§952ἀλλὰ τάδε μὲν ἐντελῶς ἐν τῇ Παρθικῇ συγγραφῇ λέξω·
しかし、これらのことはパルティアに関する記述の中で完全に語ることにしよう。
τῆς δὲ βίβλου τῆσδε οὔσης Συριακῆς, ὅπως μὲν ἔσχον Συρίαν Ῥωμαῖοι καὶ συνέστησαν ἐς τὰ νῦν ὄντα, εἴρηται, οὐκ ἀπεικὸς δὲ τὰ Μακεδόνων ἐπιδραμεῖν.
この書はシリアに関するものであるから、ローマ人がどのようにシリアを手に入れ、現在の状態へと組織したかはすでに述べられたが、ローマ人の前にシリアを支配していたマケドニア人の歴史を概観することも不当ではなかろう。
οἳ πρὸ Ῥωμαίων Συρίας ἐβασίλευον. Ἀλέξανδρος μὲν δὴ βασιλεὺς ἦν ἐπὶ Πέρσαις Σύρων, ὁ καὶ πάντων βασιλεὺς ὅσων εἶδεν·
さて、アレクサンドロスは、ペルシア人に代わってシリア人の王となり、また彼が目にしたすべてのものの王でもあった。
Ἀλεξάνδρου δʼ ἀποθανόντος ἐπὶ παισὶ τῷ μὲν βραχεῖ πάνυ τῷ δὲ ἔτι κυϊσκομένῳ, οἱ μὲν Μακεδόνες, πόθῳ τοῦ Φιλιππείου γένους, εἵλοντο σφῶν βασιλεύειν Ἀριδαῖον τὸν ἀδελφὸν Ἀλεξάνδρου, καίπερ οὐκ ἔμφρονα νομιζόμενον εἶναι, μετονομάσαντες δὴ Φίλιππον ἀντὶ Ἀριδαίου, τρεφομένων ἔτι τῶν παίδων Ἀλεξάνδρου ἐφύλαξαν γὰρ δὴ καὶ τὴν κύουσαν), οἱ φίλοι δʼ ἐς σατραπείας ἐνείμαντο τὰ ἔθνη, Περδίκκου διανέμοντος αὐτοῖς ὑπὸ τῷ βασιλεῖ Φιλίππῳ.
アレクサンドロスが、極めて幼い一人の子と、まだ胎内にいるもう一人の子を残して亡くなったとき、マケドニア人たちはフィリッポスの家系への思慕から、アレクサンドロスの子らがまだ養育されている間(彼らは妊娠中の女性をも保護したからである)、正気ではないと考えられていたにもかかわらず、アレクサンドロスの兄弟であるアリダイオスを自分たちの王に選び、彼をアリダイオスではなくフィリッポスと改名した。 一方、その「友(将軍)」たちは、フィリッポス王の下でペルディッカスが彼らに配分する形で、諸民族をサトラペイア(総督領)に分割した。
καὶ οὐ πολὺ ὕστερον τῶν βασιλέων ἀποθανόντων βασιλεῖς ἐγένοντο οἱ σατράπαι.
そしてそれからまもなく、それらの王たちが亡くなると、サトラップ(総督)たちが自ら王となった。
Σύρων δὴ πρῶτος γίγνεται σατράπης Λαομέδων ὁ Μιτυληναῖος ἔκ τε Περδίκκου καὶ ἐξ Ἀντιπάτρου τοῦ μετὰ τὸν Περδίκκαν προστατεύσαντος τῶν βασιλέων.
シリアの最初のサトラップとなったのは、ペルディッカス、およびペルディッカスの後に王たちの後見人となったアンティパトロスから任命された、ミュティレネのラオメドンであった。
Λαομέδοντα δʼ ἐπιπλεύσας Πτολεμαῖος ὁ τῆς Αἰγύπτου σατράπης ἔπειθε πολλοῖς χρήμασιν ἐγχειρίσαι οἱ τὴν Συρίαν, προβολήν τε οὖσαν Αἰγύπτου καὶ ἐπιχείρημα κατὰ Κύπρου.
エジプトのサトラップであるプトレマイオスは、ラオメドンに対して船で攻め入り、エジプトの前衛でありキプロス攻撃の足がかりでもあるシリアを、多額の金銭で彼に引き渡すよう説得しようとした。
καὶ οὐ πειθόμενον συλλαμβάνει·
そして説得に応じない彼を捕らえた。
ὁ δὲ τοὺς φύλακας διαφθείρας πρὸς Ἀλκέταν ἔφυγεν ἐς Καρίαν.
しかしラオメドンは番兵たちを買収してアルケタスのもと、カリアへと逃亡した。
καί τινα χρόνον ὁ Πτολεμαῖος ἦρχε Συρίας, καὶ φρουρὰς ἐν ταῖς πόλεσι καταλιπὼν ἐς Αἴγυπτον ἀπέπλει.
そしてしばらくの間、プトレマイオスがシリアを支配し、都市に守備隊を残してエジプトへ船で帰還した。
§953Ἀντίγονος δʼ ἦν Φρυγίας μὲν καὶ Λυκίας καὶ Παμφυλίας σατράπης, ἐπίσκοπος δʼ εἶναι τῆς ὅλης Ἀσίας ἐξ Ἀντιπάτρου περῶντος ἐς τὴν Εὐρώπην ἀπολελειμμένος Εὐμένη τὸν Καππαδοκίας σατράπήν, ψηφισαμένων εἶναι πολέμιον τῶν Μακεδόνων, ἐπολιόρκει.
一方、アンティゴノスはフリュギア、リュキア、パンフリアのサトラップであったが、ヨーロッパに渡るアンティパトロスによってアジア全体の監督官として残されており、マケドニア人たちから敵と宣告されていたカッパドキアのサトラップ、エウメネスを包囲していた。
ὁ δὲ αὐτὸν ἐκφεύγει, καὶ τὴν Μηδικὴν ἐκρατύνετο ἑαυτῷ.
しかしエウメネスは彼から逃れ、メディア地方を自らの支配下に固めた。
ἀλλʼ Εὐμένη μὲν κτείνει καταλαβὼν ὁ Ἀντίγονος, καὶ ἐπανιὼν ὑπεδέχθη λαμπρῶς ὑπὸ Σελεύκου σατραπεύοντος ἐν Βαβυλῶνι.
しかしアンティゴノスはエウメネスを捕らえて殺害し、帰還の途上でバビロンにおいてサトラップを務めていたセレウコスによって盛大に迎えられた。
ὑβρίσαντος δέ τινα τῶν ἡγεμόνων τοῦ Σελεύκου, καὶ οὐ κοινώσαντος Ἀντιγόνῳ παρόντι, χαλεπήνας ὁ Ἀντίγονος ᾔτει λογισμοὺς χρημάτων τε καὶ κτημάτων.
ところが、セレウコスの部下の一人が無礼な振る舞いをし、その場に居合わせたアンティゴノスに相談しなかったため、怒ったアンティゴノスは金銭と財産の会計報告を要求した。
ὁ δὲ ἀσθενέστερος ὢν Ἀντίγονου πρὸς Πτολεμαῖον ἐς Αἴγυπτον ὑπεχώρει.
セレウコスはアンティゴノスより弱体であったため、プトレマイオスのもとエジプトへ避難した。
καὶ ὁ Ἀντίγονος εὐθὺς ἐπὶ τῇ φυγῇ τοῦ Σελεύκου Βλίτορά τε, Μεσοποταμίας ἡγούμενον, παρέλυσε τῆς ἀρχῆς, ὅτι Σέλευκον μεθῆκεν ἀπιόντα, καὶ τὴν Βαβυλωνίαν καὶ τὴν Μεσοποταμίαν καὶ ὅσα ἄλλα ἐκ Μήδων ἐπὶ τὸν Ἑλλήσποντον ἔθνη, καθίστατο ἑαυτῷ, ἤδη καὶ Ἀντιπάτρου τεθνεῶτος.
そしてアンティゴノスは、セレウコスの逃亡の直後、セレウコスが去るのを許したという理由で、メソポタミアの支配者ヴリトールを罷免し、アンティパトロスがすでに亡くなっていたこともあって、バビロニア、メソポタミア、その他メディアからヘレスポントスに至るすべての諸民族を自分の配下に置いた。
ἐπίφθονός τε εὐθὺς ἐκ τῶνδε τοῖς ἄλλοῖς σατράπαις ἐγίγνετο, γῆς ἄρχων τοσῆσδε.
これによって彼は、これほど広大な土地の支配者として、直ちに他のサトラップたちから嫉妬されるようになった。
διὸ καὶ μάλιστα τῷ Σελεύκῳ παρακαλοῦντι συνέθεντο Πτολεμαῖός τε καὶ Λυσίμαχος ὁ Θρᾴκης σατράπης καὶ Κάσσανδρος ὁ Ἀντιπάτρου, Μακεδόνων ἐπὶ τῷ πατρὶ ἡγούμενος·
そのため、とりわけセレウコスの招きに応じて、プトレマイオス、トラキアのサトラップであるリュシマコス、そして父の跡を継いでマケドニア人を率いていたアンティパトロスの息子カッサンドロスが同盟を結んだ。
καὶ ὁμοῦ πρεσβευσάμενοι τὸν Ἀντίγονον ἠξίουν τὴν ἐπίκτητον αὐτῷ γενομένην γῆν τε καὶ χρήματα πρός τε σφᾶς νείμασθαι καὶ πρὸς ἑτέρους Μακεδόνας, οἳ τῶν σατραπειῶν ἐξεπεπτώκεσαν.
彼らは共同で使節を送ってアンティゴノスに対し、彼が新たに獲得した土地と財産を自分たちや、サトラペイアから追放された他のマケドニア人たちと分割することを要求した。
ἐπιχλευάσαντος δὲ αὐτοὺς τοῦ Ἀντιγόνου οἱ μὲν ἐς πόλεμον καθίσταντο κοινόν, ὁ δὲ ἀντιπαρεσκευάζετο, καὶ ἐξέβαλλε τὰς φρουρὰς ὅσαι ἔτι ἦσαν ἐν τῇ Συρίᾳ Πτολεμαίου, καὶ Φοινίκης τε καὶ τῆς λεγομένης κοίλης τὰ ἔτι ὑπήκοα τοῦ Πτολεμαίου πρὸς ἑαυτὸν ἀθρόως περιέσπα.
アンティゴノスが彼らを嘲笑したため、彼らは共同の戦争に突入し、アンティゴノスもまた対抗して準備を整え、シリアにまだ残っていたプトレマイオスの守備隊を追放し、フェニキアといわゆるコイレ・シリアのうち、なおもプトレマイオスに服属していた地域を一挙に自らの配下に引き入れた。
§954χωρῶν δʼ ὑπὲρ τὰς Κιλικίους πύλας, Δημήτριον τὸν υἱόν, ἀμφὶ δύο καὶ εἴκοσιν ἔτη γεγονότα, ἐν Γάζῃ μετὰ τοῦ στρατοῦ καταλείπει πρὸς τὰς ὁρμὰς Πτολεμαίου τὰς ἀπʼ Αἰγύπτου.
彼はキリキアの門を越えて進み、エジプトからのプトレマイオスの侵攻に備えて、約22歳の息子デメトリオスを軍勢とともにガザに残した。
τοῦτον ὁ Πτολεμαῖος ἐνίκα περὶ τὴν Γάζαν μάχῃ λαμπρῶς, καὶ τὸ μειράκιον ἐς τὸν πατέρα ἐχώρει.
プトレマイオスはガザ付近の戦いでこのデメトリオスに輝かしい勝利を収め、若者は父のもとへと退却した。
Πτολεμαῖος δʼ αὐτίκα τὸν Σέλευκον ἐς τῆν Βαβυλῶνα πέμπει, τὴν ἀρχὴν ἀναληψόμενον·
プトレマイオスは直ちにセレウコスをバビロンへ送り、その支配権を奪還させようとした。
καὶ πεζοὺς ἐς τοῦτο ἔδωκεν αὐτῷ χιλίους, καὶ τριακοσίους ἱππέας.
そしてこのために彼に歩兵千人と騎兵三百人を与えた。
καὶ σὺν οὕτως ὀλίγοις ὁ Σέλευκος τήν τε Βαβυλωνίαν, προθύμως αὐτὸν ἅμα τῶν ἀνδρῶν ἐκδεχομένων, ἀνέλαβε, καὶ τὴν ἀρχὴν μετʼ οὐ πολὺ ἐς μέγα προήγαγεν.
セレウコスはこのように少数の軍勢でありながら、バビロニアの人々が彼を熱烈に迎えたこともあってバビロニアを奪還し、それからまもなくその支配権を大いに拡張した。
ὁ δʼ Ἀντίγονος Πτολεμαῖον ἠμύνετο, καὶ ναυμαχίᾳ περὶ Κύπρον ἐνίκα περιφανεῖ, Δημητρίου τοῦ παιδὸς στρατηγοῦντος·
一方、アンティゴノスはプトレマイオスに報復し、息子のデメトリオスが指揮を執るなか、キプロス沖の海戦で目覚ましい勝利を収めた。
ἐφʼ ὅτῳ λαμπροτάτῳ γενομένῳ ὁ στρατὸς ἀνεῖπεν ἄμφω βασιλέας, Ἀντίγονόν τε καὶ Δημήτριον, ἤδη καὶ τῶν βασιλέων τεθνεώτων, Ἀριδαίου τε τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος καὶ τῶν υἱῶν Ἀλεξάνδρου.
この極めて輝かしい成功を受けて、軍勢はアンティゴノスとデメトリオスの双方を王と宣言した。 このときすでに、かつての王たち、すなわちフィリッポス・アリダイオス、オリュンピアス、そしてアレクサンドロスの子らは亡くなっていた。
ἀνεῖπε δὲ καὶ Πτολεμαῖον ὁ οἰκεῖος αὐτοῦ στρατὸς βασιλέα, ὡς μή τι διὰ τὴν ἧσσαν μειονεκτοίη τῶν νενικηκότων.
また、プトレマイオスの味方の軍勢も、敗北のせいで勝者たちに対して不当に劣ることがないように、彼を王と宣言した。
τοῖσδε μὲν δὴ τυχεῖν ὁμοίων συνηνέχθη κατʼ ἐναντίας αἰτίας, εἵποντο δʼ εὐθὺς αὐτοῖς οἱ λοιποί, καὶ βασιλεῖς ἅπαντες ἐκ σατραπῶν ἐγίγνοντο.
このように、彼らは相反する理由から同じ結果を得るに至り、すぐに他の者たちもこれに続き、サトラップ(総督)からすべての者が王となった。