Humanitext Reader

阿基米德 · 数沙术 §2

宇宙直径的上限与罂粟子沙粒的测量

第 4 段,共 9 段 · 希腊语

内容简介

论证了宇宙直径小于地球直径的一万倍且小于百亿斯塔德,随后提出了关于沙粒数量与罂粟子直径的基础假设,并说明了其实际测量实验。

§2ΙΙ. Τούτων δὲ ὑποκειμένων δείκνυται καὶ τάδε· οἷον ἁ διάμετρος τοῦ κόσμου τᾶς διαμέτρου τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ μυριοπλασίων, καὶ ἔτι ἁ διάμετρος τοῦ κόσμου ἐλάττων ἐστὶν ἢ σταδίων μυριάκις μυριαδες ρ.
Ⅱ. 在这些假设下,以下结论也得到了证明:即宇宙的直径小于地球直径的一万倍,而且宇宙的直径小于百亿斯塔德。
Ἐπεὶ γὰρ ὑπόκειται τὰν διάμετρον τοῦ ἁλίου μὴ μείζω εἶμεν ἢ τριακονταπλασίονα τᾶς διαμέτρου τᾶς σελήνας, τὰν δὲ διάμετρον τᾶς γᾶς μείζω εἶμεν τᾶς διαμέτρου τᾶς σελήνας, δῆλον ὡς ἁ διάμετρος τοῦ ἁλίου ἐλάττων ἐστὶν ἢ τριακονταπλασίων τᾶς διαμέτρου τᾶς γᾶς.
因为既然假设太阳的直径不大于月球直径的三十倍,且地球的直径大于月球的直径,显然太阳的直径小于地球直径的三十倍。
Πάλιν δέ, ἐπεὶ ἐδείχθη ἁ διάμετρος τοῦ ἁλίου μείζων ἐοῦσα τᾶς τοῦ χιλιαγώνου πλευρᾶς τοῦ εἰς τὸν μέγιστον κύκλον ἐγγραφομένου τῶν ἐν τῷ κόσμῳ, φανερὸν ὅτι ἁ τοῦ χιλιαγώνου περίμετρος τοῦ εἰρημένου ἐλάττων ἐστὶν ἢ χιλιοπλασίων τᾶς διαμέτρου τοῦ ἁλίου.
再者,既然已经证明太阳的直径大于内接于宇宙中最大圆的千边形的边长,显而易见,上述千边形的周长小于太阳直径的一千倍。
Ἁ δὲ διάμετρος τοῦ ἁλίου ἐλάττων ἐστὶν ἢ τριακονταπλασίων τᾶς διαμέτρου τᾶς γᾶς ὥστε ἁ περίμετρος τοῦ χιλιαγώνου ἐλάττων ἐστὶν ἢ τρισμυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς.
而太阳的直径小于地球直径的三十倍,因此千边形的周长小于地球直径的三万倍。
Ἐπεὶ οὖν ἁ περίμετρος τοῦ χιλιαγώνου τᾶς μὲν διαμέτρου τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ τρισμυριοπλασίων, τᾶς δὲ διαμέτρου τοῦ κόσμου μείζων ἢ τριπλασίων δέδεικται γάρ τοι διότι παντὸς κύκλου ἁ διάμετρος ἐλάττων ἐστὶν ἢ τρίτον μέρος παντὸς πολυγωνίου τᾶς περιμέτρου, ὅ κα ἰσόπλευρον ᾖ καὶ πολυγωνότερον τοῦ ἑξαγώνου ἐγγεγραμμένον ἐν τῷ κύκλῳ εἴη κα ἁ διάμετρος τοῦ κόσμου ἐλάττων ἢ μυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς.
因此,既然千边形的周长小于地球直径的三万倍,而大于宇宙直径的三倍(因为我们已经证明,任何圆的直径都小于任何内接于该圆且为等边且边数多于六边形的多边形周长的三分之一),那么宇宙的直径就会小于地球直径的一万倍。
Ἁ μὲν οὖν διάμετρος τοῦ κόσμου ἐλάττων ἐοῦσα ἢ μυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς δέδεικται·
这样,宇宙的直径小于地球直径的一万倍便得到了证明。
ὅτι δὲ ἐλάττων ἐστὶν ἁ διάμετρος τοῦ κόσμου ἢ σταδίων μυριάκις μυριάδες ρ ἐκ τούτου δῆλον· ἐπεὶ γὰρ ὑπόκειται τὰν περίμετρον τᾶς γᾶς μὴ μείζονα εἶμεν ἢ τριακοσίας μυριάδας σταδίων, ἁ δὲ περίμετρος τᾶς γᾶς μείζων ἐστὶν ἢ τριπλασία τᾶς διαμέτρου διὰ τὸ παντὸς κύκλου τὰν περιφέρειαν μείζονα εἶμεν ἢ τριπλασίονα τᾶς διαμέτρου, δῆλον ὡς ἁ διάμετρος τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ σταδίων μυριάδες.
而宇宙的直径小于百亿斯塔德,从以下事实中可以明显看出:因为既然假设地球的周长不大于三百万斯塔德,而地球的周长又大于其直径的三倍(因为任何圆的圆周都大于其直径的三倍),显然地球的直径小于一百万斯塔德。
Ἐπεὶ οὖν ἁ τοῦ κόσμου διάμετρος ἐλάττων ἐστὶν ἢ μυριοπλασίων τᾶς διαμέτρου τᾶς γᾶς, δῆλον ὡς ἁ τοῦ κόσμου διάμετρος ἐλάττων ἐστὶν ἢ σταδίων μυριάκις μυριάδες ρ.
因此,既然宇宙的直径小于地球直径的一万倍,显然宇宙的直径小于百亿斯塔德。
Περὶ μὲν οὖν τῶν μεγεθέων καὶ τῶν ἀποστημάτων ταῦτα ὑποτίθεμαι, περὶ δὲ τοῦ ψάμμου τάδε· εἴ κα ᾖ τι συγκείμενον μέγεθος ἐκ τοῦ ψάμμου μὴ μεῖζον μάκωνος, τὸν ἀριθμὸν αὐτοῦ μὴ μείζονα εἶμεν μυρίων, καὶ τὰν διάμετρον τᾶς μάκωνος μὴ ἐλάττονα εἶμεν ἢ τετρωκοστομόριον δακτύλου.
关于大小和距离,我作如上假设,而关于沙子,则作如下假设:如果有一个由沙子组成的、不大于一粒罂粟子大小的体积,其所含沙粒的数量不大于一万,且罂粟子的直径不小于指宽的四十分之一。
Ὑποτίθεμαι δὲ τοῦτο ἐπισκεψάμενος τόνδε τὸν τρόπον ἐτέθεν ἐπὶ κανόνα λεῖον μάκωνες ἐπʼ εὐθείας ἐπὶ μίαν κείμεναι ἁπτόμεναι ἀλλαλᾶν, καὶ ἀνέλαβον αἱ κε μάκωνες πλέονα τόπον δακτυλιαίου μάκεος.
我作此假设是通过以下方式进行观察的:将一些罂粟子排在光滑的直尺上,呈一直线且相互接触,结果二十五粒罂粟子占用的空间大于一指宽的长度。
Ἐλάττονα οὖν τιθεὶς τὰν διάμετρον τᾶς μάκωνος ὑποτίθεμαι ὡς τετρωκοστομόριον εἶμεν δακτύλου καὶ μὴ ἐλάττονα βουλόμενος καὶ διὰ τούτων ἀναμφιλογώτατα δείκνυσθαι τὸ προκείμενον.
因此,为了安全起见,我假设罂粟子的直径为指宽的四十分之一,我希望它不小于此值,以便通过这些假设使摆在我们面前的命题得到最无可争议的证明。

词汇与语法注释

  1. 25μυριάκις μυριάδες ρ — 在古希腊记数法中,μυριάκις μυριάδες 表示“一亿”(万万)。乘以 ρ(100)后,整个表达式代表“百亿”(10,000,000,000)。
  2. p.144τὰν δὲ διάμετρον τᾶς γᾶς μείζω εἶμεν τᾶς διαμέτρου τᾶς σελήνας — 这是“对格加不定式”句型。它作为前述动词 ὑπόκειται(假设)的主语(或宾语)起作用,而没有由 ὡς 或 ὅτι 等连词引导。εἶμεν 是多利安方言中的 εἶναι 形式。
  3. p.144ὅτι δὲ ἐλάττων ἐστὶν ἁ διάμετρος τοῦ κόσμου ἢ σταδίων μυριάκις μυριάδες ρ ἐκ τούτου δῆλον· — 主句省略了系动词 ἐστί,以 ἐκ τούτου δῆλον 构成谓语陈述“从此中可以明显看出”。整个 ὅτι 引导的从句(“宇宙的直径小于百亿斯塔德”)作为全句的主语。
  4. p.145δῆλον ὡς ἁ διάμετρος τᾶς γᾶς ἐλάττων ἐστὶν ἢ σταδίων μυριάδες. — 根据手稿或校勘本,此处或读作 σταδίων ἑκατὸν μυριάδων 或 σταδίων μυριάδες ἑκατόν 等,但在语境中,由于 3,000,000 / 3 = 1,000,000,它指的是“地球直径小于一百万(一百个万)斯塔德”。
  5. p.145εἴ κα ᾖ τι συγκείμενον μέγεθος ... τὸν ἀριθμὸν αὐτοῦ μὴ μείζονα εἶμεν — 带条件从句 εἴ κα ᾖ(相当于雅典方言的 ἐάν + 虚拟语气)的间接陈述。对格加不定式结构(τὸν ἀριθμὸν ... εἶμεν)取决于主句动词 ὑποτίθεμαι(我假设)。

引用这一段

阿基米德, 数沙术 §2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。