§633ὄψις τε ἦν ὥσπερ δύο στρατῶν, τοῦ μὲν ἀρχομένου πολεμεῖν, τοῦ δʼ ἐφεδρεύοντος·
その光景は、あたかも二つの軍勢、すなわち一方は戦いを開始しようとし、他方は予備として控えているかのようであった。
ἑκάτερος δʼ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳ.
双方はその多さと整然とした装備によって、恐ろしいほどの威圧感を与えるよう身を整えていた。
ἐφειστήκει δὲ τοῖς μὲν δεξιοῖς ἱππεῦσιν Ἀντίοχος αὐτός, τοῖς δʼ ἐπὶ θάτερα Σέλευκος ὁ υἱὸς Ἀντιόχου, τῇ δὲ φάλαγγι Φίλιππος ὁ ἐλεφαντάρχης καὶ τοῖς προμάχοις Μύνδις τε καὶ Ζεῦξις.
右翼の騎兵はアンティオコス自らが率い、反対側はアンティオコスの息子セレウコスが、ファランクスは象部隊の指揮官フィリッポスが、そして前衛部隊はミュンディスとゼウクシスが率いていた。
ἀχλυώδους δὲ καὶ ζοφερᾶς τῆς ἡμέρας γενομένης, ἥ τε ὄψις ἔσβεστο τῆς ἐπιδείξεως, καὶ τὰ τοξεύματα πάντα ἀμβλύτερα ἦν ὡς ἐν ἀέρι ὑγρῷ καὶ σκοτεινῷ.
しかし、日が霧深く薄暗くなったため、その誇るべき壮麗な光景は掻き消され、またあらゆる矢の放撃も、湿って暗い空気の中にあっては勢いが鈍った。
ὅπερ ἐπεὶ κατεῖδεν Εὐμένης, τῶν μὲν ἄλλων κατεφρόνησε, τὴν δὲ ῥύμην τῶν ἁρμάτων τεταγμένων ἐφʼ ἑαυτὸν μάλιστα δείσας, ὅσοι ἦσαν αὐτῷ σφενδονῆται καὶ ἀκοντισταὶ καὶ ἕτεροι κοῦφοι, συναγαγὼν προσέταξε, τὰ ἅρματα περιθέοντας, ἐς τοὺς ἵππους ἀκοντίζειν ἀντὶ τῶν ἐπιβατῶν·
エウメネスはこれを見抜くと、他の兵力は軽んじたものの、自分の方に向かって配置されている戦車の突進を特に恐れ、彼が率いていた投石兵、投槍兵、およびその他の軽装兵をすべて集めて命じた。 すなわち、戦車の周りを走り回りながら、乗員ではなく馬を狙って槍を投げるようにと。
ἵππου γὰρ ἐν ἅρματι ζυγομαχοῦντος ἀχρεῖον τὸ λοιπὸν ἅρμα γίγνεται, καὶ πολλὰ καὶ τῆς ἄλλης εὐταξίας παραλύεται, τὰ δρέπανα τῶν φιλίων δεδιότων.
なぜなら、戦車を引く馬が軛に繋がれた状態で暴れれば、残りの戦車は使い物にならなくなり、また味方の鎌を恐れるあまり、他の多くの秩序も崩れてしまうからである。
ὃ καὶ τότε συνηνέχθη γενέσθαι·
そして、まさにそのことが起こった。
πληγέντων γὰρ τῶν ἵππων ἀθρόως, καὶ τὰ ἅρματα ἐς τοὺς φίλους περιφερόντων, αἵ τε κάμηλοι πρῶται τῆς ἀταξίας ᾐσθάνοντο, πλησίον τοῖς ἅρμασι παρατεταγμέναι, καὶ μετὰ ταύτας ἡ κατάφρακτος ἵππος, οὐ ῥᾳδίως ὑπὸ τοῦ βάρους τὰ δρέπανα ἐκφεύγειν δυναμένη.
馬たちが一斉に傷つき、戦車が味方の方へと暴走したため、戦車の近くに配置されていたラクダがまず最初にその混乱を被り、その後に、重装備のせいで鎌を容易に避けることのできないカタフラクト騎兵が続いた。
θόρυβός τε ἦν ἤδη πολὺς καὶ τάραχος ποικίλος, ἀρξάμενος μὲν ἀπὸ τῶνδε μάλιστα, χωρῶν δὲ ἐπὶ ὅλον τὸ μεταίχμιον, καὶ μείζων ὑπόνοια τοῦ ἀκριβοῦς·
すでに大きな騒音と様々な混乱が生じており、それは特にこれらの箇所から始まって、中間地帯全体へと広がっていった。 そして、正確な状況よりも憶測が大きくなっていった。
ὡς γὰρ ἐν διαστήματι μακρῷ καὶ πλήθει πυκνῷ καὶ βοῇ ποικίλῃ καὶ φόβῳ πολλῷ, τὸ μὲν ἀκριβὲς οὐδὲ τοῖς ἀγχοῦ τῶν πασχόντων καταληπτὸν ἦν, τὴν δὲ ὑπόνοιαν μειζόνως ἐς τοὺς ἑξῆς ἕκαστοι μετέφερον.
長い距離と密集した大軍、複雑な叫び声、そして多大な恐怖の中にあっては、正確な事実は被災している者の近くにいる者にさえ把握できず、各自が憶測を次の者へとより大きく伝えていったからである。
§634ὁ δʼ Εὐμένης, ἐπεὶ τὰ πρῶτα καλῶς ἐπέπρακτο αὐτῷ, καὶ τὸ μεταίχμιον, ὅσον αἵ τε κάμηλοι καὶ τὰ ἅρματα ἐπεῖχεν, ἐγεγύμνωτο, τοὺς ἰδίους ἱππέας, καὶ ὅσοι Ῥωμαίων αὐτῷ καὶ Ἰταλῶν παρετετάχατο, ἐπῆγεν ἐπὶ τοὺς ἀντικρὺ Γαλάτας τε καὶ Καππαδόκας καὶ τὴν ἄλλην σύνοδον τῶν ξένων, μέγα κεκραγὼς καὶ παρακαλῶν ἐπὶ ἄνδρας ἀπείρους τε μάχης καὶ γεγυμνωμένους τῶν προπολεμούντων.
一方エウメネスは、最初の作戦がうまくいくと、ラクダや戦車が占めていた中間地帯がむき出しになったため、自身の騎兵、および彼とともに配置されていたすべてのローマ人やイタリア人の騎兵を率いて、対面のガラティア人、カッパドキア人、およびその他の外国人混成部隊へと進撃させた。 その際、彼は大声を上げて彼らを鼓舞し、実戦経験がなく、前衛を失って無防備になった敵を攻撃するよう命じた。
οἱ δʼ ἐπείθοντο, καὶ βαρείας σφῶν τῆς ἐμβολῆς γενομένης τρέπονται τούτους τε καὶ τοὺς παρεζευγμένους αὐτοῖς ἱππέας τε καὶ καταφράκτους, ἐκ πολλοῦ ταρασσομένους διὰ τὰ ἅρματα·
彼らはこれに従い、彼らの強力な突撃によって、これらの敵や、その傍らに並んでいた騎兵およびカタフラクトを敗走させた。 彼らは戦車のせいで以前から混乱していたのである。
οὓς δὴ καὶ μάλιστα, διὰ τὸ βάρος ὑποφεύγειν ἢ ἀναστρέφειν εὐμαρῶς οὐ δυναμένους, κατελάμβανόν τε καὶ συνέκοπτον.
特に彼らは、その重装備のために容易に逃げることも方向転換することもできず、追いつかれて斬り倒された。
καὶ τάδε μὲν ἦν περὶ τὸ λαιὸν τῆς φάλαγγος τῶν Μακεδόνων·
マケドニアのファランクスの左翼側ではこのようなことが起きていた。
ἐν δεξιᾷ δέ, ᾗπερ αὐτὸς ὁ Ἀντίοχος ἐτέτακτο, διακόψας τὸ σύνταγμα τῆς Ρ̓ωμαίων φάλαγγος ἀπέσπασεν ἐπὶ πολὺ διώκων.
一方、右翼側では、アンティオコス自らが配置されていたが、彼はローマ軍のファランクスの陣形を突破して分断し、遥か遠くまで追撃していった。