§628τοῦτο μὲν δὴ τῇ ναυμαχίᾳ τῇ περὶ τὴν Μυόννησον ἦν τέλος·
これこそがミュオンネソス付近の海戦の結末であった。
οὔπω δʼ αὐτῆς ὁ Ἀντίοχος αἰσθόμενος Χερρόνησόν τε καὶ Λυσιμάχειαν ἐπιμελῶς ὠχύρου, μέγα, ὥσπερ ἦν, τὸ ἔργον ἡγούμενος ἐπὶ Ῥωμαίοις, ὅπου γε καὶ τὴν ἄλλην Θρᾴκην διελθεῖν στρατοπέδῳ δυσόδευτον αὐτοῖς ἂν ἐγένετο καὶ δύσβατον, εἰ μὴ Φίλιππος διέφερεν.
しかしアンティオコスは、まだこの敗北に気づいておらず、ヘルソネソスとリュシマケイアを念入りに補強していた。 もしフィリッポスが彼らを導いてくれなかったなら、他のトラキアを軍隊で通過することさえ彼らにとって困難で通り抜けがたいものになったであろうから、それがローマ人に対する重大な障害になると、実際その通りであったのだが、考えていたのである。
ἀλλʼ ὁ Ἀντίοχος ὢν καὶ τὰ ἄλλα κουφόνους ἀεὶ καὶ ταχὺς ἐς μεταβολήν, ἐπεὶ τῆς ἥσσης ἐπύθετο τῆς περὶ Μυόννησον, πάμπαν ἐξεπλάγη, νομίσας αὑτῷ τὸ δαιμόνιον ἐπιβουλεύειν·
しかしアンティオコスは、他の点でも常に軽薄で、変化に素早い男であったが、ミュオンネソス付近での敗北を知ると、すっかり狼狽し、神意が自分に敵対して陰謀を企てていると考えた。
παρὰ γὰρ λόγον ἕκαστα χωρεῖν, Ῥωμαίων μὲν ἐν τῇ θαλάσσῃ κρατούντων, ἐν ᾗ πολὺ προύχειν αὐτὸς ἐνόμιζε, Ῥοδίων δʼ Ἀννίβαν ἐς Παμφυλίαν κατακεκλεικότων, Φιλίππου δὲ Ῥωμαίους παραπέμποντος ἀβάτους ὁδούς, ὃν μάλιστα μνησικακήσειν αὐτοῖς ὧν ἔπαθεν ὑπελάμβανεν.
というのも、自分がはるかに優れていると考えていた海においてローマ人が勝利を収め、ロドス人たちがハンニバルをパムフィリアに閉じ込め、自分が被った痛手ゆえにローマ人に最も深く恨みを抱くであろうと想定していたフィリッポスが、彼らを侵入不可能な道を通じて案内しているなど、すべてが予想に反して進んでいたからであった。
ὑπὸ δὴ τῶνδε πάντων ἐκταρασσόμενός τε, καὶ θεοῦ βλάπτοντος ἤδη τοὺς λογισμούς, ὅπερ ἅπασι προσιόντων ἀτυχημάτων ἐπιγίγνεται, Χερρόνησον ἐξέλιπεν ἀλογίστως, πρὶν καὶ ἐς ὄψιν ἐλθεῖν τοῖς πολεμίοις, οὔτε μετενεγκὼν ὅσος ἦν ἐν αὐτῇ σῖτος σεσωρευμένος πολὺς ἢ ὅπλα ἢ χρήματα ἢ μηχαναί, οὔτε ἐμπρήσας, ἀλλʼ ὑγιεῖς ἀφορμὰς τοσάσδε τοῖς πολεμίοις καταλιπών.
これらすべてによって混乱させられ、また、不幸が差し迫ったときすべての人に起こることであるが、神がすでに彼の判断力を損なっていたため、彼は敵の姿を見る前に、思慮もなくヘルソネソスを放棄した。 そこに蓄えられていた大量の穀物、兵器、資金、攻城兵器を運び出すこともせず、放火することもなく、これほど多くの無傷の軍資金・軍需物資を敵のために残していったのである。
Λυσιμαχέας τε αὐτῷ καθάπερ ἐκ πολιορκίας συμφεύγοντας μετʼ οἰμωγῆς, ἅμα γυναιξὶ καὶ παιδίοις, ὑπερεώρα, μόνου τοῦ διάπλου τοῦ περὶ Ἄβυδον εἶρξαι τοὺς πολεμίους ἐπινοῶν, καὶ τὴν λοιπὴν ἔτι ἐλπίδα τοῦ πολέμου πᾶσαν ἐν τούτῳ τιθέμενος.
そして、あたかも包囲戦から逃れるように妻や子供とともに嘆きながら自分のもとへ逃れてくるリュシマケイアの人々を無視し、ただアビュドス付近の渡海を敵から遮断することだけを企て、戦争の残された希望のすべてをこれに賭けていた。
οὐ μὴν οὔτε τὸν διάπλουν ἐφύλαξεν ὑπὸ θεοβλαβείας, ἀλλʼ ἐς τὸ μεσόγειον ἠπείχθη ἐπανελθεῖν, φθάνων τοὺς πολεμίους, οὐδέ τινα φυλακὴν ἐν τῷ διάπλῳ κατέλιπεν.
しかし、神の祟りのせいで、彼はこの渡海地点さえも守らず、敵に先んじて内陸へと引き返すのを急ぎ、渡海地点に何の守備隊も残さなかった。
§629οἱ δὲ Σκιπίωνες ἐπεὶ τὴς ἀναχωρήσεως αὐτοῦ ἐπύθοντο, Λυσιμάχειάν τε δρόμῳ κατέλαβον, καὶ τῶν ἐν Χερρονήσῳ θησαυρῶν τε καὶ ὅπλων κρατήσαντες τὸν Ἑλλήσποντον ἔρημον ὄντα φυλακῆς εὐθὺς ἐπέρων μετὰ σπουδῆς, ἔφθασάν τε Ἀντίοχον ἔτι ἀγνοοῦντα ἐν Σάρδεσι γενόμενοι.
一方、スキピオ兄弟は彼の退却を知ると、急行してリュシマケイアを占領し、ヘルソネソスにあった財宝や兵器を手に入れると、守備隊のいないヘレスポントスをただちに急いで渡った。 そして、アンティオコスがまだ何も知らずにサルディスにいるうちに、先んじて渡り終えた。
ὁ δʼ ἐκπλαγεὶς ἐβαρυθύμει, καὶ τὰ ἴδια αὑτοῦ ἁμαρτήματα ἐς τὸ δαιμόνιον ἀνατιθεὶς Ἡρακλείδην τὸν Βυζάντιον ἔπεμπεν ἐς τοὺς Σκιπίωνας ἐπὶ διαλύσεσι τοῦ πολέμου, Σμύρναν τε καὶ Ἀλεξάνδρειαν αὐτοῖς διδοὺς τὴν ἐπὶ Γρανίκῳ καὶ Λάμψακον, διʼ ἃς ἦρξεν αὐτοῖς ὁ πόλεμος, καὶ τὸ ἥμισυ τῆς δαπάνης τοῦδε τοῦ πολέμου.
彼は驚愕して意気消沈し、自らの過ちを神のせいにしながら、和平交渉のためにビュザンティオンのヘラクレデースをスキピオ兄弟のもとへ派遣した。 彼はローマ人に対し、戦争の原因となったスミュルナ、グラニコス川沿いのアレクサンドリア、そしてランプサコスを引き渡し、さらにこの戦争の費用の半分を支払うことを申し出た。
ἐνετέλλετο δέ, εἰ δέοι, καὶ τῶν Ἰάδων πόλεων δοῦναι καὶ τῶν Αἰολίδων ὅσαι τὰ Ῥωμαίων ἐν τῷδε τῷ ἀγῶνι εἵλοντο, καὶ εἴ τι ἄλλο αἰτοῖεν οἱ Σκιπίωνες.
また必要とあれば、この戦いでローマ側についたイオニアやアイオリスの都市をも引き渡し、さらにスキピオ兄弟が他に求めるものがあればそれも与えるよう命じていた。
ταῦτα μὲν εἶχεν ἐς τὸ φανερὸν λέγειν ὁ Ἡρακλείδης, ἰδίᾳ δὲ πρὸς Πόπλιον Σκιπίωνα ἔφερε παρʼ Ἀντιόχου χρημάτων τε πολλῶν ὑποσχέσεις καὶ τοῦ παιδὸς ἀφέσεις.
ヘラクレデースはこれらを表向きには発言することになっていたが、個人的にはプブリウス・スキピオに対し、アンティオコスからの多額の金銭の約束と、彼の息子の釈放の申し出を携えていた。
ᾑρήκει γὰρ αὐτὸν ἐν τῇ Ἑλλάδι ὁ Ἀντίοχος, ἐς Δηματριάδα ἐκ Χαλκίδος διαπλέοντα·
アンティオコスは、その息子がカルキスからデメトリアスへ航行していたときに、ギリシアで捕らえていたのである。
καὶ ἦν ὁ παῖς Σκιπίων ὁ Καρχηδόνα ὕστερον ἑλών τε καὶ κατασκάψας, καὶ δεύτερος ἐπὶ τῷδε τῷ Σκιπίωνι Ἀφρικανὸς ὀνομασθείς, Παύλου μὲν υἱὸς ὢν τοῦ Περσέα τὸν Μακεδόνα ἑλόντος, Σκιπίωνος δὲ τῷ γένει θυγατριδοῦς καὶ θέσει παῖς.
この息子とは、後にカルタゴを攻略して破壊し、このスキピオに次いで二番目にアフリカヌスと名付けられたスキピオであり、マケドニア人ペルセウスを破ったパウルスの実子であり、血統においてはスキピオの娘の息子であり、養子においてはその息子であった。
κοινῇ μὲν οὖν οἱ Σκιπίωνες τῷ Ἡρακλείδῃ τήνδε ἔδοσαν τὴν ἀπόκρισιν, ἐὰν ὁ Ἀντίοχος εἰρήνης δέηται, μὴ τῶν Ἰάδων μηδὲ τῶν Αἰολίδων αὐτὸν ἐκστῆναι πόλεων, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε Ταύρου, καὶ τὴν δαπάνην τοῦ πολέμου πᾶσαν ἐσενεγκεῖν, διʼ αὐτὸν γενομένου.
公的には、スキピオ兄弟はヘラクレデースに次のような返答を与えた。 「もしアンティオコスが和平を望むなら、イオニアやアイオリスの諸都市から退くだけでなく、タウロス山脈のこちら側の全地域から撤退し、彼自身に原因があるこの戦争の費用をすべて支払わねばならない。
ἰδιᾳ δὲ ὁ Πόπλιος ἔφη τῷ Ἡρακλείδῃ Ῥωμαίους, εἰ μὲν ἔτι Χερρονήσου καὶ Λυσιμαχείας κρατῶν ὁ Ἀντίοχος ταῦτα προύτεινεν, ἀσμένως ἂν λαβεῖν·
」しかし個人的にプブリウスはヘラクレデースにこう語った。 「もしアンティオコスが、まだヘルソネソスとリュシマケイアを支配しているときにこれらの提案をしていたなら、ローマ人は喜んで受け入れたであろう。
τάχα δʼ εἰ καὶ μόνον ἔτι τοῦ Ἑλλησπόντου τὸν διάπλουν ἐφύλασσε·
あるいは、彼がまだヘレスポントスの渡海地点だけでも守っていたとしても同様であろう。
νῦν δʼ αὐτοὺς ἤδη περάσαντάς τε καὶ ἐν ἀσφαλεῖ γενομένους, καὶ τὸν χαλινόν, φασίν, ἐνθέντας, καὶ ἐπὶ τῷ χαλινῷ τὸν ἵππον ἀναβάντας, οὐκ ἀνέξεσθαι διαλύσεων ἐπʼ ὀλίγοις.
しかし今や、ローマ人はすでに渡り終えて安全な場所にあり、いわばハミをはめ、そのハミを引いて馬にまたがっている状態であるから、わずかな条件での和解には応じないだろう。
αὐτὸς δὲ χάριν εἰδέναι τῷ βασιλεῖ τῆς προαιρέσεως, καὶ μᾶλλον εἴσεσθαι λαβὼν τὸν υἱόν· ἀμείβεσθαι δʼ αὐτὸν ἤδη, καὶ συμβουλεύειν δέχεσθαι τὰ προτεινόμενα πρὶν ἐς πεῖραν ἐλθεῖν μειζόνων ἐπιταγμάτων.
しかし彼自身は、王の好意に感謝しており、息子を取り戻せばさらに感謝するであろうが、今彼に報いることができるのは、より重い要求を突きつけられる前に、提示されている条件を受け入れるよう忠告することだけである。 」