§955οὕτω δὴ καὶ ὁ Σέλευκος ἐβασίλευσε τῆς Βαβυλωνίας.
このようにして、セレウコスもバビロニアの王となった。
ἐβασίλευσε δὲ καὶ Μηδίας, Νικάτορα κτείνας αὐτὸς ἐν τῇ μάχῃ, τὸν ὑπʼ Ἀντιγόνου Μηδίας σατραπεύειν ἀπολελειμμένον.
彼はまた、メディアの王ともなった。 自ら戦いの中で、アンティゴノスによってメディアの総督として残されていたニカトルを殺したからである。
πολέμους δʼ ἐπολέμησε πολλοὺς Μακεδόσι καὶ βαρβάροις, καὶ τούτων Μακεδόσι μὲν δύο μεγίστους, τὸν μὲν ὕστερον Λυσιμάχῳ βασιλεύοντι Θρᾴκης, τὸν δὲ πρότερον Ἀντιγόνῳ περὶ Ἴψον τῆς Φρυγίας, αὐτῷ στρατηγοῦντι καὶ αὐτῷ μαχομένῳ, καίπερ ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονότι.
彼はマケドニア人や異民族と多くの戦争を戦ったが、これらのうちマケドニア人とは二つの最大の戦争を戦った。 後の方はトラキアの王であったリュシマコスに対してであり、前の方は、すでに八十歳を超えていたにもかかわらず自ら軍を率いて自ら戦ったアンティゴノスに対して、フリュギアのイプソス付近で行われた。
πεσόντος δʼ Ἀντιγόνου κατὰ τὴν μάχην, ὅσοι βασιλεῖς τὸν Ἀντίγονον ἅμα τῷ Σελεύκῳ καθῃρήκεσαν, τὴν Ἀντιγόνου γῆν διενέμοντο.
戦いの中でアンティゴノスが倒れると、セレウコスとともにアンティゴノスを打倒した王たちが、アンティゴノスの土地を分割した。
καὶ ὁ Σέλευκος τότε τῆς μετʼ Εὐφράτην Συρίας ἐπὶ θαλάσσῃ καὶ Φρυγίας τῆς ἀνὰ τὸ μεσόγειον ἄρχειν διέλαχεν.
そしてその時、セレウコスはユーフラテス川以遠の海に面したシリアと、内陸のフリュギアの支配を分け与えられた。
ἐφεδρεύων δὲ ἀεὶ τοῖς ἐγγὺς ἔθνεσι, καὶ δυνατὸς ὢν βιάσασθαι καὶ πιθανὸς προσαγαγέσθαι, ἦρξε Μεσοποταμίας καὶ Ἀρμενίας καὶ Καππαδοκίας τῆς Σελευκίδος λεγομένης καὶ Περσῶν καὶ Παρθυαίων καὶ Βακτρίων καὶ Ἀράβων καὶ Ταπύρων καὶ τῆς Σογδιανῆς καὶ Ἀραχωσίας καὶ Ὑρκανίας, καὶ ὅσα ἄλλα ὅμορα ἔθνη μέχρι Ἰνδοῦ ποταμοῦ Ἀλεξάνδρῳ ἐγεγένητο δορίληπτα, ὡς ὡρίσθαι τῷδε μάλιστα μετʼ Ἀλέξανδρον τῆς Ἀσίας τὸ πλέον·
彼は常に隣接する諸民族をうかがっており、力ずくで服従させる力があり、また説得して味方に引き入れるのも巧みであったため、メソポタミア、アルメニア、セレウキスと呼ばれるカッパドキア、ペルシア人、パルティア人、バクトリア人、アラビア人、タピュロイ人、ソグディアナ、アラコシア、ヒュルカニア、そしてその他インダス川に至るまでアレクサンドロスによって武力で獲得されていた隣接するすべての諸民族を支配した。 その結果、アレクサンドロスに次いで彼こそがアジアの大部分を支配しているとされるほどであった。
ἀπὸ γὰρ Φρυγίας ἐπὶ ποταμὸν Ἰνδὸν ἄνω πάντα Σελεύκῳ κατήκουεν.
というのも、フリュギアからインダス川に至る内陸のすべてがセレウコスに服従していたからである。
καὶ τὸν Ἰνδὸν περάσας ἐπολέμησεν Ἀνδροκόττῳ βασιλεῖ τῶν περὶ αὐτὸν Ἰνδῶν, μέχρι φιλίαν αὐτῷ καὶ κῆδος συνέθετο.
彼はまたインダス川を渡って、インド人の王アンドロコトスと、彼との間に友好と婚姻同盟を結ぶまで戦った。
καὶ τῶνδε τὰ μὲν πρὸ τῆς Ἀντιγόνου τελευτῆς, τὰ δὲ μετʼ Ἀντίγονον ἐποίησεν.
これらのことのうち、あるものはアンティゴノスの死の前に、あるものはアンティゴノスの死の後に彼は成し遂げた。
§956λέγεται δʼ αὐτῷ, στρατιώτῃ τοῦ βασιλέως ἔτι ὄντι καὶ ἐπὶ Πέρσας ἑπομένῳ, χρησμὸν ἐν Διδυμέως γενέσθαι πυνθανομένῳ περὶ τῆς ἐς Μακεδονίαν ἐπανόδου,
μὴ σπεῦδʼ Εὐρώπηνδʼ.
彼がまだ王の兵士であり、ペルシアへと随行していたとき、マケドニアへの帰還について尋ねたところ、ディデュメウスの神託所で彼に次のような神託が下されたと言われている。 「ヨーロッパへ急ぐな。
Ἀσίη τοι πολλὸν ἀμείνων.
アジアの方がお前にとって遥かによい。
καὶ ἐν Μακεδονίᾳ τὴν ἑστίαν αὐτῷ τὴν πατρῴαν, οὐδενὸς ἅψαντος, ἐκλάμψαι πῦρ μέγα.
」また、マケドニアにおいて、彼の父祖の炉端から、誰も火をつけないのに大きな火が燃え上がったと言われている。
καὶ ὄναρ αὐτοῦ τὴν μητέρα ἰδεῖν, ὃν ἂν εὕροι δακτύλιον, δοῦναι φόρημα Σελεύκῳ, τὸν δὲ βασιλεύσειν ἔνθα ἂν ὁ δακτύλιος ἐκπέσῃ.
そして、彼の母親が夢を見て、自分が最初に見つける指輪を、身につけるものとしてセレウコスに与えるべきであり、彼はその指輪が落ちた場所で王となるだろう、というものだった。
καὶ ἡ μὲν ηὗρεν ἄγκυραν ἐν σιδήρῳ κεχαραγμένην, ὁ δὲ τὴν σφραγῖδα τήνδε ἀπώλεσε κατὰ τὸν Εὐφράτην.
そして彼女は鉄に刻まれた錨の印がある指輪を見つけ、彼はこの印章を後にユーフラテス川のあたりで紛失した。
λέγεται καὶ ἐς τὴν Βαβυλωνίαν ἀπιόντα ὕστερον προσκόψαι λίθῳ, καὶ τὸν λίθον ἀνασκαφέντα ἄγκυραν ὀφθῆναι.
また、彼が後にバビロニアへ向かう途中で石につまずき、その石を掘り起こしてみると、錨が現れたと言われている。
θορυβουμένων δὲ τῶν μάντεων ὡς ἐπὶ συμβόλῳ κατοχῆς, Πτολεμαῖον τὸν Λάγου παραπέμποντα εἰπεῖν ἀσφαλείας τὴν ἄγκυραν, οὐ κατοχῆς εἶναι σύμβολον.
予言者たちが、土地に縛り付けられることの不吉な兆候として狼狽したとき、彼を送別していたラゴスの子プトレマイオスが、錨は安全の象徴であって、引き留めの象徴ではない、と言った。
καὶ Σελεύκῳ μὲν διὰ τοῦτο ἄρα καὶ βασιλεύσαντι ἡ σφραγὶς ἄγκυρα ἦν, δοκεῖ δέ τισι καὶ περιόντος ἔτι Ἀλεξάνδρου καὶ ἐφορῶντος ἕτερον τῷ Σελεύκῳ σημεῖον περὶ τῆς ἀρχῆς τοιόνδε γενέσθαι.
そしてこれによって、セレウコスが王となってからも、その印章は錨であった。 しかし、ある人々によれば、アレクサンドロスがまだ生存しており、自らそれを見ているときに、セレウコスの支配権に関して次のようなもう一つの兆候が起こったとされる。
Ἀλεξάνδρῳ γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα ἐπανελθόντι, καὶ τὰς ἐν αὐτῇ τῇ Βαβυλωνίᾳ λίμνας ἐπὶ χρείᾳ τοῦ τὸν Εὐφράτην τὴν Ἀσσυρίδα γῆν ἀρδεύειν περιπλέοντι, ἄνεμος ἐμπεσὼν ἥρπασε τὸ διάδημα, καὶ φερόμενον ἐκρεμάσθη δόνακος ἐν τάφῳ τινὸς ἀρχαίου βασιλέως.
すなわち、インドからバビロンに帰還したアレクサンドロスが、ユーフラテス川がアッシリアの地を潤すのに役立てるためにバビロニア自体の湖を舟で巡っていたとき、突風が吹いて王冠を奪い去り、それは流されて古代のある王の墓の葦に引っかかった。
καὶ ἐσήμαινε μὲν ἐς τὴν τελευτὴν τοῦ βασιλέως καὶ τόδε, ναύτην δέ φασιν ἐκκολυμβήσαντα περιθέσθαι τῇ κεφαλῇ τὸ διάδημα καὶ ἐνεγκεῖν ἄβροχον Ἀλεξάνδρῳ, καὶ λαβεῖν τῆς προθυμίας αὐτίκα δωρεὰν παρὰ τοῦ βασιλέως τάλαντον ἀργυρίου·
そしてこのことも王の死を予兆していたのであるが、一人の水夫が泳ぎ出て、王冠を濡らさないように自分の頭に載せてアレクサンドロスのもとへ運んできたと言われている。 そして、その熱心さへの褒美として王から直ちに銀一タラントンを受け取った。
τῶν δὲ μάντεων αὐτὸν ἀναιρεῖν κελευόντων οἱ μὲν πεισθῆναι τὸν Ἀλέξανδρον αὐτοῖς, οἱ δὲ ἀντειπεῖν.
予言者たちがその男を処刑するよう命じたとき、アレクサンドロスが彼らの言うことに従ったという者もいれば、拒否したという者もいる。
εἰσὶ δὲ οἳ τάδε πάντα ὑπερελθόντες, οὐ ναύτην ὅλως φασὶν ἀλλὰ Σέλευκον ἐπὶ τὸ διάδημα τοῦ βασιλέως ἐκκολυμβῆσαι, καὶ περιθέσθαι Σέλευκον αὐτὸ τῇ κεφαλῇ, ἵνʼ ἄβροχον εἴη.
しかし、これらの話をすべて退けて、水夫などではなく、セレウコス自身が王の王冠を求めて泳ぎ出て、それを濡らさないために自らの頭に載せたのだと主張する人々もいる。
καὶ τὰ σημεῖα ἐς τέλος ἀμφοῖν ἀπαντῆσαι. Ἀλέξανδρόν τε γὰρ ἐν Βαβυλῶνι μεταστῆναι τοῦ βίου, καὶ Σέλευκον τῆς Ἀλεξάνδρου γῆς, ὅτι πλείστης μάλιστα τόνδε τῶν Ἀλεξάνδρου διαδόχων, βασιλεῦσαι.
そしてその兆候は両者にとって最終的に現実のものとなった。 アレクサンドロスはバビロンで生涯を終え、セレウコスはアレクサンドロスの土地のうち、後継者の中で誰よりも広大な地域を支配することになったからである。