ、二十五粒のケシ粒が一指幅の長さよりも広い場所を占めた。
Ἐλάττονα οὖν τιθεὶς τὰν διάμετρον τᾶς μάκωνος ὑποτίθεμαι ὡς τετρωκοστομόριον εἶμεν δακτύλου καὶ μὴ ἐλάττονα βουλόμενος καὶ διὰ τούτων ἀναμφιλογώτατα δείκνυσθαι τὸ προκείμενον.
それゆえ、私は安全のためにケシ粒の直径をより小さく見積もり、それが指幅の四十分の一であると前提する。 私はこれより小さくないと前提することを望むが、それはこれにより、提示された命題が最も疑いようのない形で証明されるようにするためである。

語釈・文法注

  1. 25μυριάκις μυριάδες ρ — ギリシア語の命数法において、μυριάκις μυριάδες は 10,000 × 10,000 で「1億(万の万倍)」を表す。これに ρ(100)が掛けられているため、全体で「100億」を意味する。
  2. p.144τὰν δὲ διάμετρον τᾶς γᾶς μείζω εἶμεν τᾶς διαμέτρου τᾶς σελήνας — 対格不定詞句。接続詞 ὡς / ὅτι 等を伴わず、前に置かれた動詞 ὑπόκειται(前提されている)の主語(または目的語)として機能している。εἶμεν はドーリス方言における εἶναι の形。
  3. p.144ὅτι δὲ ἐλάττων ἐστὶν ἁ διάμετρος τοῦ κόσμου ἢ σταδίων μυριάκις μυριάδες ρ ἐκ τούτου δῆλον· — 主節の動詞 ἐστί が省略されており、ἐκ τούτου δῆλον で「このことから明らかである」という叙述をなす。ὅτι 節(宇宙の直径が100億スタディオンより小さいこと)が文全体の主語(主文)として機能している。
  4. p.145δῆλον ὡς ἁ διάμετρος τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ σταδίων μυριάδες. — 写本や校訂本によっては σταδίων ἑκατὸν μυριάδων または σταδίων μυριάδες ἑκατόν 等とされるが、文脈上 3,000,000 / 3 = 1,000,000 であるため、「地球の直径が100万スタディオン(万の100倍)より小さい」ことを指す。
  5. p.145εἴ κα ᾖ τι συγκείμενον μέγεθος ... τὸν ἀριθμὸν αὐτοῦ μὴ μείζονα εἶμεν — 条件節 εἴ κα ᾖ (εἴ κε + 接続法、アッティカ方言の ἐάν + 接続法に相当)を伴う間接記述。主文の動詞 ὑποτίθεμαι (仮定する)に係り、対格不定詞句(τὸν ἀριθμὸν ... εἶμεν)がその内容となる。

この箇所を引用する

アルキメデス, 砂粒を数えるもの §2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。